IusCommune
IusCommune › Textos › Peira › Peira

Peira 1.23

Περὶ ἀποδείξεων καὶ προλήψεων καὶ βεβαιώσεων.

Abrir no leitor do IusCommune →

1

pr.Εἰ προκομίσω γραμματεῖον χρεώστου κεχιωμένον τοῖς κληρονόμοις αὐτοῦ, λέγων, ὡς κατέβαλε τινὰ τῶν κεχρεωστημένων, τινὰ δὲ οὐ, καὶ διὰ τοῦτο ἐχιώθη μὲν τὸ ὁμόλογον, κατέχεται δὲ παρ᾽ ἐμοῦ, ἀναγκάζομαι ἐγὼ τοῦτο δεικνύειν, καὶ ὅτι ἐδάνεισα. μετὰ δὲ τὸ ἀποδεῖξαι ἐὰν οἱ κληρονόμοι προθήσουσιν ', ὡς ἐκλάπη τοῦτο παρά τινος τῶν τοῦ χρεώστου καὶ ἐδόθη τῷ δανειστῇ, ἀναγκάζονται αὐτοὶ τοῦτο δεῖξαι.

2

pr.Ὅτι προκομισθείσης καταθέσεως ἐμμαρτύρου, ἀβέβαιον ταύτην ἐδέξατο ὁ πατρίκιος καὶ οὐδὲ χώραν ἔδωκε τῇ ἐξ ὁμοίων γραμμάτων τοῦ καταθεμένου συγκρίσει. τοῦτο γὰρ οὐκ ἀναγκαῖον ἐφαίνετο.

3

pr.Ὅτι δυνατὸς κατὰ πένητος ἐξ ἀγράφου μαρτυρίας δεικνύειν οὐ συγχωρεῖται ἀπὸ τῆς νεαρᾶς. καὶ τοῦτο ὁ δρουγγάριος ἔκρινε. τῶν γὰρ νεαστῶν τῆς νεαστοῦ κώμης κατεχόντων τόπον ἐν τῷ χωρίῳ τῆς γορδίου κώμης ἐπὶ χρόνοις ραβ, εἶτα τοῦ μητροπολίτου τοῦ φαγίτζη παραδεδωκότος τοῦτον πρὸς τοὺς χωρίτας καὶ μετὰ μικρὸν ἐγκαλεσάντων τῶν μοναχῶν, καὶ πρᾶσιν ὑποδειξάντων, περιέχουσαν πωλεῖν τὸ κτῆμα ἄνευ τῶν λειβάδων καὶ τῶν χωραφίων τῆς γορδίου κώμης, ἔκρινεν ὁ δρουγγάριος, ἵνα περιορισθῇ τὸ χωρίον, καὶ τὰ μὲν ἐνεπειλημμένα τούτῳ ἔχωσιν οἱ χωρῖται, τὰ δὲ ἐκτὸς πίπτοντα ἔχῃ τὸ μοναστήριον. ἠρώτησα δὲ ἐγώ· ὅτι ὁ πολὺς χρόνος ἤγουν τὰ ρκβ ἔτη τὰ διαῤῥεύσαντα ἀπὸ τῆς πράσεως οὐ συμβάλλεται τοῖς μοναχοῖς εἰς τὸ δεσπόσαι τὸν τόπον τὸν ἐντὸς τοῦ χωρίου, εἴπερ εὑρεθῇ ἀδιάκοπος; καὶ ἀπεκρίθη ὁ μάγιστρος· ὅτι τὸ ἔγγραφον λέγει μὴ πωλεῖν αὐτούς τι ἐντὸς τῶν ὅρων τοῦ χωρίου, καὶ τοῦ ἐγγράφου μαχομένου αὐτοῖς πίπτουσιν εἰς ἀγράφους ἀποδείξεις εἴτουν μαρτυρίας, ἵνα δείξωσιν, ὅτι ἐπὶ πολλοὺς χρόνους κατεῖχον τοὺς τοιούτους τόπους, καὶ οὐ προσίεται αὐτοὺς ἡ νεαρὰ νομοθεσία δυνατοὺς ὄντας δεικνύειν κατὰ πενήτων ἀγράφως.

4

pr.Ὅτι ἐκίνησέ τις, ὡς ὁ πατὴρ αὐτοῦ ἐπώλησε πρὸς τὸν δεῖνα χάλκωμα, ὁ δὲ οὐκ ἀπέδωκε τὴν τιμήν· ὁ δὲ ἐναγόμενος ὡμολόγησε μὴ τοσοῦτον χάλκωμα λαβεῖν, ἀλλ᾽ ὀλίγον, καὶ ἀποδοῦναι τὸ τίμημα· καὶ ἠναγκάζετο, ἵνα συστήσῃ τὴν καταβολήν. ὁ δὲ δικάζων οὐ παρεδέξατο τοῦτο, εἰπὼν, ὅτι τὰ σταθμώμενα μετρούμενα ἀριθμούμενα, καὶ ὅσα ἐν τοῖς τοιούτοις, οὐ δέονται ἐγγράφων ἀποδείξεων ἢ ἀγράφων μαρτυριῶν, ἀλλὰ τῇ πίστει τῶν συναλλασσόντων ἐπικρατοῦνται, καὶ ἀμαρτύρως ὁ μὲν τὰ εἴδη, ὁ δὲ τὸ χρυσίον ἀντιδίδωσι, καὶ μετὰ χρόνων παραδρομὴν οὐδεὶς ἀπαιτεῖ τὸν ἀγοραστὴν δεῖξαι τὴν τοῦ τιμήματος καταβολὴν, ὅτι μὴν πρόληψιν ὁ χρόνος ὑπὲρ τοῦ ἀγοραστοῦ μᾶλλον δίδωσι, καὶ τὸ τῇ προλήψει μαχόμενον βαρεῖται ταῖς ἀποδείξεσι· καὶ διὰ τοῦτο μᾶλλον ᾠκονόμησε τὸν ἐναγόμενον ὑποσχεῖν ὅρκον, ὡς κατέβαλε τὸ τίμημα, καὶ ἀπαλλαγῆναι. ὅτι καὶ νόμος λέγει· αἱ μὴ κατ᾿ οἰκείαν φύσιν συνιστάμεναι ἐνοχαὶ οὔτε διὰ δικαστοῦ οὔτε διὰ πραίτωρος οὔτε διὰ νόμων βοηθοῦνται, ἐνοχὰς μὲν κατ ' οἰκείαν φύσιν συνισταμένας φάσκων τὰ τῶν πραγμάτων συναλλάγματα· φύσις γάρ ἐστι τὸν μὲν διδόναι εἴδη, τὸν δὲ ἀντιδιδόναι χρυσίον, καὶ· ἄλλως οὐ συνίσταται τὸ συνάλλαγμα.

5

pr.Ὅτι πρῶτον χρὴ τὸν ἐνάγοντα δεικνύειν τὴν ἰδίαν δεσποτείαν, ἣν λέγει ἔχειν ἐπὶ τόπου, καὶ ὃ καταβάλλεται ὑπὲρ τοῦ τόπου δημόσιον, ἔπειτα τὸν ἐναγόμενον ἀνταποδεικνύειν εἰς παραγραφὴν τὸν χρόνον, καὶ δικαιοῦσθαι μὲν εἰς τὴν τοῦ τόπου κατάσχεσιν, ἀναδέχεσθαι δὲ τὸ τοῦ τόπου δημόσιον, ὅπερ φανεῖ ὁ ἐνάγων τελεῖν· εἰ δὲ μὴ ἡ χρονία παραγραφὴ συσταίη, νικᾶν τὸν ἐνάγοντα· ὥσπερ εἰ καὶ αὐτὸς ἀπείπῃ εἰς τὴν τῆς δεσποτείας ἀπόδειξιν, ἀναντιῤῥήτως τοὺς ἐναγομένους νικᾶν· „τοῦ γὰρ ἐνάγοντος, φησὶν ὁ νόμος ”, „μὴ δεικνῦντος, ὁ ἐναγόμενος νικᾷ, κἂν μηδὲν αὐτὸς ἀποδεικνύῃ. εἰ δὲ τοῦ διώκοντος μέρους περὶ δεσποτείας ἀγωνιζομένου, τὸ διωκόμενον χωρεῖ πρὸς παραγραφὴν χρονίαν, ἀλλ᾽ εἰ καὶ αὐτὸς δεσποτείαν ἰδίαν ἀντιπροβάλοιτο, προσήκει τὸν δικάζοντα παρ᾿ ἀμφοτέρων μάρτυρας ἢ δικαιώματα προστάττειν παραχθῆναι, καὶ εἰ δεήσει διδόναι ἑκατέροις καιρὸν διαβολῆς τε καὶ παραστάσεως, καὶ τοῦτο πράττειν, εἰ ἀνάγκη ὕπεστι, μέχρι τρίτου, εἶτα ἐπιλογὴν ποιεῖσθαι τῶν μαρτύρων, καὶ οἵου ἂν φανῶσι μάρτυρες μέρους πλήθει καὶ ἀξιοπιστίᾳ καὶ στεῤῥότητι προέχοντες, τούτους προκρίνειν εἰς ὅρκον, καὶ λύειν τὰ ἀμφιβαλλόμενα. εἰ δὲ καὶ ἐξ ἀγράφου δικαιώματος ἡ δικαίωσις ἀναφαίνοιτο, τοῦτο ἂν εἴη τοῖς ἄλλοις τὸ κρεῖττον.

6

pr.Ὅτι ὁ καμπανάριος ὁ κριτὴς τοιαύτην προέθετο δίκην· ἐδανείσατό τις παρά τινος ἀγράφως, εἶτα ἀπὼν ἔπεμψε τὸ χρυσίον πρὸς τὸν ἀδελφὸν αὐτοῦ, ἵνα ἐκεῖνος τοῦτο παράσχῃ πρὸς τὸν δανειστὴν, ὁ δὲ προσαγαγὼν τὸ χρυσίον τῷ δανειστῇ ἐζήτει λαβεῖν παρ᾽ ἐκείνου ἀπόδειξιν, καὶ οὗτος οὐκ ἐπείσθη, εἰπὼν ἀγράφως δοῦναι καὶ ἀγράφως ὀφείλειν ἀπολαβεῖν· καὶ παρῆλθε χρόνος, καὶ ὁ χρεώστης ἥκει, καὶ ἐπεζήτει ὁ δανειστὴς τὸ χρέος, ὁ δὲ ἔλεγε πέμψαι τοῦτο μετὰ τοῦ ἀδελφοῦ, καὶ ὁ ἀδελφὸς ὁμολογῶν λαβεῖν τὸ χρυσίον ἔλεγεν, ὅτι πάλιν ἀπέδωκά σοι τῷ ἀδελφῷ μου τοῦτο. τοιαύτης προτεθείσης δίκης ἐζητεῖτο, τίς προτιμηθήσεται εἰς τὸν ὅρκον. καὶ οἱ κριταὶ πάντες εἶπον, ἵνα πρῶτον μὲν δείξῃ ὁ ἀδελφὸς τοῦ χρεώστου, ὅτι ἀντέστρεψε πρὸς τὸν ἀδελφὸν τὸ χρυσίον, κατὰ τὸν λέγοντα νόμον· „ὁ ἐναγόμενος ἐν ταῖς παραγραφαῖς ἐνάγων ἐστὶ, καὶ βαρεῖται ταῖς ἀποδείξεσι. μὴ εὐποροῦντος δὲ τούτου ἀποδείξεων ὀμόσει ὁ ἀδελφὸς αὐτοῦ, ὅτι ἀφ᾿ οὗ ἔπεμψε τὸ χρυσίον οὐκ ἔλαβε τοῦτο παρ᾽ αὐτοῦ. ἀλλ᾽ ὁ. μάγιστρος εἶπε, μὴ χρῆναι βαρυθῆναι τὸν λέγοντα ἀγράφως ἀπολαβεῖν τὸ χρυσίον καὶ ἀμαρτύρως εἰς τὸ συστῆσαι τὴν ἀπόδειξιν ἔγγραφον ἢ ἐμμάρτυρον, ἀλλὰ μᾶλλον αὐτὸν ὑποσχεῖν ὅρκον, ὅτι ἀντέστρεψε τὸ χρυσίον, διὰ τὸν λέγοντα νόμον· „εἴ τις ἢ παρακατατιθέμενος ἢ δανείζων ἢ ἄλλως συμβάλλων ἀρκεσθείη τοῖς γράμμασι μόνον τοῦ πρὸς αὐτὸν συμβάλλοντος, ἐπ᾿ αὐτῷ κείσεται τὸ γινώσκειν, ὡς τῆς αὐτοῦ πίστεως τὸ πᾶν αὐτὸς ἀνηρτήσατο. ἀγράφου γάρ, φησι, δανείου συνεστηκότος καὶ ἀμαρτύρου, πῶς ἐνδέχεται τὴν καταβολὴν ἢ ἔγγραφον γίνεσθαι ἢ ἐμμάρτυρον; καὶ τὸν λέγοντα μὲν δανείσασθαι ἀγράφως· καὶ ὁμολογοῦντα, ὅτι ἔλαβε τὸ χρυσίον, ὅπερ οὔτε ἔγγραφος ἀπόδειξις αὐτοῦ ἐλέγχει οὔτε μαρτύρων παρουσία, ἐνιστάμενον δὲ ποιήσασθαι καὶ τὴν ἀπόδοσιν τοῦ ὀφλήματος ἀμάρτυρον καὶ ἄγραφον, δεκτὸν εἶναι τῷ νόμῳ εἰς τὸ ὀμνύειν καὶ ἀπαλλάττεσθαι. ὃς γὰρ οὐκ ἐφοβεῖτο ἀπόδειξιν αὐτὸν ἐλέγχουσαν ὅτι ἐδανείσατο ἢ μάρτυρας καὶ ὡμολόγησε τὸ δάνειον, πῶς οὗτος οὐ πιστὸς δόξῃ λέγων καὶ καταβαλεῖν καὶ δι᾽ ὅρκου τοῦτο βεβαιῶσαι; πρόληψις γὰρ ὑπεστι, ὅτι εἴπερ ψεύδεται εἰς τὴν ἀπόδοσιν, οὐκ ἂν ὡμολόγησεν ὅλως, ὅτι ἐδανείσατο, ὅτε ἀμάχως ὤφειλεν ὀμνύων ἀπαλλάττεσθαι. τῆς δὲ προλήψεως ὑπούσης ἀνάγκη τὸν μαχόμενον ταύτῃ ἀντίδικον δεικνύειν, καὶ ἀτονοῦντος τούτου τὸν μὴ ἐλεγχόμενον ὀμνύειν. οὕτως οὖν ἐτυπώθη παρὰ τοῦ μαγίστρου ἡ δίκη. ἀντεῖπον ἐγώ· ἂν ἐπὶ τῆς προκειμένης ὑποθέσεως καὶ μάρτυρες εἰσίν· αὐτίκα γὰρ ὁ ἀπὸ τῶν ἔξω ἀποκομίσας τὸ χρυσίον μάρτυς ἐστὶν, ἀλλὰ καὶ ὁ δανειστὴς, ὅστις προκομισθέντος αὐτῷ τοῦ χρυσίου οὐκ ἐπείσθη τοῦτο ἀπολαβεῖν καὶ ποιῆσαι ἀπόδειξιν· καὶ ἐπεὶ διὰ τούτων φανερὸν ἐγένετο, ὅτι ἔλαβε τὸ χρυσίον ὁ ἀδελφὸς, ὤφειλε καὶ αὐτὸς τοῦτο ἀποδιδοὺς φανερὰν ποιῆσαι τὴν ἀπόδοσιν. καὶ ἀπεδέξατο τοῦτο ὁ μάγιστρος, καὶ ἐτύπωσεν ὠμόσαι τὸν πέμψαντα το χρυσίον, ὅτι οὐκ ἀπέλαβε τοῦτο παρὰ τοῦ ἀδελφοῦ. ἀνάγνωθι βι. κβ΄ τί. α΄ κεφ. β΄· „ὁ λέγων, οὐ μὴν ὁ ἀρ νούμενος δεικνύει. Παραγραφή· „πλὴν εἰ μὴ προλήψει ἐναντιοῦται ἡ ἄρνησις. καὶ κεφ. ζ΄· „εἰ καὶ τὰ μάλιστα ὁ παραγραφόμενος ὃ λέγει δείκνυσιν, ὅμως ἐὰν γένηταί μοι σύμφωνον μὴ μνημονεῦον κληρονόμων, προλήψει γενικόν ἐστιν, εἰ μὴ δείξει ὁ ἐνάγων προσωπικὸν αὐτὸ εἶναι.

7

pr.Ὅτι δίκαι πολλαὶ ἐκινήθησαν κατὰ τοῦ μαγίστρου τοῦ σκληροῦ, λεγόντων τινῶν ἀφαίρεσιν πραγμάτων αὐτῶν ὑποστῆναι καὶ εἰς φυλακὰς ἐμβληθῆναι καὶ τυφθῆναι. ἔνθα μὲν οὖν εὕρισκεν ὁ μάγιστρος καὶ ὁ δρουγγάριος ὡς ὑπέστη τὶς τιμωρίαν καὶ φυλακῆς κάκωσιν καὶ ἀπώλειαν χρυσίου, ἐκεῖνον μόνον τοῦτο ἐβάρυνε δεικνύειν, ὅτι ἀπεκλείσθη τυχὸν [ἢ] ὅτι ἐτύφθη, καὶ τότε προετίμα αὐτὸν εἰς τὸ ὀμνύειν, λέγων λογισμὸν, ὅτι ἐπεὶ ἀπέκλεισας αὐτὸν καὶ ἔτυψας καὶ ἐκάκωσας, πρόληψίς ἐστιν, ὅτι καὶ ἃ ἐπεφέρετο ἀφείλου, καὶ διὰ τοῦτο προτιμῶ αὐτὸν εἰς τὸν ὅρκον· πρόληψις γάρ ἐστιν ἐνταῦθα. ὅπου δὲ μὴ ἐδείκνυτο βία ἢ κάκωσις, τότε ἐξ ὀρθοῦ ἀρνουμένου τοῦ μαγίστρου, ἀποδείξει ἐβάρυνε τὸν ἐνάγοντα, καὶ ἐξ ἀπορίας ὅρκον ἐπέφερε τῷ μαγίστρῳ.

8

pr.Καὶ τί. δ΄ κεφ. ιε΄ 2· „ἔνθα μὴ συνεφωνήθη, ἵνα τὸ δίκαιον, ὅπερ ὁ πράτης ἔχει, αὐτῷ εἴη πεπραμένον, ἀναγκάζεται δεῖξαι κληρονόμον ἑαυτόν.

9

pr.Ὅτι ἀρνουμένου τινὸς ἔχειν τινὰ συγγενῆ ἔγραψεν ὁ μάγιστρος· τὴν πρὸς τὸν ἀνδρέαν συγγένειαν διαφεύγων ὁ ὡστιάριος ὀμνύειν μὲν εἶχε πρὸς ἀνάγκην πρῶτον κατὰ τὸν νόμον, ἔπειτα συστάσεις καὶ ἀποδείξεις ἀπαιτεῖν τὸν ἐνάγοντα. ἀλλ᾽ ὁ ἀνδρέας τὸν ἐντελῆ τούτῳ ἐπῆγεν, ὁ δὲ ἀντεπήγαγεν.