IusCommune
IusCommune › Textos › Peira › Peira

Peira 1.19

Περὶ ἐνεχύρων καὶ τόκων καὶ διαφερόντων καρπῶν.

Abrir no leitor do IusCommune →

1

pr.Ἐὰν χρεωστῶν σοι καὶ δοὺς ὑπὲρ τοῦ χρέους ἐνέχυρα συμφωνήσω ὑπὲρ αὐτοῦ τόκον, εἶτα ἔλθω ἐπιζητῶν τὰ ἐνέχυρα διδοὺς τὸ χρυσίον, καὶ τοῦτο πράξω ἐν ὑπομνήματι, σὺ δὲ μὴ ἔχων τὰ ἐνέχυρα καταθῇς διὰ ῥητῆς προθεσμίας προκομίζειν αὐτὰ, [ὁ πατρίκιος] ταύτης διελθούσης δεῖν ἔλεγεν τὸν τόκον ἀργεῖν ἀπὸ τοῦ καιροῦ τῆς προσκλήσεως, καθ ' ὃν ἐγὼ περὶ τῶν ἐνεχύρων ἐνήγαγον. τοιαύτην δὲ δή τινα τὴν αἰτίαν περὶ τῆς τοιαύτης οἰκονομίας ἀπεδίδω, ὡς οὐ δίκαιον ἐμὲ τόκον ἀπαιτεῖσθαι χρυσίον δυνατῶς ἔχοντα καταβαλεῖν, καθ᾽ ἣν ἡμέραν τὴν ἀγωγὴν τὴν περὶ τῶν ἐνεχύρων ἐποιησάμην· εἰ γὰρ σὺ τότε τὰ ἐνέχυρα παρεῖχες, φησὶν ὁ χρεωστῶν πρὸς τὸν δανειστὴν, ἔλαβες ἂν τὸ χρυσίον κἀγὼ τὰ ἐνέχυρα. ὅτε δὲ πτω … χοὶ εἰσὶ καὶ γυναῖκες οἱ δανείσαντες καὶ λαβόντες ἐνέχυρα, ἔλε γεν ὁ πατρίκιος, ὅτι εἰ καὶ πρόσκλησις γέγονε καὶ ὑπόσχεσις τοῦ προκομίζειν τὰ ἐνέχυρα καὶ οὐ προκομισθῶσιν, ὅμως μέντοι συμπαθεῖ λόγῳ τρέχειν τὸν τόκον, εἰ μήγε παράνομος εἴη καὶ πέρα τοῦ νενομισμένου. τοῖς γὰρ ἁπλῶς συναλλάττουσιν ἓξ νομίσματα τόκον εἰς τὴν λίτραν ἐτύπωσε, τοῖς δὲ ἀργυροπρά ταις ὀκτὼ, καὶ τοῖς ὀρφανοῖς τέσσαρα· καὶ εἴποτε παράνομος τόκος κατεβλήθη, ἓξ φόλλεις κατὰ μῆνα ἐπὶ τῷ νομίσματι, τὸν μὲν νόμιμον τόκον συνεχώρει προβαίνειν, τὸν δὲ παράνομον εἰς κεφάλαιον λογίζεσθαι ἐποίει. βι. κέ τί. α΄ κεφ. ί ' 3.

2

pr.Ὅτι ἐνέχυρα κυρίως λέγονται τὰ παραδιδόμενα, ὑποκείμενα δὲ τὰ μὴ παραδιδόμενα. οἷον δανεισάμενός τις ῥητὰ πράγματα τῷ δανειστῇ δέδωκε· ταῦτα ἐνέχυρα λέγονται. εἰ δὲ οὕτως γράψει ἐν τῷ δανειστικῷ· ὑποτίθημί σοι πᾶσάν μου τὴν περιουσίαν ἢ καὶ ἁπλῶς ῥητὰ πράγματα, ταῦτα ὑποκείμενα λέγονται.

3

pr.Ὅτι οἱ τόκοι τῆς προικὸς κατὰ φιλάγαθον γνώμην κατὰ διετίαν ἀπαιτοῦνται. οἷον τὴν ὑποσχεθεῖσαν προῖκα οὐκ ἔλαβεν ὁ ἀνὴρ, ἀπαιτεῖ ταύτην καὶ τοὺς ταύτης καθαροὺς καρποὺς ἤγουν τοὺς ἀπὸ τρίτης ἑκατοστῆς μετὰ διετίαν.

4

pr.Ὅτι τοῦ καταλειφθέντος κλήρου μὴ δοθέντος καρποὶ ἤτοι τόκοι ἀπαιτοῦνται ἀπὸ τετάρτης ἑκατοστῆς, τῆς δὲ μὴ δοθείσης προικὸς μετὰ διετίαν ἀπὸ τοῦ καιροῦ τῶν γάμων οἱ ἀπὸ τρίτης ἑκατοστῆς. τὸ δὲ [πή] κεφ. τοῦ γ΄ τί. τοῦ θ΄ βι. φησὶν, ὅτι μετὰ τὴν τετράμηνον τῆς καταδίκης, εἴτε δημόσιόν ἐστιν εἴτε ἰδιωτικὸν τὸ χρέος, ἑκατοστιαῖος τόκος δίδοται τοῦ κεφαλαίου μόνου. ἐστὶ δὲ ἑκατοστιαῖος τόκος δώδεκα τῇ λίτρᾳ.

5

pr.Ὅτι δίκης κινηθείσης μεταξὺ τοῦ ὀφρυδᾶ καὶ τοῦ ἀνεψιοῦ αὐτοῦ, καὶ λέγοντος τοῦ ὀφρυδᾶ, ὅτι χρυσίον ἀνελάβετο ὁ ἀνεψιός μου καὶ δότω καὶ τὸ χρυσίον καὶ τὸ διαφέρον, τοῦ δὲ ἀνεψιοῦ ἀντεμφέροντος καὶ λέγοντος, χρυσίον μὲν λαβεῖν, κατακενῶσαι δὲ τοῦτο εἰς διαφόρους ἐξόδους, καὶ αἰτουμένου λογαριασθῆναι, καὶ εἴ τι ἀπολειπασθῇ, τοῦτο μόνον ἀντιστρέψαι· ὁ δρουγγάριος καλῶς τὸν περὶ τοῦ διαφέροντος λόγον κινηθῆναι παρὰ τοῦ ὀφρυδᾶ ἔφη. διαφέρον γὰρ εἶναι καὶ ἐπιζητεῖσθαι, ὅταν τυχὸν δόντος τινὸς λίτρας κ΄ ἐπὶ τῷ ὠνήσασθαι αὐτὸν κτήματα, ὁ λαβὼν τὸ χρυσίον μὴ ὠνήσηται τὸ κτῆμα, ἀλλὰ παράσχῃ τὸ χρυσίον ἀλλαχοῦ· τότε γὰρ κινεῖται ὁ τοῦ διαφέροντος λόγος. λέγει γὰρ ὁ τὸ χρυσίον δοὺς, ὅτι εἰ ἠγόρακάς μοι τὸ κτῆμα τότε λιτρῶν κ΄, ἄξιον ἦν τυχὸν μ ' καὶ διὰ περίστασιν πιπρασκομένου ἐκέρδησα ἂν λίτρας κ΄, καὶ ζητῶ τὸ διάφορον. καὶ ἀπαιτεῖ τοῦτο οὐχ ὑπὲρ τὸ διπλάσιον. ὁ δὲ τόκος ὡρισμένος τίς ἐστιν, οἷον πρωτοσπαθάριος δανείζει ἐπὶ τόσοις, ὁ παγανὸς ἐπὶ τόσοις. ὅταν δέ τις λάβῃ μὲν χρυσίον παρά τινος ἁπλῶς ἐπὶ τῷ κατακενῶσαι τοῦτο εἰς διαφόρους ἐξόδους, ὁ δὲ δοὺς τὸ χρυσίον μὴ δέχηται τὰς ἐξόδους, πῶς δύναται͵ διαφέρον ἀπαιτηθῆναι ἐπὶ τούτῳ τῷ κεφαλαίῳ;

6

pr.Ὅτι ἐὰν δανείσω τινὶ καὶ ἰδικῶς ἐνέχυρα κομίσωμαι, εἶτα ὁ χρεώστης συναλλάξει τῷ δημοσίῳ, ἀνώτερος ἐγὼ καθίσταμαι τῆς παρὰ τοῦ δημοσίου ἐναγωγῆς κατὰ τὸ κέ βι. τί. έ κεφ. ε΄΄. καὶ εἴτε γὰρ πόλις εἴτε ἰδιώτης λάβῃ ἰδικῶς ἐνέχυρον, προτιμᾶται τοῦ δημοσίου, ἐφ᾽ οἷς μετὰ ταῦτα ἐπωφλήθη. καὶ κατὰ τὸ κ΄ κεφ. „ἐδάνεισα μαρμαρίῳ ἐπὶ ὑποθήκῃ τῶν λίθων, καὶ ἐκ τῶν ἐμῶν αἱ τιμαὶ κατεβλήθησαν. ὁ δὲ αὐτὸς χρεώστης μισθωσάμενος ὡρεῖα βασιλικὰ ἐχρεώστησεν. ἐγὼ προτιμῶμαι. ταῦτα δὲ λέγομεν, εἰ μήτι ὑπὲρ τὸ χρέος τὰ ἐνέχυρα καθίστανται· τότε γὰρ εἰς τὸ περισσὸν προτιμᾶται ὁ δημόσιος. ζήτει καὶ κεφ. ιζ ' καὶ μζ΄.

7

pr.Ὅτι τῶν τόκων οἱ μὲν καὶ μὴ καταβληθέντες ἀπαιτοῦνται καὶ καταβληθέντες οὐκ ἀναλαμβάνονται, ἀλλ᾽ οὐδὲ λογίζονται εἰς κεφάλαιον, ὅσοι δηλαδὴ ἐπηρωτημένοι οὐκ εἰσιν ἀλλὰ συμπεφωνημένοι. καὶ γὰρ πολλής ἐστιν ἡ διαφορὰ ἐπερωτήσεως ἐπὶ τῶν τόκων καὶ συμφωνίας. εἰ μὲν γὰρ περιέχεται τῷ ὁμολόγῳ· ὁμολογεῖς παρέχειν μοι καὶ τόκους; τοῦτο ἰσχυρόν ἐστι πρὸς ἀπαίτησιν. εἰ δὲ οὕτως ἁπλῶς γέγραπται· ἐδανεισάμην ἀπό σου τόδε καὶ συνεφώνησα δοῦναί σοι καὶ τόκους, τοῦτο οὐ πάνυ ἰσχυρόν ἐστι πρὸς ἀπαίτησιν τῶν τόκων.

8

pr.Ὅτι οἱ καρποὶ τοῦ ἀγροῦ ψηφίζονται εἰς τὸ χρέος, οὐ μόνον οὓς ἔλαβεν ὁ δανειστὴς, ἀλλὰ καὶ οὓς ἠδύνατο λαβεῖν· ἀλλὰ καὶ εἰ ἔβλαψε τὸν ἀγρὸν, ἐνάγεται περὶ τούτου τῇ περὶ τοῦ ἐνεχύρου ἀγωγῇ.

9

pr.Βι. κέ τί. β΄ κεφ. ν'δ· „Ὁ δεύτερος δανειστὴς ἐν τῷ προσφέρειν τὸ χρυσίον τῷ προγενεστέρῳ βεβαιοῖ εἰς ἑαυτὸν τὸ ἐνέχυρον, καὶ λοιπὸν ἀπὸ τοῦ χρεώστου λαμβάνει αὐτὸ μετὰ τοῦ τόκου, οὐ μὴν τῶν τόκων τόκους ἀπαιτεῖ.

10

pr.Καὶ τί. γ΄ κεφ. ή· „Ἐὰν ὁ χρεώστης ἄτοκον ἔχει τὸ χρέος, δύναται παρακρατεῖν ὁ δανειστὴς ἐκ τῶν καρπῶν μέχρι τοῦ νομίμου τόκου.

11

pr.Καὶ τί. ε κεφ. ιβ΄ι θέ. ζ· „Ἐνέχεται τῷ δευτέρῳ τὸ ἐνέχυρον εἰς τὸ ἴδιον χρέος καὶ εἰς τοὺς τόκους, καὶ εἰς ὃ τῷ πρώτῳ καταβάλλει ἀπό τε κεφαλαίου καὶ τόκων. οὐκ ἀπαιτεῖ δὲ καὶ τόκους τῶν δοθέντων τῷ πρώτῳ τόκων· οὐ γὰρ τοῦ χρεώστου, ἀλλ᾽ ἴδιον ἔπραξε πραγματείας τρόπον. σημείωσαι ὅτι τὸ ἐνέχυρον τὸ ἐπὶ τῷ κεφαλαίῳ ὑποτεθὲν, σιωπηρῶς καὶ ἐπὶ τοῖς τόκοις ὑπόκειται.

12

pr.Ὅτι ἡ πρώτη καταβολὴ τῷ δικαίῳ ἕπεται τῶν ἐνεχύρων.

13

pr.Βι. κέ τί. ζ κεφ. β '· „ἐὰν ὁ ἐγγυητὴς ἐναχθεὶς ἀπὸ ψήφου λάβῃ τὸ ἐνέχυρον ὡς ἀγοραστὴς, ἄδειαν ἔχει ὁ δεύτερος δανειστὴς ἐπὶ τῷ αὐτῷ ἐνεχύρῳ προσφέρειν τῷ ἐγγυητῇ τὸ παρ᾿ αὐτοῦ δοθὲν καὶ τοὺς ἐν μέσῳ τόκους. ἡ γὰρ τοιαύτη πρᾶσις ἐπὶ τῷ μετενεχθῆναι τὰ ἐνέχυρα δίδοται. ζήτει καὶ κεφ. ε΄· „ἐὰν ὁ χρεώστης πωλήσῃ τὸ ἐνέχυρον ὁ δεύτερος δύναται προσφέρειν.

14

pr.Ὅτι ὅτε λάβῃ ἐνέχυρά τις καὶ ἐγγυητὴν, ἐπιλογὴν ἔχει, ἢ τὰ ἐνέχυρα λαβεῖν ἢ ἀπὸ τοῦ ἐγγυητοῦ ἀπαιτῆσαι τὸ χρέος.

15

pr.Ὅτι καθαρῶς πωλουμένου τοῦ ἐνεχύρου „οὐκ ἀνατρέπεται ἡ πρᾶσις, εἰ μὴ ἄρα νέος ἦν ὁ χρεώστης ἢ ἄνηβος ἢ ἀπῆν διὰ πρᾶγμα δημόσιον ἢ ἑτέραν ἔχει ἀποκατάστασιν. ὡς τοῦ αὐτοῦ βι. καὶ τί. κεφ. ή 4. καὶ κεφ. θ '· „ἐὰν χωρὶς ῥᾳθυμίας ὁ δανειστὴς πωλήσας μὴ δυνηθῇ τὸ τίμημα λαβεῖν, οὐκ ἐλευθεροῦται ὁ χρεώστης. ἡ ἐξ ἀνάγκης γὰρ γινομένη πρᾶσις οὐκ ἐλευθεροῖ τὸν χρεώστην, εἰ μὴ τὸ τίμημα καταβληθῇ. καὶ σημείωσαι, ὅτι ὁ δανειστὴς πωλῶν τὸ ἐνέχυρον, οὐκ ἐκ προαιρέσεως ἀλλ᾽ ἐξ ἀνάγκης τοῦτο πιπράσκειν δοκεῖ. καὶ κεφ. ιζ΄ 5. „τοκετὸς τῆς ἐνεχυρασθείσης δούλης ἐν τῇ αὐτῇ αἰτίᾳ τῆς μητρὸς αὐτῆς [ἐστίν]. καὶ κεφ. κρ΄· „ἐὰν ἀνδράποδον ἐδόθη εἰς ἐνέχυρον, αἱ ὑπηρεσίαι αὐτοῦ εἰς τοὺς τόκους ψηφίζονται καὶ τὸ λοιπὸν εἰς κεφάλαιον. καὶ κεφ. κδ· „ὁ δανειστὴς τὸ ὑποκείμενον αὐτῷ πρᾶγμα πωλήσας οὐ δοκεῖ ἐπίδικον πεπρακέναι· ἐπειδὴ κατὰ παράκλησιν νέμεται αὐτὸ ὁ χρεώστης. ἐκ τοῦ πλάτους· „ἐπίδικών τις δοκεῖ πωλεῖν πρᾶγμα, ἡνίκα μὴ ἔστιν ἐπὶ νομῇ τοῦ πράγματος. νῦν δὲ ὁ δανειστὴς νέμεται τὸ ἐνέχυρον, εἰ καὶ ὁ χρεώστης τούτου δεσπόζει. καὶ κεφ. κς '· „ὁ δανειστὴς μέλλων πιπράσκειν τὸ ἐνέχυρον γνώριμον τοῦτο ποιείτω τῷ χρεώστη, εἰ εὐχέρειαν ἔχει, καὶ διαμαρτυράσθω αὐτῷ. εἰ μέντοι περιγραφην ἐποίησεν ἐν τῇ πράσει, τῇ προσφόρῳ ἀγωγῇ εὐθυνέσθω. καὶ κεφ. κη΄· „κἂν τὸ πολὺ μέρος τοῦ χρέους ἔλαβεν ὁ δανειστὴς, οὐδὲν ἦττον πιπράσκει τὸ ἐνέχυρον, καὶ πωλήσας ἰσχυρῶς ἐπώλησεν· εἰ μέντοι ἐκακούργησεν, αὐτὸς οὐ μὴν ὁ ἀγοραστὴς ἐναγέσθω. καὶ κεφ. λ΄· „ἐὰν ὁ δανειστὴς πωλῶν τὴν ἰδικὴν ὑποθήκην μὴ λάβῃ τὸ ἱκανὸν, δύναται λοιπὸν καὶ τὰ ἄλλα πράγματα ἐκδικεῖν ἢ πιπράσκειν ὡς ὑποκείμενα αὐτῷ. Παραγραφή· „Ὅταν ὁ χρεώστης οὕτως εἴπῃ· εἰ μὴ ἀρκέσει ἡ ἰδικὴ ὑποθήκη, ὑποκείσθω τὰ ἄλλα πράγματα. καὶ κεφ. λά΄ 3· „οὐκ ἔξεστι τῷ δανειστῇ οὐδὲ διὰ παρενθέτου προσώπου τὸ ἐνέχυρον ἀγοράζειν. εἰ μέντοι τοῦ χρεώστου πιπράσκοντος ἠγόρασεν, ἰσχυρῶς ἔπραξεν, εἰ μὴ δόλος ἢ φόβος γέγονεν. εἰ μέντοι δεικνύει διά τινος ἠγορακέναι τὸν δανειστὴν τὸ ἐνέχυρον καὶ οὐχὶ καλῇ πίστει, δύναται προσφέρειν τὰ χρήματα μετὰ τῶν τόκων καὶ ἀναλαμβάνειν τὸ πρᾶγμα. καὶ κεφ. λς΄· „ἐὰν χρεώστης παραγνώμην τοῦ δανειστοῦ ἐπώλησε τὸ ἐνέχυρον, μετὰ ἰδίας μόνης αἰτίας ἔδοξεν ἐκποιεῖν αὐτὸ τῷ ἀγοραστῇ. καὶ κεφ. λζ΄· „ἐὰν τὰ ὑποκείμενα ἀνδράποδα πωλήσῃ ` ὁ δανειστὴς, εἶτα ὑπονοθεύσει αὐτὰ ὁ πάλαι χρεώστης, ὁ ἀγοραστὴς τὴν ἐπ᾿ αὐτοῖς ἀγωγὴν ἕξει.

16

pr.Ὅτι᾽ ἐπὶ πολὺν χρόνον κατασχόντων κτῆμα τῆς μη τροπόλεως τῶν συγγενῶν τοῦ κυροῦ εὐσεβίου, καὶ νικήσαντος τοῦ μητροπολίτου κλαυδιουπόλεως καὶ συστήσαντος ὡς τῇ μητροπόλει διαφέρει τὸ κτῆμα, ἔκρινεν ὁ μάγιστρος τὸ κτῆμα πρὸς τὴν μητρόπολιν ἀποδοθῆναι καὶ καρποὺς χρόνων τριῶν· εἰ δέ τινα δημόσια ὑπὲρ τοῦ κτήματος χρεωστῶνται, πάντα ἀπαιτηθῆναι τοὺς κατέχοντας τὸ κτῆμα. τοὺς μὲν γὰρ καρποὺς διὰ τὸ ὡς κέρδος προσγίνεσθαι ὥρισε χρόνων τριῶν δοθῆναι, τὰ δὲ δημόσια τέλη ἀναγκαίως ὀφειλόμενα πάντα· ἐτύπωσεν ἀπαιτηθῆναι, καὶ ζημιωθῆναι τούτων ἕνεκα τὸν ἀληθῆ δεσπότην τοῦ κτήματος.

17

pr.Ὅτι ἐπιγέγραπται ἐν τῷ θ΄ βιβλίῳ τῶν βασιλικῶν „περὶ πράγματος κεκριμένου καὶ καρπῶν ἀμφιβαλλομένων καὶ ἠρτημένων, καὶ ἐστὶ κεφ. ἐν αὐτῷ διαλαμβάνον οὕτως· „ὁ κακῇ πίστει νομεὺς οὐ μόνον τὸ πρᾶγμα ἀποδίδωσι καὶ τοὺς καρποὺς οὓς ἔλαβεν, ἀλλὰ καὶ οὓς ἐδύνατό τις λαβεῖν. καὶ δίδωσι τοὺς μετὰ προκάταρξιν. ταῦτα δὲ νόησον μὴ ἐπὶ τῆς περὶ ἀπαιτήσεως κληρονομίας ἀγωγῆς. ἐπ᾿ ἐκείνης γὰρ καὶ οἱ πρὸ τῆς προκατάρξεως καρποὶ καταφέρονται. εἰ δὲ καὶ τελευτήσει οὗτος ἐπὶ κληρονόμῳ, ὁ κληρονόμος εἰς τὸ ἐλάττωμα αὐτοῦ ἐπεισιὼν τὰ αὐτὰ ἀπαιτεῖται. τοίνυν περὶ φανερῶς κακῇ πίστει νομέως εἴρηται. οὐ γὰρ περὶ καρπῶν ἁπλῶς διαλαμβάνει, ἵνα τυπῇ, πῶς ἀπαιτοῦνται οὗτοι ἀπὸ τοῦ μάλα φίδε καὶ πῶς ἀπὸ τοῦ βόνα φίδε, ἀλλὰ περὶ μόνου κακῇ πίστει νομέως δε έξεισι καὶ ἤδη κριθέντος. ὁ μὲν γὰρ κρινόμενος ἢ ἀγαθὸς νομεὺς ἢ κακὸς ἐν τῇ ἀποφάσει δείκνυται, ὁ δὲ κριθεὶς ἤδη καὶ καταδικασθεὶς καὶ ὅρον εἰληφὼς οὐκ ἀμφιβάλλεται, ἀλλ᾽ ἤδη ἔγνωσται ὁποῖος ἐστίν· καὶ ὅτε μετὰ ψῆφον γένηται ὑπέρθεσις, ὁ ἐρχόμενος δεύτερος δικαστὴς καὶ μέλλων ἐκβιβάζειν τὰ ἐν τῇ ψήφῳ κείμενα οὐκ ἔχει ἐξουσίαν παρεξιέναι τὰ ἐψηφισμένα καὶ ἀνατείνειν ἑαυτὸν πρὸς τοὺς χρόνους τοὺς πρὸ τῆς καταδίκης, ἀλλ᾽ εἰ μὲν εὕρῃ ἐν τῇ ψήφῳ καταδίκας κεφαλαίων καὶ τόκων καὶ πραγμάτων καὶ καρπῶν, ἀπαιτεῖ τούτους οὐχ ὡς ἀπὸ κακῇ πίστει ἢ καλῇ νομέως, ἀλλ᾽ ἁπλῶς ἐξ ἀνθρώπου καταδικασθέντος δοῦναι τάδε καὶ τάδε. οὐδὲ γὰρ προστίθησι τῷ χρεώστη τὸ παράπαν οὐδὲν οὐδὲ ἀφαιρεῖ, καθὼς τοῦ αὐτοῦ τί. τῶν βασιλικῶν τὸ θ΄α κεφ. φησίν· „ὁ ἐκβιβαστὴς τῆς καταδίκης οὐ δύναται ἀπόφασιν διδόναι καὶ ἐναλλάττειν τὰ ἤδη κεκριμένα παρὰ τοῦ δικαστοῦ. καὶ κεφ. δ΄· „ἐὰν ἅπαξ τμηθῇ ἡ περὶ τοῦ πρωτοτύπου πράγματος δίκη, οὐκέτι περιλέλειπται περὶ τῶν δαπανηθέντων ἐναγωγὴ, εἰ μὴ ἄρα ὁ δικαστὴς ὁ δικάσας περὶ τοῦ πρωτοτύπου πράγματος εὐθέως βούλεται καὶ περὶ τῶν δαπανηθέντων ἐξετάσαι καὶ παρασχεῖν ἀπόφασιν. χρὴ γὰρ τὸν ἀδικηθέντα εὐθέως ὀχλῆσαι περὶ τῶν δαπανημάτων. ἅπαξ γὰρ τοῦ δικαστηρίου τμηθέντος οὐ περιλέλειπται δευτέρα ἀγωγή. εἰ δὲ οὐχ εὑρεθῇ ἐν τῇ ψήφῳ περὶ κεφαλαίων ἢ τόκων εἰρη-· μένον τὶ, τότε ὁ τὸ πρᾶγμα τὸ κεκριμένον ἐκβιβάζων, εἴτε καλῇ πίστει ἦν νομεὺς ὁ καταδικασθεὶς εἴτε πονηρᾷ, οὐ πολυπραγμονεῖ· τὰ γὰρ ἐψηφισμένα καὶ οἱ πρὸ τῆς ψήφου χρόνοι ἐκλή· θησαν· ὅσα δὲ μετὰ τὴν ψῆφον ὑπερθέμενος ἐκέρδησε καὶ ὅσα ἔδει αὐτὸν κερδῆσαι, ἀπαιτεῖται, μετὰ γὰρ τὴν καταδίκην κακῇ πίστει νομεύς ἐστι, καὶ τοῦτό φησι τὸ νόμιμον, ὅτι οὗτος ὁ κακῇ πίστει νομεὺς ὡς πᾶς μὲν κακῇ πίστει νομεὺς καταδικάζεται, ἀλλ᾽ εἰς τοὺς χρόνους τοὺς μετὰ τὴν ψῆφον· τοῖς γὰρ - ἐξ ἀρχῆς ζητήμασι θύραν ἡ ψῆφος ἐπέθηκε. πρῶτον μὲν οὖν τὸ νόμιμόν φησιν, εἰς τί εὐθύνεται ὁ κακῇ πίστει νομεὺς, εἶτα ἐπιφέρει, δίδωσι δὲ τὰ μετὰ προκάταρξιν, τουτέστι τὰ μετὰ τὴν ψῆφον· τῶν γὰρ πρῴην ὁ τοιοῦτος ἢ ἠλευθέρωται σιωπήσαντος τοῦ ψηφισαμένου, ἢ καὶ εἰς τὰ πρῴην καταδικάσαντος αὐτὸν ἔνοχός ἐστιν.· ἐφ᾽ οἷς γὰρ ἔφθασε καταδικασθῆναι, τὰ τοιαῦτα οὐ λέγονται καρποὶ ἀμφιβαλλόμενοι ἢ ἠρτημένοι, ἀλλὰ πρᾶγμα κεκριμένον· εἰς δὲ τὰ ἀμφιβαλλόμενα καὶ ἠρτημένα, εἰς ἐκεῖνα καταδικάζεται, τουτέστι τὰ μετὰ τὴν προκάταρξιν καὶ τὴν ψῆφον. ταῦτα ὁ νομοθέτης σοφώτατα διελὼν εὗρεν ἀνακύπτον ζήτημα τὸ περὶ τῆς κληρονομίας, καὶ ἐπεσημειώσατο τοῦτο πανσόφως. ὁ γὰρ πρῶτος δικαστὴς κατεδίκασέ τινα δοῦναι τὴν κληρονομίαν τῷ δεῖνι, εἶτα ὁ δεύτερος δικαστὴς ἐκβιβάζων τὴν ψῆφον εἶλκε τὸν δικασθέντα, ὁ δὲ ἐνίστατο μόνα καταβαλεῖν τὰ πρωτότυπα σώματα, ὡς τοῦ δικαστοῦ εἰς κληρονομίαν καταδικάσαντος· ὁ δὲ νομοθέτης διδάσκει, ὅτι τῷ τῆς κληρονομίας ὀνόματι καὶ καρποὶ περιέχονται, καὶ ὁ καταδικάσας τινὰ ἐπὶ ἀποδόσει κληρονομίας καὶ εἰς τοὺς καρποὶς δοκεῖ αὐ τὸν καταδικάζειν· καὶ ὁ τὴν ψῆφον ἐκβιβάζων τελευταῖος δικαστὴς ἀπὸ μὲν τῆς ψήφου καταφέρει τοὺς πρὸ αὐτῆς χρόνους εἰς ἀπαίτησιν, ἀπὸ δὲ τῆς ὑπερθέσεως τῆς μετὰ τὴν ψῆφον ἀπαιτεῖ διὰ τῆς ἰδίας κρίσεως τοὺς ἀμφιβαλλομένους καρποὺς καὶ ἠρτημένους, τουτέστι τοὺς μετὰ προκάταρξιν γενομένους κέρδος τῷ καταδικασθέντι καὶ ὑπερθεμένῳ.

18

pr.Βι. κέ κεφ. δ΄ τί. ή· „ἐὰν ὁ δανειστὴς συναινέσει τῷ χρεώστῃ πωλοῖντι τὸ ἐνέχυρον ἢ ἐναλλάσσοντι ἢ δωρουμένῳ ἢ εἰς προῖκα ἐπιδιδόντι, λύεται τὸ ἐνέχυρον, εἰ μὴ τὸ ἴδιον ἐφύλαξε δίκαιον. τὸ αὐτὸ κἂν δεκτὸν ἡγήσεται. εἰ δὲ αὐτὸς ὁ δανειστὴς πωλήσει, ἐφ᾽ ᾧ μὴ ἀποστῆναι τοῦ ἐνεχύρου ἕως ἂν τὸ ἱκανὸν ὑποστῇ, οὐ βλάπτεται διὰ τῆς παραγραφῆς.

19

pr.Καὶ κεφ. ε '· „Ἐὰν ἐπὶ ἀκύρῳ πράσει συναινέσει ὁ δανειστὴς, οὐ λύεται τὸ ἐνέχυρον. Παραγραφή· „Θὲς γὰρ ὅτι πούπιλλος ἐποίησε τὴν τοῦ ὑποτεθέντος πρᾶσιν.

20

pr.Καὶ κεφ. ς ' θέ. β΄· „Ὁ καταβαλεῖν θέλων, οὐ μὴν ὁ παραγνώμην τοῦ δανειστοῦ διδοὺς τὸ ἱκανὸν, λύει τὸ ἐνέχυρον. Παραγραφή· Ακων γὰρ οὐ δέχεται τὸ ἱκανὸν ἀντὶ καταβολῆς, οὐ γὰρ ἡ ἐπὶ μέρει τοῦ ἱκανοῦ πλήρωσις λύει τὸ ἐνέχυρον.

21

pr.Καὶ τί. ζ κεφ. ζ΄· „Ἐὰν εἷς κληρονόμος τοῦ τελευτήσαντος χρεώστου τὸ ἁρμόζον αὐτῷ καταβάλλῃ τῷ δανειστῇ, οὐ κωλυθήσεται παρ᾿ αὐτοῦ πιπράσκειν τὰ ἐνέχυρα ὁ δανειστής.

22

pr.Καὶ κεφ. λθ΄· „Ὁ ἀπὸ δανειστοῦ ἀγοράσας ἐνέχυρον κατὰ νόμους, οὐ νικᾶται ὑπό τινος.

23

pr.Καὶ κεφ. μς΄ 4· „Ὁ δανειστὴς πωλήσας ἐλάττονος τὸ ἐνέχυρον τῆς ἀξίας πρὸς χάριν τοῦ ἀγοραστοῦ, ἐν ᾧ ἀπορός ἐστιν, ὁ ἀγοραστὴς λαμβάνων τὸ τίμημα ἀποκαθίστησιν αὐτό.

24

pr.Τοῦτο τοῦ κγ βι. ἐστὶ τί. γ΄ κεφ. νβὲ καὶ ἔχει ἄλ− λως· Θεσπίζομεν μηδένα γίνεσθαι ἐνεχυρασμὸν ἐν παντὶ τόπιῳ μηδ᾽ ἕτερον ἀνθ᾽ ἑτέρου καθέλκεσθαι, ὡς ὑβρίσαντος ἐκείνου ἢ φονεύσαντος, καὶ μηδὲ εἰσπράττειν ἕτερον ἀνθ᾽ ἑτέρου, ἀλλ᾽ εἰς τὸ τετραπλάσιον τοῦτον εὐθύνεσθαι καὶ τιμωρίας ὑπομένειν τὰς εἰς σῶμα καὶ ἐκπίπτειν τῆς ἀγωγῆς, ὑπὲρ ἧς τὴν εἴσπραξιν ἐποιήσατο.· ἀπειλεῖ δὲ καὶ τοῖς ἀμελοῦσιν ἄρχουσιν.

25

pr.Καὶ κεφ. β'΄τ· οἱ κατὰ μέρος καὶ κατὰ μικρὸν καταβαλλόμενοι τόκοι τὸ διπλοῦν οὐχ ὑπερβαίνουσιν.

26

pr.Ὅτι καταδικάσας τινὰ ὁ μάγιστρος ἐπὶ δανείῳ ἀνεπερώτητον ἔχοντι τόκον, κατεδίκασε τοῦτον καὶ δύο ἐτῶν τόκον δοῦναι, γράψας· ἐπὶ μέντοι τῷ κεφαλαίῳ καὶ τόκος εἰσπραχθήσεται ἐτῶν δύο. ἀπὸ γὰρ τοῦ καιροῦ τῆς ἀσφαλείας τόκον εἰσπραχθῆναι οὐ χρὴ ἀνεπερώτητόν τε καὶ ἀσυμφώνητον, ἐξ ὑπερθέσεως δὲ καὶ μάλα δικαίως τυπωθήσονται τόκοι. πρὸ γὰρ ἐτῶν δύο προκαταρχθείσης τῆς δίκης ὑπερέθετο τὴν καταβολὴν ὁ χρεώστης, καὶ διὰ τοῦτο προσηκόντως καταδικασθήσεται τὸν ἀπὸ τρίτης ἑκατοστῆς ἐπιγνῶναι τόκον.

27

pr.Ὅτι μετὰ προκάταρξιν ἀπαιτεῖται τόκος. ὁ δὲ [μάγιστρος] ἀντὶ τόκου κατεδίκασέ τινα εἰς τὰς δαπάνας τῆς δίκης, γράψας οὕτως· μετὰ μὲν γὰρ προκάταρξιν ὑπερθέσεως γενομένης τόκους εἰσπράττεσθαι οὐκ ἀπείρηται, ὁ δ᾽ εὐφήμιος ἐπὶ μήκιστον ὑπερθετικὸς ἀναδειχθεὶς, εἰ καὶ αὖθις ἀγνώμων φανείη καὶ ἀναγκάσει τὸν ἀντίδικον δικαστικῇ χρήσασθαι ", αντὶ τόκων ταῖς δαπάναις ὑποπεσεῖται τῆς δίκης, καὶ πάντα τὰ νενομισμένα ἐπιτιμήσει καὶ ἀποδώσει ἀμβλούμενον καὶ πραττόμενον παρέξει. χάριν ὀφείλει καν τούτῳ τῷ δικαστῇ γινώσκειν, ὅτι ἐξῆν αὐτῷ βαρυτέραν ζημίαν περιβαλεῖν, ὁ δὲ τῇ ἐλαφρᾷ μᾶλλον καὶ ἀβαρεῖ τὴν ἀπείθειαν τούτου κολάσαι· εἵλετο.

28

pr.Καὶ κεφ. μβ΄· „Ὁ δανειστὴς ἐὰν ἐπώλησε τὸ ἐνέχυρον πρὶν ἢ τὸ ἱκανὸν πάθῃ, [μή] συμπαίξαντος τοῦ ἀγοραστοῦ, οἱ κληρονόμοι αὐτοῦ ἐνάγονται εἰς τὸ ὑπέρπλεον, οὐ μὴν τοῦ ἀγοραστοῦ, οἵτινες συννέμονται.

29

pr.Καὶ κεφ. μθ΄'· „Εἰ μερικὸς κληρονόμος ᾖ [καὶ] μη τὸ χρέος ὅλον δῷ, οὐ λήψεται τὸ οἰκεῖον μέρος τοῦ ἐνεχύρου.

30

pr.Καὶ κεφ. νβ΄· „Ἐὰν χειρογραφήσας οὐκ ἀπηριθμήθης, δέδωκας δὲ ἐνέχυρα, τὴν περὶ αὐτῶν ἀγωγὴν κινεῖς ἐπ᾿ αὐτοῖς. οὐδὲ γὰρ ἀντίκειταί σοι παραγραφὴ ἡ λέγουσα· ἀλλ᾽ εἰ μὴ δέδωκε τὸ χρέος, ἐπειδὴ ἀληθῶς οὐ προέβη. εἰ δὲ καὶ σὺ ἐνέμου τὸ ἐνέχυρον, κινοῦντα αὐτὸν περὶ αὐτοῦ ἐκβάλλεις παραγραφῇ.

31

pr.Καὶ κεφ. νέ΄ 4· „Ἐὰν ὁ δανειστὴς μετὰ τὸ ἐπιτραπῆναι αὐτὸν δικαίῳ τοῦ δεσπότου νεμηθῆναι τοῦ χρεώστου πρᾶγμα τόκους λάβῃ, δοκεῖ ἀποτάττεσθαι τῇ φιλοτιμίᾳ.

32

pr.Καὶ κεφ. νς ' δ· „Εάν τις ἐνέχυρον λάβῃ καὶ συμφωνήσῃ τὶ περὶ αὐτοῦ, τὸ δόξαν κρατείτω. εἰ δὲ μηδὲν ἔδοξε, καὶ διετία παρέλθῃ μετὰ καταδίκην ἢ διαμαρτυρίαν, ἔξεστι πιπράσκειν αὐτό. εἰ δὲ μὴ εὑρίσκεται ὁ ἀγοραστὴς, ὥστε τὸ λοιπὸν δικαίῳ τοῦ δεσπότου νέμεσθαι αὐτὸν, τότε εἰ μὲν πάρεστιν ὁ χρεώστης, διαμαρτυράσθω αὐτόν· εἰ δὲ ἄπεστι, τῷ ἄρχοντι εἰπάτω, ὥστε αὐτὸν ῥητὸν χρόνον τάξαι, οὗ ἐντὸς ὀφείλει ζητηθῆναι διὰ τῆς τάξεως. καὶ εἰ μὲν εὑρεθῇ καὶ τὸ χρέος δῷ, λαμβανέτω τὸ ἐνέχυρον. εἰ δὲ μὴ οὕτω φανῇ εἴτε οὖν φανεὶς μὴ δῷ τὸ χρέος ὅλον, τότε προσίτω τῷ βασιλεῖ δικαίῳ δεσπότου σχήσων αὐτό. καὶ μετὰ ταῦτα ἐχέτω ὁ χρεώστης [ἄδειαν] ἐντὸς ἄλλης διετίας εἰς τὸ προσενεγκεῖν τὸ χρέος καὶ λαβεῖν τὰ οἰκεῖα μετὰ τῶν τόκων καὶ τῶν ζημιῶν τῶν συμβασῶν τῷ δανειστῇ, ὅρκῳ φανεροῦντος αὐτοῦ ταύτας. εἰ δὲ παρέλθῃ ἡ διετία, τέλειος ἔσται δεσπότης, μηκέτι ἀναπραττόμενος αὐτά. εἶτα εἰ μὲν πλέον εἴη τὸ ἐνέχυρον τοῦ χρέους, εἰς τὸ ὑπέρπλεον ὑπόκειται τῷ χρεώστῃ ἢ τῷ δανειστῇ αὐτοῦ, οὐ μὴν τῷ τοῦ δανειστοῦ· εἰ δὲ ἴσον, αὐτόθεν ἀπήλλακται. εἰ δὲ ἧττον εἴη, ἔχει ἐπὶ τῷ λείποντι τὴν ἰδίαν ἀγωγήν.

33

pr.Καὶ κεφ. ξ΄· „Ἐὰν εἴπῃ ὁ δανειστὴς, ὅτι εἰ μὴ κα ταβληθῇ μοι τὸ χρέος ἐντὸς τοῦ χρόνου, δεσπότης ἔσομαι τοῦ ἐνεχύρου, τοῦτο τὸ σύμφωνον ἀνίσχυρον ἔστω.

34

pr.Καὶ κεφ. ξα΄ 2· „Ὁ δανειστὴς πωλῶν τὸ ἐνέχυρον δικαίῳ δανειστικῷ οὐχ ὑπόκειται ἐκνικήσει, εἰ μὴ ἄρα προγενέστερος αὐτὸ ἀποσπάσει. εἰ δὲ ὁ πωλήσας καὶ τὸν προγενέστερον ἐκληρονόμησεν, οὐ δύναται παντελῶς ἐκνικᾶν αὐτὸ, κἂν φίσκος ἐστίν. “,

35

pr.Καὶ κεφ. ξβ΄ 3· „Ὁ ἀγοράσας δανειστικῷ δικαίῳ ἐνέ χυρον οὐ καλῶς κινεῖ περὶ ἐκνικήσεως, εἰ μὴ τοῦτο συμπεφώνηται, ἤγουν δόλῳ πέπρακται· τότε γὰρ κινεῖται.

36

pr.Καὶ βι. ιθ ' τί. ια κεφ. λθ'· „Τὸ ἐνέχυρον πραθὲν ὑπὸ τοῦ δανειστοῦ ἐκνικηθὲν ἐκχωρεῖται τῷ ἀγοραστῇ τὴν κατὰ τοῦ χρεώστου περὶ τοῦ ἐνεχύρου ἀγωγήν.

37

pr.„Ἐὰν ἐνέχυρον πραθῇ ἐφ᾽ ᾧ γινομένης ἐκνικήσεως μισθόν παρασχεῖν τῷ δανειστῇ ', ἀναγκάζεται παρασχεῖν τὸ τίμημα ὁι ἀγοραστὴς καὶ μετὰ τὴν ἐκνίκησιν.

38

pr.„Ἐὰν ἐκνικηθῇ τὸ πραθὲν συμφώνου γινομένου καταρχὰς, ὥστε τὸν πράτην ἀποδοῦναι τὸ τίμημα, κἂν ὁ ἀγοραστὴς τοὺς μετὰ προκάταρξιν καρποὺς δίδωσι τῷ ἀπαιτητῇ, ὅμως αὐτὸς μετὰ τὴν ἐκνίκησιν λαμβάνει τόκον, καὶ ἡ ζημία τοῦ μέσου χρόνου αὐτὸν ὁρᾷ. ὁ παραγράφων· „τοῦ γὰρ χρόνου μεταξὺ τῆς προκατάρξεως καὶ τῆς καταδίκης τοὺς μὲν καρποὺς τοῦ πράγματος δίδωσι τῷ ἀπαιτητῇ, τοὺς δὲ τόκους τοῦ τιμήματος οὐκ ἀπαιτεῖ τὸν πεπρακότα.

39

pr.Καὶ κεφ. ιθ΄ 10. „Ὁ ψιλὴν δεσποτείαν ἀπαιτῶν λαμ βάνει τοὺς καρποὺς, ἐξ ὅτουπερ ἡ χρῆσις φθαρῇ τῶν καρπῶν· ὁ δὲ χρῆσιν καρπῶν ἀπαιτούμενος τοὺς καρποὺς οὓς ἔλαβε δί' δωσιν. ἐπὶ δὲ τῆς ἐσθῆτος καὶ τῶν σκευῶν καρπός ἐστιν, ὅσου ἐδύνατο μισθοῦσθαι. ἐπὶ δὲ τῶν δουλειῶν ἡ χρησιμότης ὡς καρπὸς ἀπαιτεῖται. σημείωσαι ὅτι τὸ διαφέρον ἀπαιτεῖ ὁ

40

pr.Καὶ κεφ. [κ΄]·, Κἂν τῷ κεφαλαίῳ μιγῇ παράνομος τόκος, αὐτὸς μόνος, οὐ μὴν τὸ κεφάλαιον ἀκυροῦται. Παραγραφή· „τοῦτο νόησον εἰς τὸ ὑπὲρ τὸν λεγίτιμον τόκον ἀκυροῦσθαι. καθὼς τὸ κς ' κεφ. φησίν· „εἴτε τόκον τὶς ὑπέρμετρον εἴτε τόκους τόκων ἐπερωτήσει, τὸ παράνομον ἀφαιρεῖται, καὶ τὸ λοιπὸν ἀπαιτεῖται.

41

pr.Καὶ κεφ. κή΄· „Ὥσπερ τὸ γάλα καὶ αἱ τρίχες καὶ τὸ ἔριον, οὕτω καὶ ἡ γονὴ τῶν θρεμμάτων καρπὸς αὐτῶν ἐστι, καὶ δεσπόζει αὐτῶν ὁ καλῇ πίστει νομεὺς καὶ ὁ τὴν χρῆσιν τῶν καρπῶν ἔχων. ὁ δὲ τοκετὸς τῆς δούλης οὐκ αὐτοῖς, ἀλλὰ τῷ δεσπότῃ διαφέρει. ὁ γὰρ ἄνθρωπος οὐκ ἐστι καρπὸς, ὡς τῆς φύσεως δι αὐτὸν εὐτρεπισάσης πάντας τοὺς καρπούς.

42

pr.Καὶ κεφ. μ ' 2· „Τὸ χωρὶς δήλης ποσότητος ἐπερω-. τῆσαι τοὺς ἁρμόζοντας τόκους οὐδέν ἐστιν.

43

pr.Καὶ κεφ. λά΄ 3· „᾿Απὸ προσώπου καὶ οὐκ ἐκ πρα γμάτων γίνεται ὑπέρθεσις, ὅτε τὶς ὀχληθῇ ἐν ἐπιτηδείῳ τόπῳ. ἡ δὲ ὑπέρθεσις οὐκ ἀπὸ νόμου, ἀλλ᾽ ἀπὸ δικαστοῦ ὁρίζεται. καὶ οὐκ ἀρκεῖ πρὸς ἀπόδειξιν ὑπερθέσεως τὸ ὀχληθῆναι τὸν δοῦλον τοῦ ἀπόντος παρὰ τοῦ δανειστοῦ ἢ τοῦ φροντιστοῦ· εἰ γὰρ καὶ αὐτὸς ὀχληθῇ ὁ χρεώστης καὶ μετὰ ταῦτα εὐχέρειαν ἑαυτοῦ ποιήσῃ, καὶ ὁ δανειστὴς μὴ βουληθῇ ἀπαιτῆσαι, οὐ δοκεῖ ὑπέρθεσις.

44

pr.Καὶ θέ. β '· „Ἐπὶ τῶν καλῇ πίστει ἀγωγῶν ἀπὸ ὑπερθέσεως χρεωστεῖται τόκος. καὶ ἔνθα υἱοῦ συναλλάξαντος ὁ πατὴρ ἐνάγεται, ἢ ὡς ἐπιτρέψας τῷ υἱῷ συναλλάξαι ἢ ὡς γενομένου δαπανήματος εἰς πράγματα αὐτοῦ ἢ τῇ περὶ πελουλίου, οὐκ ἐνέχεται ἀπὸ ὑπερθέσεως ἰδίας. ἀλλ᾽ ὁ υἱὸς ἐνάγεται εἰς ὃ μὴ παράσχῃ ὁ πατήρ. εἰ δὲ ὁ υἱὸς ποιήσει ὑπέρθεσιν, ἢ αὐτὸς εἰς ὁλόκληρον ἐνάγεται ἢ ὁ πατὴρ μέχρι τοῦ πεκουλίου.

45

pr.Καὶ κεφ. λς΄· „Εἰ μὲν δανεισάμενος ὁ διοικῶν τὰ πράγματα καταβάλλῃ δανειστῇ μέλλοντι πέμπεσθαι εἰς νομὴν τῶν πραγμάτων ἢ πιπράσκειν τὰ ἐνέχυρα, λαμβάνει τόκους, οὓς δίδωσιν, ἐὰν πλέον ὠφέλησέ με. εἰ δὲ οἴκοθεν δέδωκε, τοὺς ἐν τῷ κλίματι συχνάζοντας λαμβανέτω, ὡς ἐν τοῖς καλῇ πίστει δικαστηρίοις ὥρισται.

46

pr.Καὶ κεφ. λέ΄δ· „Καὶ ὁ μὴ χρεωστῶν ἀλλὰ καταβαλὼν, καὶ ὁ θανάτου αἰτίᾳ δωρησάμενος ἀπαιτεῖ καρπούς. καὶ ἐπὶ τῆς περὶ βίας παραγγελίας, καὶ ὁ κατὰ φόβον παραδοὺς πρᾶγμα, καὶ ἐπὶ τῆς μελλούσης ζημίας παραγγελίας, καὶ ἐπὶ τῆς ἐκδικούσης τὰ ἀφαιρεθέντα, καὶ ἐπὶ τῆς κοινωνίας, καὶ ἐπὶ τῆς ἀπαιτήσεως τῆς νομῆς ὅτε φυσικὴν ἔχων δεσποτείαν ἀπαιτεῖ νομὴν, καὶ ἐπὶ παραθήκης, καὶ ἐπὶ τῶν ἐν χρήσει δοθέντων, καὶ ἐπὶ τοῦ βίᾳ ἢ λάθρα καρποὶ ἀπαιτοῦνται, καὶ ἐπὶ τῶν λοιπῶν καλῇ πίστει ἀγωγῶν. εἰ δὲ καὶ ὑπερτιθεμένου διελέσθαι τὸν κοινὸν ἀγρὸν, ἐγὼ γεωργήσω, μεριζόμεθα τοὺς καρπούς. ἐπὶ δὲ τῶν βίᾳ ἢ λάθρα καὶ καρποὶ καὶ [πᾶν] πρᾶ· γμα ἀπαιτεῖται.

47

pr.Καὶ κεφ. λθ΄· „ἵππων μὲν λεγατευθέντων ἀπὸ ὑπερθέσεως ἡ γονὴ δίδοται· ἱπποφορβίου δὲ λεγατευθέντος καὶ χωρὶς ὑπερθέσεως ἡ γονὴ δίδοται.

48

pr.Καὶ κεφ. μ΄· „Ἐὰν τοῦ δανειστοῦ θέλοντος τὸ πᾶν λαβεῖν, ὁ χρεώστης μέρος προσαγάγῃ καὶ μὴ δεχομένου αὐτὸ τοῦ δανειστοῦ ὁ χρεώστης σφραγίσῃ καὶ ἀπόθηται, οὐ κουφίζεται τῶν τόκων, εἰ μὴ ἄρα καὶ ἐπὶ τῷ μερικῶς καταβαλεῖν ἐδανείσατο.

49

pr.Καὶ κεφ. μγ ' *· Αντὶ τόκων οὐκ ἔξεστι ποινὴν ἐπερωτᾶν ὑπὲρ τὸν νόμιμον τόκον. Παραγραφής· „ὅτε βουλόμενος περιγράψαι τὴν διάταξιν ἀντὶ τόκων πρόστιμον ἐπερωτήσει. ζήτει καὶ κεφ. νς ' καὶ ξγ ' *.

50

pr.Καὶ μδ *· „Κἂν ἄγραφος ἐπερώτησις γένηται περὶ τόκου, ἔῤῥωται.

51

pr.Καὶ κεφ. μέ΄· „Ὁ ἀγοραστὴς μὴ προσενεγκὼν τῷ πράτῃ τὸ τίμημα, κἂν τὰ μάλιστα ἐσφράγισεν αὐτὸ καὶ ἀπέθετο, ὅμως τόκους δίδωσι τοῦ τιμήματος, ἐὰν ἔλαβε τὸ πρᾶγμα.

52

pr.Καὶ κεφ. μς΄τ· „Οἱ ἀπὸ συμφώνου τόκοι καταβληθέντες οὐ δύνανται ἀναλαμβάνεσθαι, μὴ καταβληθέντες δὲ οὐκ ἀπαιτοῦνται.

53

pr.„Ὁ ἀνεπερώτητος τόκος ἀπαίτησιν μὲν οὐκ ἔχει, ἐνεχύρου δὲ ὄντος δίδωσι τῷ δανειστῇ παρακατάσχεσιν, ἐὰν συνεφωνήθη· τότε μέντοι, ὅτε καὶ ἐν τόκῳ τὸ ἐνέχυρον ὑπετέθη. ἔξεστι δὲ προσυμφωνεῖν, ἵνα ἐὰν μὴ καταβληθῇ εἴσω τυχὸν ἐνιαυτοῦ τὸ κεφάλαιον καὶ ὁ τόκος, μείζων τόκος ἐξ ἐκείνου τοῦ καιροῦ καταβληθῇ. ἐὰν οὖν δανεισάμενός τις καὶ συμφωνήσας τόκον, ὑπετίθετο καὶ τὸ ἐνέχυρον ἐπὶ τῷ τόκῳ, ὑπερχρονίας δὲ γενομένης μείζονα τόκον ἐπηγγείλατο καταβαλεῖν, καὶ οὐ συνεφώνησεν ὑποκεῖσθαι τὸ ἐνέχυρον ἐπὶ τῇ προσθήκῃ τοῦ τόκου, οὐ καλῶς παρακρατεῖται τὸ ἐνέχυρον. ζήτει καὶ κεφ. ξγ '.

54

pr.Καὶ κεφ. νβ΄ 2· „Καρπῶν δανειζομένων δύναται καὶ ἀπὸ συμφωνίας ἀπαιτεῖσθαι.

55

pr.Καὶ κεφ. νδ 4· „Ἐπὶ τῶν καλῇ πίστει ἀγωγῶν ὀφφικίῳ τοῦ δικαστοῦ καταφέρονται οἱ τόκοι. ἐὰν δὲ μὴ καταδικάσῃ ὁ δικαστὴς εἰς τόκους καὶ [μή] παρακολουθήσῃ ἔκκλητος, ἀπόλλυται ὁ τόκος. οὐδεμία γάρ ἐστιν ἀγωγὴ περὶ αὐτοῦ.

56

pr.Καὶ κεφ. νέ΄· „Ὁ δανείσας καὶ λαβὼν εἰς ἐνέχυρον· οἶκον ἐφ᾽ ᾧ καταμένειν ἐν αὐτῷ ἀντὶ τόκων, εἰ καὶ πλεῖόν ἐστι τὸ ἐνοίκιον τοῦ νομίμου τόκου, ὅμως οὐ δοκεῖ πλείονα τόκον ἀπαιτεῖν, ἀλλὰ μᾶλλον ἐλάττονος τὸν οἶκον μισθοῦσθαι. ἐὰν δὲ μισθώσας ἑτέρῳ τὸν οἶκον λαμβάνῃ τὸ μίσθωμα, τότε εἴ τι ὑπὲρ τὸν νόμιμον τόκον δυνηθῇ λαβεῖν, τοῦτο εἰς τὸ κεφάλαιον λογίζεται τῷ χρεώστῃ.

57

pr.Καὶ κεφ. νζ΄· „Ἐάν τις δανείσας καὶ βουλόμενος πλείονα τόκον λαβεῖν, καὶ εἰδὼς ὅτι ἐπὶ τῶν καρπῶν ἔστι μείζονα τόκον ἐπερωτῆσαι, τὸ χειρόγραφον οὐχ ὡς νομισμάτων δανεισθέντων ἀλλ᾽ ὡς καρπῶν παρεσκεύασε γενέσθαι, ἄχρηστόν ἐστι τὸ συνάλλαγμα, ὡς κατὰ περιγραφὴν τῶν νόμων γινόμενον.

58

pr.Καὶ κεφ. νη΄ τ· „Ἡ διάταξις βούλεται τὸν δανειστὴν συμφωνήσαντα τοὺς καρποὺς λαμβάνειν ἀντὶ τῶν τόκων κερδαίνειν, κἂν πλείονας λάβῃ καρποὺς, διὰ τὴν τῶν καρπῶν ἀδηλίαν. ζήτει καὶ κεφ. ξδ΄ 8.

59

pr.Καὶ κεφ. νθ'ο· „Ὁ μὴ κεχρεωστημένος τόκος εἰ μὲν πρὸ τοῦ κεφαλαίου καταβληθῇ, εἰς κεφάλαιον καταλογίζεται˙ εἰ δὲ μετὰ τὸ κεφάλαιον, ἐπειδὴ οὐκ ἔχει λοιπὸν εἰς τι καταβληθῆναι, ἀναλαμβάνεται.

60

pr.Καὶ κεφ. ξβ΄ 10· „Ἐὰν ὁ χρεωστῶν κεφάλαιον καὶ τόκους ἐν τῷ καταβαλεῖν μὴ ἐμνημόνευσεν, ἐπὶ τίνι καταβάλλει, ἐξουσίαν ἔχει ὁ δανειστὴς εἰ βούλεται εἰς τοὺς τόκους μόνους καταλογίζεσθαι τὰ καταβληθέντα. Sc. c. hujus tituli Basilicorum apud Heimb. Heimb. c. 59. Sc.

61

pr.Καὶ κεφ. ξέ '· „Ἡ μήτηρ τὰ πράγματα τῶν ἰδίων παίδων χειρίζουσα ὡς πᾶς διοικητὴς πραγμάτων τόκους ἀπαιτεῖται παρασχεῖν ὧν ἐδάνεισε χρημάτων.

62

pr.Καὶ κεφ. ξέ΄ 2· Ἡ διάταξις ἀνήρησε τρέχειν τοὺς τόκους, οὓς ῥητῶς ὁ ἥρως πατρίκιος ἔταξε. τῆς γὰρ πρωτοτύπου ἀγωγῆς φθαρείσης διὰ τῆς τριακονταετίας, ἄτοπόν ἐστι περὶ καρπῶν ἢ τόκων φιλονεικεῖν. ὁρίζει δὲ ἵνα οἱ ἰλλούστριοι καὶ ἐπέκεινα ἄχρι τρίτης ἑκατοστῆς δανείζωσιν, οἱ ἀργυροπράται καὶ ἔμποροι ἄχρι διμοίρου ἑκατοστῆς, οἱ δὲ λοιποὶ πάντες ἄχρι ἡμίσους ἑκατοστῆς. οἱ δὲ πρὸς οἶκον εὐαγῆ δανείζοντες τὸ ἀπὸ τετάρτης ἑκατοστῆς λαμβάνουσιν· ἐπὶ δὲ τῶν ναυτικῶν καὶ ἐπὶ τῶν δανειζομένων..... ἕως ἑκατοστῆς καὶ μὴ περαιτέρω, μὴ βουλομένη μήτε διὰ παρακατασχέσεως ἐνεχύρων μείζονα τόκον λαμβάνεσθαι, μήτε τοὺς δικαστὰς εἰς πλείονα τόκον καταδικάζειν προφάσει τῆς τῶν τόπων συνηθείας. εἰ δέ τις μείζονα τόκον λάβῃ, εἰς τὸ κεφάλαιον αὐτὸν καταλογίζεσθαι. μηδὲ λαμβάνειν τοὺς δανειστὰς προφάσει τῶν λεγομένων κερατίων ἢ συνηθειῶν· εἰ δέ τι λάβωσι, καὶ τοῦτο εἰς κεφάλαιον λογίζεσθαι. μὴ ἐξεῖναι δὲ μήτε διὰ μέσου προσώπου μείζονα τόκον λαμβάνειν, ἵνα τυχὸν ὁ πρωτοσπαθάριος διὰ μέσου τινὸς τὸν ἡμιεκατοστιαῖον ἐπερωτήσῃ.