Peira 1.24
Περὶ προικὸς καὶ ὑποβόλου καὶ θεωρέτρου καὶ ἐξωπροίκων καὶ προνομίων γυναικῶν καὶ ἐνοχῶν καὶ περὶ δευτερογαμουσῶν καὶ τῶν ἄλλων ἁμαρτημά- των καὶ τῆς βοηθείας αὐτῶν.
Abrir no leitor do IusCommune →1
pr.Ἐὰν υἱὸς ἔχων γονεῖς ἀγάγηται γαμετὴν, καὶ μὴ λάβῃ κλῆρον, καὶ τελευτήσῃ ἔχων παῖδας, οὐ δύναται ἡ γυνὴ αὐτοῦ ἀπαιτεῖν καὶ ζητεῖν τὸν κλῆρον τοῦ ἀνδρὸς ἀπὸ τῶν γονέων, εἴπερ πολλάκις καὶ ὁ ἀνὴρ τὴν προῖκα κατεσπατάλησεν, ἀλλ᾽ οἱ παῖδες ἐκείνου ὑπεισερχόμενοι τὸ τοῦ οἰκείου πατρὸς πρόσωπον λαμβάνουσι τὸ ἀνῆκον τῷ πατρί. τοῦτο οὖν τὸ λεγόμενον ἐν τοῖς νόμοις τό· ὅπερ ὁ νόμος δίδωσιν, ἰδιώτης ἀνὴρ ἀφελέσθαι οὐ δύναται. Παραγραφή· σημείωσαι δὲ ἐνταῦθα, ὅτι οὔτε πατέρες συνήνεσαν, οὔτε προῖξ ὑπεδέχθη παρ᾽ αὐτῶν, ουτε κληρονομία ἐτυπώθη παρὰ τῶν γονέων ἐν τῷ καιρῷ τῶν γάμων τῷ υἱῷ, καὶ διὰ τοῦτο οὐδὲ τῆς γυναικός ἐστιν ἐνταῦθα φροντὶς, ἵνα κινῇ περὶ τοῦ ὑποβόλου.
2
pr.Ὅσα προκατάσχῃ ἑαυτῇ ἡ γυνὴ καὶ μὴ καταγράψηται εἰς προῖκα, ἢ καὶ τὰ περιερχόμενα αὐτῇ συνεστῶτος τοῦ γάμου καὶ παρακρατούμενα, ἐκποιούμενα παρὰ τοῦ ἀνδρὸς εἰδυίας τῆς γυναικὸς καὶ συναινούσης ἐγγράφως, οὐ δύναται ἡ γυνὴ μετὰ λύσιν τοῦ γάμου ἐπιζητεῖν ἢ προβάλλεσθαι τὸ τῆς ὑπεξουσιότητος δίκαιον.
3
pr.Γυνὴ ὑπισχνουμένη προῖκα ἐνέχεται, καὶ οὐ βοηθεῖται.
4
pr.Εἰ ἔδωκέ τις εἰς προῖκα τῇ θυγατρὶ αὐτοῦ ὑπὲρ πατρώας κληρονομίας λίτρας β νομίσματα β, εἶτα τελευτήσαντος ἐκείνου καὶ ἀπογραφῆς γεγονυίας τῆς ὑπάρξεως, οὐδὲ τῆς γυναικὸς αὐτοῦ ἡ προῖξ ἀπεσώθη, ἀλλ᾽ ἦλθε παρὰ τῷ νομίσματα. περιλειφθέντων οὖν παίδων τοῦ τελευτήσαντος μηδὲν πατρικὸν λαβόντων, καὶ τῆς μητρὸς αὐτῶν χρεωστουμένης ἔτι ἐκ τῆς προικὸς τὰ β νομίσματα, καὶ κινούντων κατὰ τῆς θυγατρὸς περὶ πατρῴων, ἔκρινεν ὁ πατρίκιος εὐστάθιος, ἵνα τὰ μὲν ιβ΄ νομίσματα τὰ χρεωστούμενα τῇ μητρὶ ἀπολάβῃ αὐτὴ ἀπὸ τῶν δοθέντων πατρῴων τῇ θυγατρὶ αὐτοῦ λιτρῶν β νομισμάτων β, ὁμοίως καὶ τὸ θεώρετρον αὐτῆς· τὸ δὲ περιλιμπανόμενον τῇ θυγατρὶ ἐκ τῆς πατρώας δόσεως μερίζονται οἱ παῖδες καὶ ἡ μήτηρ ἐξίσου, ὡς ὑποβόλου λογισθέντος. ὑπερέβαινε γὰρ τὸ ὑπόβολον τῆς μητρὸς τὴν δοθεῖσαν εἰς προῖκα παρὰ τοῦ πατρὸς ποσότητα τῇ θυγατρί. ἔλεγε τοίνυν ὁ πατρίκιος καθόλ.. ὅτι᾽ ἐὰν πατὴρ προικίσῃ τὴν ἰδίαν θυγατέρα, εἶτα καταναλώσας τὴν ἰδίαν ὕπαρξιν ἐν ἀπορίᾳ τελευτήσει, καὶ περιλειφθῇ ἡ γυνὴ αὐτοῦ χρεωστουμένη, δικαιοῦται αὕτη καὶ νικᾷ τὴν θυγατέρα εἰς τὸ δοθὲν αὐτῇ παρὰ τοῦ πατρὸς, καὶ οὐ βλάπτεται ἡ μήτηρ ὡς εἰδυῖα τὴν δόσιν· ἐπὶ γὰρ μόνοις τοῖς παρ᾽ αὐτῆς δοθεῖσι τῇ θυγατρὶ ἤγουν τοῖς μητρώοις ἡττᾶται.
5
pr.Οὐκ ἀναγκάζεται ἡ γυνὴ ἐν συνεστῶτι τῷ γάμῳ διαζευχθεῖσα τοῦ ἀνδρὸς ἀποκαρῆναι, εἰ μὴ λάβῃ πρῶτον τὴν ἑαυτῆς προῖκα. καὶ εἰς τοῦτο γέγονε μεγάλη διάστασις τοῦ πατρικίου πέτρου καὶ τοῦ πατρικίου εὐσταθίου. ὁ μὲν γὰρ πατρίκιος πέτρος ἔλεγε, δεῖν πρῶτον ἀποκείρεσθαι τὴν γυναῖκα, εἶτα ἀναγκάζεσθαι τὸν ἄνδρα πρὸς ἀπαίτησιν τῆς προικός· ὁ δὲ πατρίκιος εὐστάθιος ἀντέλεγεν, ὅτι πρῶτον ἀπαριθμεῖ ὁ ἀνὴρ καὶ παρέχει τὴν προῖκα, καὶ ἀσφαλιζομένης ταύτης ἀποκείρεται ἡ γυνὴ καὶ λαμβάνει αὐτήν. καὶ ἔλεγε καλῶς· καὶ γὰρ προσετίθει λογισμὸν, ὅτι ἐπεὶ οὐκ ἔξεστι τῷ εἰσερχομένῳ εἰς μοναστήριον μετὰ τὸ ἀποκαρῆναι διατίθεσθαι, ἀλλὰ τοῦτο ποιεῖ πρὸ τῆς κουρᾶς, πῶς ἂν διάθηται ἡ γυνὴ μήπω λαβοῦσα τὴν προῖκα; εἰ δὲ καὶ εἴπῃ τὶς, ὅτι ἔχει τ λίτρας προῖκα, διατιθέσθω ἐπὶ ταύταις, πάντως γὰρ λήψεται αὐτὰς ὕστερον· ἀλλ᾽ ἀντίκειται τούτῳ λογισμὸς ἕτερος, ὅτι ἐὰν ἐν εἴδεσιν ἢ πράγμασιν ἔχῃ τὴν προῖκα, καὶ οὐχὶ ἐν χρυσίῳ, καὶ διατιθεμένη λεγατεύσῃ τινὰ τῶν εἰδῶν τισιν, ὡς ἐλπίζουσα ἔχειν αὐτὰ, ὁ δὲ ἀνὴρ μετὰ τοῦτο οὐ τὰ εἴδη παράσχῃ, ἀλλ᾽ ἀντὶ τούτων ἕτερα δώσει, ποῖα τοῖς λεγαταρίοις δοθήσονται; πάντως ἀπολέσουσι τὰ λεγάτα· ὅπερ καὶ ἀπρεπές ἐστι λέγειν. προσετέθην δέ· καὶ ὁ μονάζων βουληθεὶς ἀποκείρεται διὰ τὸ διηνεκῶς ἡσυχάζειν. ἡ οὖν μὴ λαβοῦσα τὴν προῖκα, ἀλλὰ πρῶτον τὸν μονήρη ἀμφιασαμένη ', κινδυνεύσει πάντως ὕστερον ὀχλήσεσι καὶ θορύβοις καὶ δικαστηρίοις ἐντρίβεσθαι.
6
pr.᾿Ανὴρ ἔχων γαμετὴν ἐποίησε διαθήκην, καὶ κατέλιπεν αὐτῇ τὰ γαμικὰ κέρδη ἤτοι θεώρετρον καὶ ὑπόβολον. εἶτα ἀπεκάρη ἐν τῇ οἰκίᾳ αὐτοῦ ἀῤῥωστίᾳ περιστοιχηθείς. ἡ οὖν γυνὴ συμβιωτεύσασα τῷ ἀνδρὶ ἐν τῇ ἀῤῥωστίᾳ λαμβάνει τὸ ὑπόβολον.
7
pr.Ἐὰν θυγάτηρ ἔχουσα γονεῖς ἐπιδῷ ὑπὲρ ἑαυτῆς προῖκα, καὶ ἐπερώτησε τὸν ἄνδρα, ἵνα τελευτώσης αὐτῆς ἀτέκνου καὶ ἀδιαθέτου διαβαίνῃ ἡ προῖξ εἰς τοὺς γονεῖς αὐτῆς καὶ τοὺς ἐξ ἀδιαθέτου κληρονόμους, εἶτα διάθηται ἡ δεδωκυῖα τὴν προῖκα, οὐ δύνανται οἱ γονεῖς ἐνάγειν λέγοντες, ὅτι ἡμῖν διαφέρει ἡ προῖς ὡς ἐπιδεδωκόσι τὴν προῖκα, κἂν τυχὸν οὐχ ὡμολόγησεν ἡ θυγάτηρ λαβεῖν τι παρ᾽ ἡμῶν. ἀνθίσταται γὰρ οὕτω λέγουσιν ἕτερος, ὅτι οὐχ ὑμεῖς ἐπηρωτήσατε τὸν ἄνδρα, ἀλλ᾽ ἡ θυγάτηρ, ἥτις εἶχεν ἐξουσίαν καὶ πρὸς ἕτερον παραπέμπειν τὰ ἑαυτῆς, μὴ πρὸς ἡμᾶς ἐπερωτήσασα· τὰ γὰρ μεταξὺ ἑτέρων λεγόμενα ἢ πραττόμενα ἑτέρους οὐ καταβλάπτει· ὥσπερ καὶ ἐπὶ δανειστῶν γίνεται· εἰ γὰρ ἐπερωτήσω σὲ καταβαλεῖν ἐμοὶ [καὶ] τῷ δεῖνι, ἐγὼ μὲν ἔχω τὴν ἀπαιτητικὴν ἀγωγὴν, ἐκεῖνος δὲ οὐκ ἔχει, ἀλλὰ δύναμαι ἢ τὸ πᾶν δι᾿ αὐτῆς ἀναλαβεῖν ἢ μέρος ἑτέρῳ δοῦναι. οὕτως οὖν ὁ πατὴρ μόνον τὸ νόμιμον λαμβάνει μέρος καὶ ἐπὶ τῆς τοιαύτης ὑποθέσεως, ἤγουν τὸ τρίτον τοῦ παντὸς φαλκιδίου, καὶ τὰ λεγάτα καὶ πάντα '. εἰ δέ τινα τῶν τοῦ ἀνδρὸς ἐλεγατεύθησαν ἢ καὶ ἠλευθερώθησαν ἀνδράποδα παρὰ τῆς γυναικὸς, τούτων ἡ τιμὴ οὐ φαλκιδιοῦται, ἀλλὰ προϋπεξαιρεῖται, καὶ τότε τὸ περιττεῦον φαλκιδιοῦται.
8
pr.Βι. κθ ' τί. α΄ κεφ. δ΄. Ὅτι ἐκείνη δοκεῖ εἶναι καθόλου προῖξ ἀπὸ τοῦ πατρὸς δεδομένη, ἥτις τὴν οὐσίαν τοῦ πατρὸς ἐλαττοῖ. ἐὰν δὲ ἢ ἀπὸ δωρεᾶς παράσχῃ τὴν προῖκα ἢ ἀπὸ λεγάτου, ἢ ἐγγυήσηται ἑτέρῳ μέλλοντι προικίζειν τὴν θυγατέρα αὐτοῦ καὶ ἀποροῦντος ἐκείνου καταβάλλῃ αὐτὸς τὴν προῖκα, οὐκ ἐστὶ παρ᾽ αὐτοῦ δοθεῖσα ἡ προῖξ. τὰ δὲ ἀπὸ λεγάτου προικιζόμενα καὶ ἀπὸ δωρεᾶς εἴρηται, ὅταν δωρήσηταί τις πατρί τινα ἐπὶ τῷ τὴν αὐτοῦ θυγατέρα προικίσαι, ἢ ὅταν καταλειφθῇ πατρὶ λεγάτα ἀπὸ περιουσίας, ἐν ᾗ κληρονόμος ἐστὶν ὁ γαμβρὸς, καὶ ὁ πατὴρ ἐπίτηδες παραιτήσηται τὸ λεγάτον ἐπὶ τῷ γενέσθαι τοῦτο εἰς προῖκα τῇ θυγατρί· οὐ γὰρ ἐμείωσε τὴν ἰδίαν περιουσίαν.
9
pr.Ὅτι γυνὴ ἐπιζητήσασα ἐν συνεστῶτι - τῷ γάμῳ [προῖκα] καὶ εὑροῦσα διαπεπραμένον κτῆμα παρὰ τοῦ ἀνδρὸς, ἀποκατέστη παρὰ τοῦ δικαστοῦ τῷ ἀπεμπωλημένῳ κτήματι, καταδικασθέντος τοῦ ἀγοραστοῦ οὐ μόνον εἰς τὴν τοῦ κτήματος ἔκπτωσιν, ἀλλὰ καὶ εἰς τὴν τῆς μειώσεως ἔκτισιν.
10
pr.Ὅτι γυνὴ ἐντὸς τοῦ πενθίμου χρόνου δευτερογαμήσασα μετὰ τῶν ἄλλων ποινῶν, ἃς ὑφίσταται, διδόναι τῷ ἀνδρὶ εἰς προῖκα. ἀλλὰ μόνον τὸ τρίτον δίδωσι μέρος· τοῦ δὲ διμοίρου οὐκ ἀποστερεῖται, ἀλλὰ δεσπόζει τούτου καὶ εἰς ὅ τι ἂν συναλλάξῃ ἢ χαρίσηται ἢ πωλήσῃ ἐξ αὐτοῦ, ἰσχύει καὶ οὐκ ἀνατρέεἰ δὲ καὶ δώσει ἅπασαν τὴν ὕπαρξιν αὐτῆς ἐν προικὶ, πεται. καὶ συναλλάξει μετά τινος, τὸ συνάλλαγμα εἰ ὑποπίπτει τῷ διμοίρῳ, οὐκ ἀνατρέπεται· μόνον γὰρ τὸ τρίτον δίδωσιν ἐκ νόμου εἰς προῖκα, τοῦ δὲ διμοίρου αὐτὴ ἔχει τὴν ἐξουσίαν.
11
pr.Ὅτι πᾶσα γυνὴ ἐν τοῖς ἐξωπροίκοις καὶ τοῖς λεγάτοις χωρὶς τῆς καταγεγραμμένης προικὸς δύναται καὶ συναλλάσσειν καὶ χαρίζειν καὶ δωρεῖσθαι, καὶ ἔῤῥωται πάντα.
12
pr.Ὅτι ἐὰν ἀνὴρ παραλάβῃ εἰς προῖκα οἶκον ἢ προάστειον, εἰ μὲν μετὰ διατιμήσεως αὐτὸ παρέλαβε, χρεωστεῖ τὴν τιμὴν, κάντε ἐβελτίωσεν, αὐτὸς κερδαίνει, κάντε ἐμείωσεν, αὐ τὸς κινδυνεύει καὶ ὑπόκειται. ἐὰν δὲ παραλάβῃ κτῆμα ἀπὸ συμφώνου τυχὸν εἰς λίτρας τρεῖς, εἶτα μέλλων ἀντιπαραδιδόναι ἐνάγηται, τριῶν λιτρῶν δοῦναι ἀναγκάζεται κτῆμα, ἢ τὴν τιμὴν ἣν ἔχει; λέγει γάρ· οὐκ ἀποτιμησάμενος παρέλαβον τοῦτο, ἀλλ᾽ ἀπὸ συμφώνου. εἰ μὲν οὖν ἐμείωσέ τι τοῦ κτήματος, ὑπόκειται· εἰς τὴν ζημίαν· εἰ δὲ μὴ ἠλάττωσεν ἀλλ᾽ ἐβελτίωσε, δύναται τὰς βελτιώσεις λογίζεσθαι, ἢ λαμβάνειν μὴ ποιῶν χεῖρον τὸ ὑποκείμενον· εἰ δὲ μὴ ἠλάττωσεν ἀλλ᾽ ἐπὶ τῆς ἀρχαίας ὄψεως ἐφύλαξεν, ἀποδίδωσιν αὐτὸ, καὶ οὐκ εἰς τὴν ποσότητα τῶν τριῶν λιτρῶν εὐθύνεται. τοῦτο γάρ ἐστιν ἐπὶ τῶν ἀδιατιμήτων, καὶ ἡ αὔξησις γὰρ καὶ ἡ μείωσις ἐπὶ τῶν τοιούτων τὴν γυναῖκα ὁρᾷ· οὐ γὰρ ἑκὼν ἐμείωσεν ὁ ἀνὴρ τὴν προῖκα ἢ τὸ κτῆμα ἠλάττωσεν, ἵνα βλαβῇ, ἀλλ᾽ ἐκ περιστάσεως ἢ τυχηρᾶς συμβάσεως ἐγένετο ἡ μείωσις. εἰ γὰρ ἑκὼν ἔβλαψεν, ὑπόκειται εἰς τὴν μείωσιν, ὥσπερ καὶ ἡ αὔξησις τὴν γυναῖκα ὁρᾷ, δηλαδὴ ἡ ἐκ φυσικῆς, τουτέστιν ἵνα γένηται προσθήκη τόπων ὡς ἐπὶ ποταμῶν καὶ νήσων, ἢ ἐὰν δένδρα αὐξανθῶσιν ἢ ἄλλα τινὰ τυχηρὰ γένωνται· αἱ δὲ παρὰ τοῦ ἀνδρὸς γενόμεναι ἐπὶ ταῖς ἀδιατιμήτοις βελτιώσεις παρ᾽ αὐτοῦ ἀναλαμβάνονται, και θὼς ὁ νόμος φησίν· „ἀναλαμβάνων τὰ ἀναγκαῖα δαπανήματα.
13
pr.Ὅτι ὁ πατρίκιος εὑρὼν γυναῖκα ἐντὸς τοῦ πενθίμου χρόνου πλημμελήσασαν μοιχείαν καὶ γενομένην ἔγκυοκ ἀπεστέρησε ταύτην τοῦ ὑποβόλου, καὶ μητρὸς περιούσης καὶ ἀδελφῶν τοῦ ταύτης ἀνδρὸς, μόνῃ τῇ μητρὶ δέδωκε τὸ ὑπόβολον, τοὺς ἀδελφοὺς μὴ καλέσας εἰς τὸ λαβεῖν τι ἐκ τούτου· καὶ τοῦτο ἔλεγεν εἶναι τὸ ἐν τῷ νόμῳ γεγραμμένον· „τῶν βαθμῶν ἐπὶ τῆς οἰκείας φυλαττομένων τάξεως. περὶ δὲ τοῦ θεωρέτρου φιλανθρωποτέρῳ λόγῳ οὐδὲν ἐπολυπραγμόνησε· πένης γὰρ ἦν ἡ γυνὴ, καὶ τῶν οὐδαμινῶν τὸ θεώρετρον.
14
pr.Ὅτι ἐπὶ ἀφαιρέσει ἀγροῦ, ὅτε ἀπὸ τοῦ ἀνδρὸς ἀφαιρεῖται καὶ ἀναδίδοται τῇ γυναικὶ, οἱ καρποὶ ἱστάμενοι δίδονται. τὸ δὲ δημόσιον πρὸς ἀναλογίαν τῶν μηνῶν, οὓς ἐνεμήθη, ὁ ἀνὴρ δίδωσιν· οὓς δὲ οὐκ ἐνεμήθη, οὐδὲ δίδωσιν. οἱ δὲ μῆνες τοῦ χρόνου ψηφίζονται ἀπὸ ὀκτωβρίου μηνός· ἐν γὰρ τῷ σεπτεμβρίῳ μηνὶ οἱ τοῦ ἑνὸς ἐνιαυτοῦ κρατοῦσι καρποὶ, ἀπὸ τότε δὲ ἄρχεται ὁ ἕτερος ἐνιαυτὸς καὶ ψηφίζονται οἱ μῆνες.
15
pr.Ὅτι γυνὴ ἐγκαλέσασα κατὰ τοῦ ἀνδρὸς ὡς κακῶς ἐκποιησαμένου τὰ προικιμαῖα καὶ κατασπαταλήσαντος τὴν προῖκα, καὶ δικαιωθεῖσα καὶ κυρία γενομένη τῆς προικὸς καὶ οἱονεὶ ἀῤῥενοθεῖσα τῇ κυριότητι, δίκην ἐκίνησε κατὰ τῶν συναλλαξάντων τῷ ἀνδρὶ αὐτῆς, καὶ δωρησαμένη πολλὰ τέλος πρὸς συμβιβάσεις ἀπεῖδε, καὶ συνῆλθε τῷ ἀντιδίκῳ ἐπὶ διαλύσει, καὶ λαβοῦσα νομίσματα διελύσατο, καὶ προσεδέχθη ἡ διάλυσις αὐτῆς παρὰ τοῦ πατρικίου ὡς καλῶς διαλυσαμένης καὶ ἐκυρώθη δι᾽ ὑπομνήματος αὐτοῦ, καίπερ ἀνδρὸς αὐτῇ περιόντος ἔτι. καὶ γὰρ ἔλεγεν ὁ πατρίκιος, μὴ δύνασθαι μὲν τὴν γυναῖκα ἐκποιεῖσθαι τὰ παραδοθέντα αὐτῇ, ὡς ἐξ αὐτῶν μελλούσῃ τρέφειν τὸν ἄνδρα καὶ τοὺς παῖδας, ἔχειν δὲ ἐξουσίαν διαλύεσθαι ἐπὶ δίκῃ. ἀμφιβόλου γὰρ ὄντος τοῦ πράγματος ἡ διάλυσις προβαίνει· καὶ ὑπὲρ ἑαυτῆς τοῦτο ποιεῖ, πολλάκις γὰρ ἐξ ἀποτελέσματος ἡττωμένη ἐπὶ τῇ δίκῃ ζημίαν ἑαυτῇ προξενεῖ.
16
pr.Ὅτι᾽ ἐὰν [ἐν] συνεστῶτι τῷ γάμῳ ἡ γυνὴ πωλήσῃ τι, κἂν σωματικὸς ὅρκος προβῇ, κἂν εἴ τι γένηται, ἄκυρον τὸ πραχθὲν, καὶ ἀνατρέπεται πάλιν τὸ πραθέν. εἰ δὲ καὶ βελ τιώσεις τινὰς ἐν αὐτῷ ποιήσει ὁ ἀγοραστὴς, καταδικαζόμενος καὶ ἀντιστρέφων ἐπιλογὴν ἔχει, ἢ τὴν ἀποτίμησιν τῆς βελτιώσεως ἀπολαβεῖν, ἢ αὐτὰ τὰ βελτιωθέντα, κατ᾿ οὐδὲν ἐλαττῶν τὸ πρωτότυπον.