Peira 1.18
Περὶ καινοτομίας.
Abrir no leitor do IusCommune →1
pr.Ὅτι ἐγκαλεσάντων τινῶν, ὡς μετοχετεύθη ὑπό τινων τὸ τοῦ ποταμοῦ ῥεῦμα καὶ πλησίον τῶν ὁρίων αὐτῶν ἤχθη, καὶ τοῦ ὀρύγματος καμπὴν δεχομένου σχολαιοτέρως τὸ ὕδωρ ῥέει ἀνακοπτόμενον καὶ πολλάκις τοῦ τάφρου ὑπεῤῥεόμενον ἐπικλύζει τὰ σπειρόμενα τόπια καὶ ζημιοῖ αὐτοὺς ἀφορήτως, ἐπεὶ συνωμολογήθη παρὰ τῶν ἐναγομένων τοῦτο, καὶ διὰ μέσου παραδραμὼν χρόνος βραχὺς ἐφάνη καὶ μὴ ἀρκῶν εἰς παραγραφὴν, ἐσημειώσατο ὁ βέστης, σκοπηθῆναι τὸν τόπον καὶ πραγματικῶς ζητηθῆναι, εἴπερ ἐκ τῆς μετοχετεύσεως βλάβη τὶς γίνεται, καὶ εἰ τοῦτο εὑρεθῇ, μὴ μόνον τὰ γεγονότα ζημιώματα τοῖς ἀντιδίκοις ἱκανωθῆναι ἐννόμως, ἀλλὰ καὶ τὸ καινὸν ἔργον ἐπὶ σχήματος ”, διὰ τὸ βούλεσθαι τὸν νόμον ἑκάστῳ ἐξεῖναι ἐν τοῖς ἰδίοις ποιεῖν ὃ βούλεται, εἰ μὴ βλάπτει τὸν γείτονα.
2
pr.Ὅτι ἐξελάβετό τις κτῆμα χωρὶς καπνικοῦ καὶ συνωνῆς, καὶ μέλλων ἀντιστρέφειν τοῦτο ἐνήχθη. καὶ ἔκρινεν ὁ μάγιστρος, εἰ μὲν ὅτε ἐξεδίδοτο καπνικοῦ καὶ συνωνῆς ὑπέκειτο βάρει, οὕτω καὶ ἀναστραφήσεται πρὸς τὴν ἐπισκοπὴν βεβαρη μένον· εἰ δὲ ἐλεύθερον τοῦτο πρότερον ἦν, καπνικὸν μὲν ὑπεραναδέξεται· ὁ ἐπίτροπος· οὐ γὰρ ἐπὶ τὸ ἀοίκητον εἶναι τὸ κτῆμα ἐξεδίδοτο, ἀλλ᾽ ἐπὶ τῷ τὸν ἐργαζόμενον ἔχειν· τὸ δὲ τῆς συνωνῆς ζημίωμα οὐ προσδέξεται, εἴπερ ἡ ἔννοια τῆς ἐκδόσεως ἄλλως ἔχει, ἀλλ᾽ οὐχὶ ζευγελατεῖον ἐγκαταστῆναι τῷ τόπῳ. καλαμὼν γὰρ, ὡς φησιν, ἐξεδόθη καὶ μέρος καλαμῶνος ἠρημωμένου ἐπ᾿ ἐλπίδι τοῦ βελτιωθῆναι, ὥστε τὴν τίμησιν μέρος ἀποκαθιστάμενον τῷ οἰκείῳ.
3
pr.Ὅτι δίκης κινηθείσης ὅτι δοῦλός τινος ἔφθειρε παρθένον δούλην τινὸς, ὥρισεν ὁ πατρίκιος ἀποτιμηθῆναι τὴν δούλην, ὡς ἦν πρότερον, ἤγουν παρθένον, καὶ νῦν ἐφθαρμένην, καὶ τὸ μειούμενον τῆς ἀποτιμήσεως διπλοῦν ἀναδοῦναι τὸν δεσπότην τοῦ δούλου πρὸς τὸν δεσπότην τῆς δούλης.
4
pr.Ὅτι ὅτε περιγραφῇ τις εἰς διατίμησιν, τὸν τετραετῆ χρόνον ἔχει βοηθοῦντα αὐτῷ εἰς τὸ αἰτεῖν πάλιν γίνεσθαι διατίμησιν.
5
pr.Ἡ δουλεία ἀπόψεως θαλάσσης ἐπὶ μόνης τῆς εὐδαίμονος ταύτης πόλεως φυλάσσεται, καὶ κωλύεται ὁ κτίζων καὶ ἐμποδίζων τὴν ἄποψιν κατὰ νομικὴν παρατήρησιν· ἐπὶ δὲ τῶν ἔξω οὐ φυλάσσεται. τοῦτο ὁ μάγιστρος ἔκρινεν ἐν χρυσοπόλει, καὶ εὑρὼν τοὺς ἀντιγραφεῖς φυλάξαντας τὸν ὅρον τῆς ἀπόψεως κατεδίκασε πρὸ πολλοῦ. νῦν δὲ προκομισθείσης τῆς σημειώσεως αὐτοῦ, ἀπεδέξατο τὸν λογισμὸν, καὶ ἐρωτηθεὶς εἶπεν, ὅτι ἔνθα δύναται ἄνθρωπος διέρχεσθαι καὶ ἐμπεριπατεῖν τοῖς αἰγιαλοῖς, τίς ἡ χρεία κωλύειν τὸν γείτονα παρατηρεῖσθαι τὰς διαστάσεις; ἐνταῦθα μὲν γὰρ συγκεκλειόμεθα τοῖς τείχεσι, καὶ οὐκ ἐνὸν ἡμῖν καταλιπόντας τὰς οἰκίας αἰγιαλοῖς διανυκτερεύειν, ἐπὶ δὲ τῶν ἔξω οὔτε τείχη διείργουσιν αὐτοῖς τὴν θάλασσαν, καὶ τούτοις ἀκώλυτον τὸ διηνεκῶς ἐν τοῖς αἰγιαλοῖς εἴπερ βούλονται ἐμφιλοχωρεῖν.
6
pr.Ὅτι ἀνάρχως λαβόντος τινὸς ἀμπελῶνα, ἐκρίθη τοῦτον ἀντιστραφῆναι καὶ ἀπαιτηθῆναι καὶ μείωσιν καὶ καρπούς. καὶ ἐσημειώσατο ὁ δικαστής· οὕτως καταδεδίκασται ὁ δεῖνα ἀποτίσαι τῷ μετρητῇ τῶν ἑπτὰ χιλιάδων τοὺς ἀμπελῶνας καὶ τὴν αὐτῶν μείωσιν, πρὸς δὲ καὶ καθαροὺς καρπούς· καὶ γὰρ αἱ μὲν τέσσαρες χιλιάδες ἀντὶ χρυσίου λίτρας μιᾶς παραδέδονται, αἱ δὲ τρεῖς· αὐτονόμως ἀφηρημέναι οὐκ ἐλάττονος τιμηθήσονται τῶν νδ νομισμάτων, ἀλλὰ τῇ τῶν τεσσάρων ἕψονται διατιμήσει. καὶ καθόσον τῆς μιᾶς τοῦ χρυσίου λίτρας καὶ τῶν ἢ πρὸς τοῖς δ νομισμάτων ἡ τῆς γυμνῆς γῆς ἀποδείκνυται τίμησις, εὐθυνθήσονται δικαίως. ἀντὶ δὲ καρπῶν διὰ τὴν ἀδηλίαν τούτων τόκους ὑφέξουσι τοὺς ἀπὸ τρίτης ἑκατοστῆς. ἕως μὲν γὰρ ἦσαν οἰνοφύτοις οἱ τόποι κομῶντες, δῆλον, ὅτι λίτρας μιᾶς καὶ νομισμάτων νδ κεχρεώστηνται τόκοι καθ ἕκαστον ἐνιαυτόν· ἀφ᾽ οὗ δὲ τὴν ἐκ τῶν κλιμάτων πρόσοδον ἀπέβαλλον, ἐλάττονος τιμήματος ὀφείλονται τόκοι κατὰ τὴν ὑποβιβαζομένην τίμησιν· λόγου γὰρ γινομένου μειώσεως, οὐκ ἐνδεχόμενόν ἐστιν οὐδὲ δίκαιον τόκους δίδοσθαι πρὸς τὴν προτέραν τίμησιν δηλαδὴ τὴν πρὸ τῆς μειώσεως.