IusCommune
IusCommune › Textos › Peira › Peira

Peira 1.22

Περὶ ἀποτιμήσεως πάντων καὶ ὑπερθεματισμῶν.

Abrir no leitor do IusCommune →

1

pr.Ἐπὶ τῆς ἀποτιμήσεως τῶν ἐνοικικῶν τὰ μὲν ἔχοντα ἐνοίκους, πρὸς τὸ ἐνοίκιον αὐτῶν τυποῦσι καὶ τὴν τιμὴν τῶν ἐνοικίων, τὰ δὲ μὴ ἔχοντα ἐνοίκους, ἀλλὰ κενὰ ὄντα ἐρευνῶσιν εἴ τι εἶχεν ἐνοίκιον, καὶ οὐ πρὸς τοῦτο τυποῦσι τὴν τιμὴν, ἀλλὰ τὸ τρίτον [τοῦ] ἐνοικίου ἀφελόντες πρὸς τὸ δίμοιρον τυποῦσι τὸ τίμημα.

2

pr.Ὅτι ὅτε περιγραφῇ τις εἰς διατίμησιν, τὸν τετραετῆς χρόνον ἔχει βοηθοῦντα αὐτῷ εἰς τὸ αἰτεῖν πάλιν γενέσθαι τὴν διατίμησιν καὶ ἀναλαμβάνειν τὸ ἐκ τῆς περιγραφῆς ποσόν.

3

pr.Ὅτι ὁ ὑπερθεματισμὸς τετραχῶς γίνεται· ἢ γὰρ ὁ δημόσιος τὸ ἴδιον πιπράσκει, καὶ χώραν ὁ ὑπερθεματισμὸς ἔχει κατὰ τὸν λέγοντα νόμονο· „ἐὰν ἠγόρασας ἀπὸ πόλεως ἀγρὸν ἄνευ αἱρέσεως, τελεία ἐστὶν ἡ πρᾶσις καὶ ὑπερθεματισμὸν οὐ φοβεῖς. τοῦτο γὰρ ἐπὶ τοῦ δημοσίου ἐστί. καὶ ὅρα τὴν τοῦ νόμου ἀκρίβειαν, ὅτι ἐπὶ τῶν παρὰ τοῦ δημοσίου ἐκποιουμένων ὁ ὑπερθεματίζων οὐκ ἀποτειχίζεται, εἰ τὰ τοῦ πολλοῖς ἐνεχομένου πράγματα πωλεῖται καὶ τῷ ὑπερθεματίζοντι ἐκχωρεῖται τὰ πράγματα. καὶ διέξεισιν ὁ νόμος βι. νς ' τί. ς ' κεφ. έτο „ὅταν τὰ πράγματα τοῦ τελευτήσαντος πωλήσῃ ὁ δημόσιος κατὰ ὑπερθεματισμὸν, ἐχέτωσαν αὐτὰ οἱ λαμβάνοντες μὴ ἀπὸ θείου γράμματος ἀνατρεπόμενα. ἐπειδὴ γὰρ καὶ τοῖς ἥττοσι τῶν κε ἐνιαυτῶν, εἴποτε ἐκ τῶν πραγμάτων αὐτῶν ὑπὲρ δημοσίων χρεῶν προσκυρωθῇ ὁ ἀγοραστὴς, καὶ οὗτοι ἔχοντες ἀποκαταστάσεως δίκαιον κακῶς βασιλικὴν ἀντιγραφὴν αἰτοῦσιν. ἢ κατὰ σύμφωνον καὶ ὅρον ὁ ὑπερθεματισμὸς τυποῦται, καὶ ἔνδον τοῦ ὡρισμένου καιροῦ προβαίνει, ὡς ὁ νόμος λέγει βι. ιθ ' τί. β΄ κεφ. κ΄· „δυνατὸν καὶ ἐπὶ τῷ ὑπερθε ματίζοντι συμφωνεῖν τὴν τῆς ἡμέρας ὡρισμένην ἔκβασιν, ὥστε ἀφαιρεθῆναι αὐτοῦ τὸ πραθὲν ἄλλου ὑπερθεματίζοντος, καὶ τοῦτο ἐπὶ τρίτου ἀγοραστοῦ καὶ περαιτέρω. ἢ τὰ τῶν ἐπιτρόπων εὐώνως ἀποκτῶνται καὶ διὰ ὑπερθεματισμοῦ τὸ δίκαιον ἀνασώζεται τίμημα. καὶ λέγει νόμος· „ἐπίτροπος ἢ φροντιστὴς ἢ ἀλλότρια πράγματα διοικῶν ἀγοράζων τὶ κατα ὑπερθεματισμὸν ἐκ τῆς παρ᾽ αὐτοῦ διοικουμένης οὐσίας, ὃ ἐνόμιζε τοῦ πρωτοτύπου εἶναι, διὰ τῆς χρονίας νομῆς δεσπόζει. εἰ δὲ ἧττον ἀγοράσει ἢ ἑτέρῳ πωλήσει ὁ ἐπίτροπος, ἐνάγεται τῇ κατὰ τῶν ἐπιτρόπων ἀγωγῇ. καὶ τοῦτο δείκνυσιν ὡς καὶ αὐτὸς ὁ ἐπίτροπος καὶ ὁ ἔξωθεν ὀφείλει ὠνεῖσθαι καὶ μάλιστα τὰ εἰς ψυχικὴν ὠφέλειαν διαβαίνοντα.

4

pr.Ὅτι χρεωστοῦντος ἀνδρός τινι, καὶ τὴν περὶ προικὸς ἀγωγὴν κινησάσης τῆς γυναικὸς αὐτοῦ, καὶ τιμηθείσης τῆς ὑπάρξεως τοῦ ἀνδρὸς καὶ τῆς γυναικὸς, καὶ ἔτι ποσότητος ἐλλειπούσης πρὸς τὸ ἀποπληρωθῆναι τὴν προῖκα, τοῦ δὲ δανειστοῦ ὑπερθεματισμὸν τῶν διατιμηθέντων εἰδῶν ποιουμένου, ὁ δρουγγάριος προσέταξεν, ἵνα, εἴπερ αἱροῖτο ὁ δανειστὴς, ἀναλάβηται τὰ ἀποτιμηθέντα πάντα καὶ δῷ τὸ χρυσίον τῇ γυναικὶ καὶ δέξηται καὶ τὸ χρέος αὐτοῦ. καὶ γέγονε τοῦτο· ὀλίγον γὰρ ἦν τὸ χρέος, καὶ ἡ ἐλλείπουσα ποσότης ὀλίγη πρὸς τὴν ὁλότητα τῆς προικός.

5

pr.Ὅτι ἡ ἀποτίμησις οὐ πρὸς τὸ σήμερον σκοπεῖται, ἀλλὰ πρὸς τὸν τῆς ἐκποιήσεως καιρόν.

6

pr.Ὅτι ἐνήγαγέ τις ὡς ἐμειώθη τὸ κτῆμα παρὰ τοῦδε, καὶ εὑρέθη ἡ μείωσις, καὶ κατεδικάσθη ὁ ἐλαττώσας δοῦναι τὴν μείωσιν· ὁ δὲ οὐκ ἐπείσθη. καὶ μετὰ χρόνον πολὺν κινηBasil. ed. Heimb. V p. 158. Cf. Suppl. edit. Heimb. p. 262. Наес verba emendatione indigent: puta legendum ἐπὶ τῶν ἐπιτρόπων, ἵνα μὴ εὐώνως θείσης τῆς τοιαύτης ὑποθέσεως ὁ καταδικασθεὶς ἔλεγε μὴ καλῶς γεγονέναι τὴν τίμησιν. γέγονεν ἑτέρα τίμησις, καὶ περιέστη εἰς πολὺ πλέον τῆς προτέρας τιμήσεως, καὶ ἔκρινεν ὁ μάγιστρος διὰ τὸ συμπαθέστερον τῇ προτέρᾳ στιχῆσαι τάξει καὶ τιμήσει.

7

pr.Καὶ βι. ιθ ' τί. β΄ κεφ. δ.· Εἴτε ὁ δεύτερος ἀγοραστὴς πεπλασμένως ὑπεβλήθη εἴτε μὴ ποιεῖ κρείττονα τὴν αἵρεσιν τοῦ πράτου, ἡ πρᾶσις παρὰ τῷ πρώτῳ ἀγοραστῇ μένει, εἴτε χωρὶς αἱρέσεως εἴτε ὑπὸ αἵρεσιν συνέστη.

8

pr.Θέ. γ΄'· „Κρείττων ἡ αἵρεσις γίνεται καὶ ἐν πλείονι ποσῷ, καὶ ἐν ταχυτέρᾳ ἢ εὐτυχεστέρᾳ καταβολῇ, καὶ ἐν τόπῳ ἐπιτηδειοτέρῳ, καὶ ἐν εὐπορωτέρῳ ἀγοραστῇ, καὶ ἐν τῷ ἀγοράσαι ἐπὶ ἐλαφροτέρᾳ αἱρέσει, καὶ ἐν τῷ μὴ ἀπαιτηθῆναι τὸν πράτην ἱκανοδοσίαν καὶ τὰ λοιπὰ, ὅσα ἦν ἐν τῇ πρώτῃ πράσει βαρέα, κἂν ἧττον τίμημα δίδωσιν. τὰ γὰρ λυσιτελοῦντα τῷ πράτῃ κρείττονα ποιεῖ τὴν αἵρεσιν αὐτοῦ.

9

pr.Καὶ κεφ. κς ' 3· „Ἐὰν μὴ γένηται ἀληθὴς ὑπερθεματισμὸς, ὁ πρῶτος ἀγοραστὴς κερδαίνει τοὺς ἐν μέσῳ καρπούς. εἰ δὲ γένηται, ἀποδίδονται τῷ πράτῃ, κἂν ὑπερθεματίσῃ κατὰ τοῦ δευτέρου καὶ μείνῃ ἔχων τὸ πρᾶγμα· εἰ μὴ ἕτερον συνεφωνήθη.

10

pr.Καὶ θέ. β΄· „Φθαρέντος τοῦ πραθέντος ὑπερθεματισμὸς οὐ γίνεται προφάσει τῶν καρπῶν αὐτοῦ καὶ τοῦ τοκετοῦ. εἰ δὲ δύο δούλους ἐπώλησεν ὑπὸ ἡμέραν ὡρισμένην κ νομίσματα, καὶ τοῦ ἑνὸς ἀποθανόντος δίδωσί τις εἰς τὸν ζῶντα πλέον τῶν κ΄, λύεται ἡ πρώτη πρᾶσις. λύεται [δὲ καὶ] τὸ ἐνέχυρον· εἰκὸς γὰρ ἦν ὑποθέμενος ὁ ἀγοραστὴς, ὡς ὢν δεσπότης ἐν τῷ μέσῳ χρόνῳ. Παραγραφή· „ἐπὶ γὰρ τῆς αἱρετικῆς πράσεως, κἂν παραδοθῇ τὸ πρᾶγμα τῷ ὠνησαμένῳ, δεσπόζειν οὐ δύναται. τί γάρ; ὅτι ἐπώλησέ τις θεράπαιναν τ νομισμάτων ἢ ἀγρὸν ῷ, καὶ ἐν τῷ μεταξὺ τῆς θεραπαίνης ἤδη τεκούσης ἢ τῶν καρπῶν συναγέντων ἀπὸ τοῦ ἀγροῦ ἐτελεύτησεν ἡ θεράπαινα ἢ χάσματι ἀπώλετο ὁ ἀγρὸς, καὶ ἐλθών τις ἐπὶ μὲν τῷ τεχθέντι ἀπὸ τῆς θεραπαίνης δέδωκε νομίσματα ιβ΄, ἐπὶ δὲ τοῖς καρποῖς τοῦ ἀγροῦ ῥκ· οὐκ ἔῤῥωται ὁ ὑπερθεματισμὸς, ἐπειδὴ μὴ ἐπ᾿ αὐτῷ τῷ πρωτοτύπῳ γένηται πράγματι.

11

pr.Καὶ κεφ. ζ΄· „Ἔξεστι τῷ πράτῃ, γενομένης τῆς αἱρέσεως αὐτοῦ κρείττονος, προσκυροῦν τῷ δευτέρῳ, εἰ μὴ πλέον ὁ πρῶτος ὑπερθεματίζει. ἀναγκάζεται οὖν δηλῶσαι τῷ πρώτῳ ἀγοραστῇ, ἵνα, ἐάν τις ὑπερθεματίζῃ, ἔξεσται αὐτῷ ὑπερθεματίζειν. Παραγραφή· „μὴ εἴπῃς, ὅτι πλέον ὧν προσέθηκεν ὁ δεύτερος ἀγοραστὴς ὀφείλει προσθεῖναι ὁ πρῶτος. τὸ γὰρ πλέον οὐ πλέον τοῦ προστεθέντος παρὰ τοῦ δευτέρου ἀγοραστοῦ δηλοῖ, ἀλλὰ τὸ πλέον ὃ προσέθηκεν ὁ δεύτερος ἀγοραστής.

12

pr.Καὶ κεφ. ια΄· „Δυνατὸν καὶ ἐπὶ τῷ ὑπερθεματίζοντι συμφωνεῖν τὴν τῆς ὡρισμένης ἡμέρας ἔκβασιν· ὥστε ἀφαιρεθῆναι αὐτοῦ τὸ πραθὲν ἄλλου ὑπερθεματίζοντος· καὶ τοῦτο ἐπὶ τρίτου ἀγοραστοῦ καὶ περαιτέρω.

13

pr.Καὶ κεφ. ιβ΄ θέ. β΄ 2. „Ὁ δεύτερος ἀγοραστὴς μόνον τὸ πρᾶγμα, καὶ οὐ τοὺς καρποὺς λαμβάνει. οὐ παρὰ τοῦτο δὲ, ἐὰν τὸ αὐτὸ τῷ πράτῃ δίδωσι τίμημα, δοκεῖ γενέσθαι κρείττων ἡ αἵρεσις τοῦ πράτου, ὡς αὐτοῦ μέλλοντος τοὺς καρποὺς κερδαίνειν.

14

pr.Καὶ κεφ. κ΄· „Ἐὰν ἐκ καινῆς πρᾶγμα προτεθῇ τῷ ὑπερθεματίζοντι, ἄξιον ὂν τῆς παρ᾽ αὐτοῦ γενομένης προσθήκης, ἡ πρώτη πρᾶσις οὐ λύεται· ὥσπερ οὔτε [εἰ] ὑπερθέσεως ἐπὶ τῇ καταβολῇ δοθείσης, τοσοῦτος ἠδύνατο ληφθῆναι τόκος, ὅση ἐστὶν ἡ γενομένη προσθήκη. ἀποδιδοὺς ὁ πρῶτος ἀγοραστὴς τοὺς καρποὺς παρακρατεῖ, ὅσα κατὰ τὸ ἀναγκαῖον ἐδαπάνησεν. εἰ δὲ μὴ ἀρκοῦσιν οἱ καρποὶ, ἀπαιτεῖ τὸ λοιπὸν ἢ τὴν τιμήν.

15

pr.Καὶ κεφ. κ΄· „Ἐὰν δύο κοινωνῶν ἀγορασάντων ὁ εἷς ἐξ αὐτῶν ὑπερθεματίσῃ, κατὰ τὸ ἀνῆκον αὐτῷ μέρος ἡ πρώτη πρᾶσις ἀνατρέπεται. Παραγραφή· „Καὶ τί τὸ ἀποτέλεσμα; ὅτι ἐπὶ τῷ μέρει αὐτοῦ τῆς προτέρας λυθείσης πράσεως ἀναδίδωσι τοὺς καρποὺς τοῦ οἰκείου μέρους τῷ πεπρακότι.

16

pr.Καὶ κεφ. τελευταῖον· „Ὑπερθεματισμοῦ γενομένου οὐκ ἔχει κατὰ τοῦ ὑπερθεματίσαντος ὁ πρῶτος ἀγοραστὴς περὶ ὧν ἔδωκε τιμῶν, εἰ μὴ δοθέντα εἰς τόπον τοῦ πράτου αὐτοῦ ἐπερώτησεν.

17

pr.Ὅτι ἐὰν δοθῇ κτήματος νομὴ παρὰ τοῦ δικαστοῦ τινι, καὶ κατασχεθῇ ἐπὶ χρόνους τινὰς, καὶ μέλλει γενέσθαι τοῦ κτήματος διατίμησις, ὁ καιρὸς σκοπεῖται, καθ᾽ ὃν τὸ κτῆμα ἐπὶ νομῇ παρεδόθη. οὕτω γὰρ ὁ μάγιστρος ἐσημειώσατο· τὴν μέντοι διατίμησιν τῶν ἀκινήτων γενέσθαι κατὰ τὴν ποιότητα καὶ κατάστασιν, ἣν εἶχον, ὅτε τὰ κτήματα εἰς νομὴν ἔλαβεν ὁ ἐπίσκοπος, ὡσὰν εἰ μέν τι τούτων μεμείωται, τὴν ζημίαν αὐτὸς ἐπιγνῷ, εἰ δὲ βελτίωσις γέγονε, τὸ κέρδος ταύτης σχοῖεν οἱ βελτιώσαντες. νενόμισται γὰρ ἐν τοῖς τοιούτοις μὴ κερδαίνειν τινὰ ἐκ τῆς ἑτέρου ζημίας.

18

pr.Ὅτι ὁσάκις διαβάλλεται ἡ διατίμησις τῆς προικὸς, ὡς κατὰ περιγραφὴν τοῦ ἀνδρὸς εὐτελεστέρα γενομένη, συμβῇ δὲ τὸ τῆς γυναικὸς μέρος νέμεσθαι τὰ διατιμηθέντα πράγματα, κινοῦντος τοῦ ἀνδρὸς ἀντίκειται παρὰ τῶν παίδων καὶ κληρονόμων αὐτῆς δόλου παραγραφή. εἰ δὲ ὁ ἀνὴρ μέμφεται τῇ διατιμήσει, τῆς ἀληθείας δεικνυμένης τὴν δικαίαν διατίμησιν ἀναγκάζεται παρασχεῖν μόνην. ταῦτα μὲν, εἰ σώζονται τὰ πράγματα· εἰ δὲ ἀπώλοντο, τὸ ἐγκείμενον τῷ προικῴῳ συμβολαίῳ μόνον τίμημα καταβάλλεται.