Peira 1.21
Περὶ κοινωνίας.
Abrir no leitor do IusCommune →1
pr.Ὅτι ὁ νόμος οὐ μόνον ἀπὸ ῥημάτων ἀλλὰ καὶ ἀπὸ πραγμάτων μόνων τὴν κοινωνίαν σύστασιν λαμβάνειν διακελεύε ται, καὶ διέξεισι γάρ· συνίσταται πραγμάτων κοινωνία...... ὄντα τὰ πράγματα ἐν τοῖς τοιούτοις, καὶ οὐχ ὁ πλείονα τὴν κοινότητα ὠφελῶν τὸ μεῖζον μέρος ἀποφέρεται, ἀλλ᾽ ἑκάτεροι ἐξ ἰσότητος πρὸς τὸν διαμερισμὸν ἐνέχονται. καὶ ἐσημειώσατο ὁ δικαστὴς ἐπὶ δίκῃ οὕτως· καὶ οἱ εἰρημένοι αὐτάδελφοι, ὁμοζοῦντες καὶ κοινὸν βίον ἔχοντες, τὰ πατρῷα καὶ τὰ ἐπικτηθέντα δίκαιοι ἂν εἶεν ἐπιμερίσασθαι. ὅτι καὶ ὁ νόμος τοῦτο βούλεται λέγων, ὅτι πᾶσα κληρονομία δυναμένη ἀπαιτεῖσθαι διαιρεῖται [διὰ τοῦ] διαιροῦντος τῇ φαμιλίᾳ τὸν κλῆρον δικαστηρίου.·· [β.] Ὅτι φησὶν ὁ νόμος· „ἐὰν ἀδελφοὶ ἐπὶ κοινωνίᾳ τὰς τῶν γονέων [οὐ] διείλοντο κληρονομίας, οὐ κοινοποιοῦσι τὰ ἔξωθεν αὐτοῖς κτηθέντα καὶ ταῦτα μὲν ἀπὸ κληρονομίας, τὰ δὲ ἀπὸ σπουδῆς περιερχόμενα καὶ ἐπιμελείας οὐ τῶν ἔξωθεν, ἀλλὰ τῆς κοινότητος νοοῦνται. καὶ λέγει ὁ νόμος· „ἐὰν ἁπλῶς γένηται κοινωνία καὶ μὴ λεχθῇ ἐπὶ τίνι, δοκεῖ συνίστασθαι ἐπὶ τῷ πόρῳ, τουτέστιν ἐπὶ τῷ γινομένῳ κέρδει ἀπὸ πράσεως καὶ ἀγορασίας, μισθώσεως καὶ ἐκλήψεως. πόρος γὰρ ἐστὶν ὁ ἀπὸ καμάτων τινὶ περιγινόμενος, κληρονομίαι δὲ καὶ λεγάτα καὶ δωρεαὶ οὐ περιέχονται.
3
pr.Ὅτι ἐὰν συστήσηται κοινωνίαν παγανὸς καὶ στρατιώτης, καὶ τὰ ἀπὸ τῆς στρατείας κοινοποιοῦνται. φησὶ γὰρ ὁ νόμος· „εἰ καὶ τὰ μάλιστα ὁ αὐτεξούσιος οὐ συνεισάγει τῷ ὑπεξουσίῳ τὰ ἀπὸ στρατείας γινόμενα σιτηρέσια, ἐπειδὴ εἰ καὶ ὑπεξούσιος ἦν οὐ προσεπόριζε τῷ πατρὶ, ὅμως ἐὰν ἀδελφοὶ κοινωνίαν συστήσονται, καὶ ταῦτα κοινοποιοῦνται. εἰκότως, ὅτι πλατυτέρα ἐστὶν ἡ ἑκατέρων βούλησις τῆς ἐκ τῶν νόμων ἀνάγκης. ἄδικον γάρ ἐστιν, ἐν ταῖς τοιαύταις ἀνάγκαις τὰ μὲν κοινοποιεῖσθαι, τὰ δὲ θάτερον ἰδιοῦσθαι.
4
pr.Ὅτι ἡ προῖξ ἡ κερδαινομένη παρ᾽ ἑνὸς τῶν κοινωνῶν οὐ το συνυπάγεται τῇ κοινωνίᾳ. καί φησι νόμος "· „λυομένης τῆς κοινωνίας ὑπεξαιρεῖ ὁ κοινωνὸς τὴν προῖκα τῆς ἑαυτοῦ γαμετῆς· εἰ δὲ προελύθη ὁ γάμος, τῇ ὡρισμένῃ προθεσμίᾳ ἡ προῖξ ἀποδίδοται. εἰ δὲ πᾶσα ἢ μέρος αὐτῆς ἐκερδάνθη, εἰς ἀγοράσῃ ὀφφίκιον, ἀναγκάζεται ποιῆσαι τὸ ἱκανὸν τοῦ ἡμίσεως τιμήματος τῷ κοινωνῷ. φησὶ γὰρ ὁ νόμος· „δύο ὄντων κοινωνῶν ἕτερος ἐκ τῶν ἐπικοίνων πραγμάτων ἠγόρασεν ἑαυτῷ πράγματα. τούτων μὲν αὐτὸς γίνεται δεσπότης, ἐνάγεται δὲ καὶ ἀναγκάζεται ποιῆσαι τὸ ἱκανὸν τοῦ ἡμίσεως καὶ τὸ ἀζήμιον τοῖς κληρονόμοις τοῦ κοινωνοῦ.
6
pr.Βι. ιθ΄ τί. β΄ κεφ. τελευταῖον· „Ἐὰν δύο κοινωνῶν ἀγορασάντων ὁ εἷς ἐξ αὐτῶν ὑπερθεματίσῃ, κατὰ τὸ ἀνῆκον αὐτῷ μέρος ἡ πρώτη πρᾶσις ἀνατρέπεται. Παραγραφή· „καὶ τί τὸ ἀποτέλεσμα; ὅτι ἐπὶ τῷ μέρει αὐτοῦ τῆς προτέρας λυθείσης πράσεως ἀποδίδωσι τοὺς καρποὺς τοῦ οἰκείου μέρους τῷ πεπρακότι.
7
pr.Ὅτι ὁ ἐν ἑνὶ κτήματι κοινωνὸς, οὐ δύναται πάντα τὰ προσόντα μονομερῶς τῷ κοινωνῷ εἰς διανέμησιν ἕλκειν.