Peira 1.17
Περὶ ἀφηλίκων δωρεῶν καὶ λοιπῶν πραγμάτων καὶ περὶ ἀποκαταστάσεων.
Abrir no leitor do IusCommune →1
pr.Ὁ δωρούμενός τι ἀφήλικι, καὶ ὕστερον παρὰ τοῦ ἀφήλικος ἀφαιρούμενός τι πρᾶγμα, οἰκείῳ δικαίῳ ἀναδίδωσι τοῦτο, μὴ προβάλλων ὡς ἄρα ἐδωρήσατο, μήτε τοῦ ἀφήλικος δεδιότος τὸ τῆς ἀχαριστίας ἐπιτίμιον εἰς τὸ νικᾶν κατὰ τοῦ ἀφελομένου ἢ καταλογιζομένου τὸ δωρηθὲν εἰς τὸ ἀφαιρεθέν· οὐ γὰρ διὰ τοῦτο ἐδωρήσατο, ἵνα πάλιν ζημιώσῃ· εἰ γὰρ τοῦτο ἦν, μήτε δωρήσασθαι ἐχρῆν μήτε ζημιῶσαι. ἀλλὰ μὴν ὁ μὲν ἀφήλιξ ὅπερ ἐδωρήθη αὐτῷ κερδαίνει, ὁ δὲ ἀφαιρούμενος ἀποδίδωσιν αὐτῷ.
2
pr.Ὅτι ἐὰν ὠνήσομαι οἶκον παρά τινος ἀφήλικος μὴ εἰδὼς, ὁ νέος δύναται κινεῖν κατ᾿ ἐμοῦ μετὰ τὸν κέ χρόνον ἔχων τὴν δεκαετίαν ἢ εἰκοσαετίαν, καὶ ἔκτοτε τρέχει ὁ χρόνος.
3
pr.Ὅτι᾿ τὰ ἐν ὑποστάσει τοῦ ὀρφανοῦ ἀνδράποδα οὐκ ἐκποιοῦνται, διά τε τὰς ἀποδείξεις τῆς ὑποστάσεως καὶ τοῦ ἐλέγχους. ὅτε δὲ εἰσὶ πράγματα καὶ χρυσίον, οὐ συγχωρεῖται ἀγοράζεσθαι ἀνδράποδα· οὐ γὰρ χρὴ τὰ μὴ φθειρόμενα μεταβάλλεσθαι εἰς εὔφθαρτα καὶ εἰς᾽ ὑπὸ ψυχὴν, διότι καὶ τὰ εὔφθαρτα τῶν πραγμάτων ἀναγκάζονται ἐξαργυρίζειν οἱ ἐπίτροποι..
4
pr.Ὅτι μετὰ ιδ΄ χρόνον τῆς ἡλικίας ὀφείλει ὁ παῖς τῷ ἀγοραστῇ τοῦ πατρῴου οἰκήματος ἢ κτήματος εἴ τι ἔχει δίκαιον προφωνεῖσθαι. οὐδὲ γὰρ μετὰ τὸν κε ἢ κθ ', ἀλλ᾽ ἀπὸ τοῦ ἰδίου χρόνου τοῦ παιδὸς τρέχει ἡ τῆς κυριότητος τριακονταετία. καὶ εἰ φθάσει κυριεῦσαι διὰ τριακονταετίας ὁ ἀγοραστὴς μετὰ τὸ γενέσθαι τὸν παῖδα ιδ΄ χρόνων, οὐ φοβεῖται αὐτὸν, ὡς εἶναι τὸν βουλόμενον κινεῖν περὶ πατρώου κτήματος παῖδα χρόνων μδ΄. ὑπὲρ τοῦτον γὰρ τὸν χρόνον κινῶν οὐκ ἀκούεται, ἀλλ᾽ ἀποκλείεται.
5
pr.Ὅτι ἀφήλιξ ὑπερβὰς τὸν ιδ΄ χρόνον καὶ γαμικὸν σύμφωνον ποιῶν, εἰς ἃ μὲν περὶ τὰ πράγματα ἢ πρὸς ἄλλας τινὰς ὑποθέσεις περιεγράφη, βοηθεῖται· τὸν δὲ γάμον μέλλων· διαλύειν οὐκ ἀκούεται ὡς ἄνηβος. καὶ γὰρ ἔλεγεν ὁ μάγιστρος, ὅτι εἰ τοῦτο δοίημεν, οὐδὲ διαθήκη συστήσεται ἀνήβου, καίπερ νόμου κειμένου, τὸν ὑπὲρ τὰ ιδ ' ἔτη γεγονότα νομίμως διατίθεσθαι. τοῦτο ὕστερον ἔκρινεν ἐπὶ τοῦ υἱοῦ τοῦ κομνηνοῦ· καὶ γὰρ εἰκοστοῦ ὄντος ἔτους καὶ μέλλοντος λύειν τὴν μνηστείαν, ἀπήτησε πρόστιμον· τέως δὲ τὸν ιη΄ χρόνον ἀρκεῖν εἰς τὸ μὴ προβάλλεσθαι ἀφηλικιότητα ἐν τοῖς γαμικοῖς συμβολαίοις καὶ συναλλάγμασι.
6
pr.Εάν τινα πράγματα πρὸ τῶν γάμων μετὰ τῆς πρε πούσης συμμετρίας ὁ ἐλάττων τῶν κέ ἐνιαυτῶν ἐν τῷ καιρῷ τῆς μνηστείας δωρήσηται, παρόντος αὐτῷ τοῦ προκουράτωρος, τῷ προκαλύμματι τῆς ἡλικίας αἱ τοιαῦται δωρεαὶ οὐκ ἀνακαλοῦνται. τὸ „τινὰ πράγματα πρὸς εὐτελῆ καὶ οὐ πρὸς μεγίστην ποσότητα ἀναβιβάζεται· οὐ γὰρ συγχωρεῖται ὁ ἀφήλιξ πρὸς μνηστὴν δωρεὰν μεγίστην ποιεῖσθαι. τὸ δὲ „μετὰ τῆς πρεπούσης συμμετρίας τὸ μὴ εἰς ὀβολοὺς ἐλαχίστους καταβιβάζεσθαι μήτε ὑπὲρ τὸ μέτρον καθίστασθαι· τὸ γὰρ σύμμετρον οὐκ ἐπὶ μέγας βούλεται τὸν κλῆρον τοῦ ἀφήλικος ἀκρωτηριάζεσθαι.
7
pr.Ὅτι ὁ καταπραξάμενος ἐν ἀφηλικιότητι δωρεάν, βοηθεῖται μετὰ τὸ τὴν τελείαν ἡλικίαν ὑπερελάσαι ἐντὸς δέκα ἐνιαυτῶν. ὡς βι. ί τί. δ΄ κεφ. νβ΄΄.
8
pr.Ὅτι ὁ πατὴρ μέλλων ἐκδοῦναι πρὸς γάμον τὴν θυγατέρα, ἐπεχείρησε πωλῆσαι τινὰ πράγματα, ἐξ ὧν ἔμελλεν ὑποθέσθαι τῇ θυγατρί. ὁ δὲ μνηστὴρ δέδωκε τὸ χρυσίον πρὸς τὸν πενθερὸν, καὶ ἔγραψεν ὁ πενθερὸς οὕτως· ἔμελλον πωλῆσαι τὰ κτήματα, καὶ διὰ τὸ ἔχειν σὲ τὸν γαμβρόν μου ἐπὶ χεῖρας λογάριον, προύκρινας ἐπιδοῦναί μοι λ΄ λίτρας, καὶ τὰ ποιαῦτα κτήματα διαμένειν εἰς προῖκα μὲν τῆς ἐμῆς θυγατρὸς ἀπαρασάλευτα, σοῦ δὲ στεφάνου μετὰ θεοῦ μελλομνηστῆς. καὶ τῆς γυναικὸς ἐν τῷ γάμῳ τελευτησάσης τὸ μέρος αὐτῆς ἐπειράθη τὰς τριάκοντα λίτρας αὖθις λαμβάνειν, προτεινόμενον καὶ τὸ χρυσίον δωρηθῆναι παρὰ τοῦ στεφάνου πρὸς τὴν μνηστήν. καὶ ὁ δικάζων ἔκρινε, τὴν τοιαύτην μὴ εἶναι δωρεὰν, ἀλλὰ τὸν πενθερὸν μὴ βούλεσθαι πρὸς ξενικὸν διαβιβάσαι τὰ κτήματα πρόσωπον, ἀλλὰ τῇ ἰδίᾳ ἀπογονῇ ταῦτα παραπεμφθῆναι.
9
pr.Ὅτι δίκη ἐκινήθη, ὡς ὁ πατήρ τινος ἐτελεύτησε μὴ ζητήσας τὴν μητρώαν κληρονομίαν, καὶ ὁ τοίτου υἱὸς ἐζήτει τὴν μαμμῴαν κληρονομίαν, καὶ εὑρέθη, ὅτι ὁ πατὴρ αὐτοῦ μετὰ τὸ αὐτεξούσιος γενέσθαι χρόνων διελθόντων λ ' οὐκ ἐζήτησε τι τῶν μητρῴων. καὶ ὁ δικαστὴς ἔπαυσε τὸν τούτου υἱὸν ἐπιζητεῖν τὴν κληρονομίαν, εἰπὼν, μὴ δυνήσασθαι τοῦτον εἰς ἕτερον χρόνον καταφεύγειν, καὶ ἴσως προβάλλεσθαι κατὰ τὴν τελευτὴν τοῦ πατρὸς πάντη ἄνηβος εἶναι καὶ ὑπὸ ἐπίτροπον τελεῖν, καὶ χρόνους ἀνηβότητος ὑπεξαιρεῖν. ὅτι ὁ νόμος λέγει· εἴπερ ὁ ἐλάττων τὸν ἐνήλικον διαδέξεται, μὴ πλέον ἐκείνου προνόμιον ἔχει, ἀλλὰ τοὺς βοηθοῦντας τῷ ἀπελθόντι χρόνους δίδωσιν αὐτῷ, καὶ ἀνεπιφωνήτων τῶν χρόνων τρεχόντων ἀποκλείεται τῆς κινήσεως, καὶ τὸ τῆς ἡλικίας ἀτελὲς οὐδὲν αὐτῷ συμβάλλεται.
10
pr.Ὅτε᾿ ἀποδείξεις ἔχων ὁ νέος οὐ χρήσεται ταύταις, ἀλλ᾽ ἕληται ὅρκον, ἔχει ἀποκατάστασιν· ὅτε δὲ ἀπορῶν ἀποδείξεων κατὰ͵ τὸν καιρὸν τῶν ἀγώνων ἐκδικητὴν καὶ συνέκδημον ἔχων τὸν ὅρκον ἐπήγαγε, τῷ κοινῷ χρησάμενος νόμῳ καὶ ᾧτινι οἱ τέλειοι, οὐκ ἀποκαθίσταται. καὶ φησὶ βι. κθ ' τί. έ κεφ. λβ ' 3. „παλαιός ἐστιν ὁ τῆς διατάξεως ταύτης κανὼν, λέγων μὴ δοκεῖν τὸν ἐλάττονα περιγράφεσθαι ἐν ἐκείνοις, ἐν οἷς τῷ κοινῷ νομίμῳ χρῆται. καὶ βι. β΄ τί. δ ' κεφ. ιζ ' 4· „ταῖς ἐλάττοσι μηδὲν κερδᾶναι βουλομέναις ἀντικείσθω ἡ τοῦ νόμου ἄγνοια.
11
pr.Ὅτι ἐτελεύτησέ τις ἐπὶ παισὶ καὶ χρέεσι, καὶ ὁ κοιαίστωρ ᾠκονόμησε, παλαιὸς δὲ οὗτος ἦν, διαπωληθῆναι ἀκίνητον τοῦ τελευτήσαντος· οὐ γὰρ ἤρκει ἡ κινητὴ οὐσία, μικρὰ οὖσα, τὰ δὲ χρέα μέγιστα. τοῦτο δὲ ἐποίησε διὰ τὸ μὴ τοὺς τόκους πλεονάσαντας πᾶσαν τὴν ἐκείνου ὕπαρξιν ἐξαντλῆσαι.
12
pr.Βι. ιθ΄ τί. ια κεφ... *· „ἀπολιμπανομένου τοῦ ἐπιτρόπου κατὰ τὸ φιλάγαθον ὁ ἄνηβος παραγγέλλεται. τοῦτο προσθήκη ἐστὶν, ἔνθα περὶ ἐκνικήσεως κινεῖται κατὰ τοῦ ἀγοραστοῦ ἀγωγή.
13
pr.Καὶ βι. β΄ τί. δ΄ε κεφ. ί '· „οἱ ἄνηβοι χωρὶς τῶν ἐπιτρόπων πράττοντες οὐδὲν δοκοῦσι δύνασθαι ἢ γινώσκειν.
14
pr.Ὅτι ὁ υἱὸς τοῦ κομνηνοῦ τὴ ὢν ἐτῶν ἐποίησε χαρτίον μετὰ τοῦ πρωτοσπαθαρίου ἡλίου, ἵνα λάβῃ τὴν θυγατέρα αὐτοῦ· πλὴν ἵνα ἐξέλθῃ ἔξω διὰ τὸ κατεπείγεσθαι τοὺς καρποὺς συγκλεῖσαι, καὶ ἐὰν μὴ ἐντὸς ἓξ μηνῶν ἔλθῃ καὶ ποιήσῃ χαρτία ἀῤῥαβωνικὰ καὶ παραλάβῃ τὴν προῖκα, ἵνα δῷ πρόστιμον λίτρας κέ. εἶτα εἰσῆλθε, καὶ ἐξέθετο χαρτία τοῦ ἀῤῥαβῶνος καὶ παρέλαβε τὴν προῖκα λιτρῶν ς΄, καὶ τέθεικε πρόστιμον, ἐὰν μὴ πληρώσῃ τὸν γάμον, λίτρας λ΄, ὁμολογήσας ὑποκεῖσθαι καὶ εἰς τὸ πρόστιμον τοῦ πρώτου χαρτίου τῶν κε λιτρῶν. προέβη οὖν ἡ μνηστεία ὑπὸ ἀνύσει βασιλικῇ. χρόνῳ τινὶ ὕστερον ἀφήνδασε πρὸς τὸν γάμον ὁ κομνηνὸς, καὶ ὠργίσθη κατ᾿ αὐτοῦ ὁ βασιλεύς. ὁ δὲ εἶπεν, ὅτι ἀφήλιξ ἤμην καὶ ἠπατήθην ὑπὸ τοῦ βαϊούλου μου. ὁ δὲ βασιλεὺς καὶ οὕτως ἀπεπέμψατο τοῦτον, εἰπὼν, ὅτι ἐγὼ ὥρισα τοῦτο, καὶ οὐκ ἐῤῥόγευσεν αὐτόν. ἐτελεύτησεν ὁ βασιλεὺς, καὶ ὁ μάγιστρος ἐζήτει τὴν δίκην, καὶ ὁ μετὰ τοῦτον βασιλεὺς λέγοντα τὸν κομνηνὸν ὅτι ἀφήλιξ ἤμην, ὅτε ἐποίησα τὴν μνηστείαν, οὐ προσεδέξατο, εἰπὼν, ὅτι ἀφήλικες ἐν οἷς περιγράφουσιν ἄλλους, οὐ βοηθοῦνται· μείζων δὲ ποῖα ἄλλη περιγραφὴ ἢ τὸ εἰσελθεῖν εἰς οἶκον ξένον εὐγενοῦς γυναικὸς καὶ συγκλητικοῦ ἀνδρὸς καὶ ἰδεῖν τὴν θυγατέρα αὐτοῦ καὶ ὁμιλῆσαι αὐτῇ καὶ ἀναπαύσασθαι ἐν τῷ οἴκῳ, ὑπισχνούμενος μνηστείαν συνιστᾶν; ἀλλὰ καὶ δ ' ἀφήλιξ ἄῤῥην μετὰ τὸν ιδ΄ ἐνιαυτὸν διαθήκην ποιεῖ καὶ βεβαία ἐστὶν αὕτη καὶ οὐ διὰ τὴν ἀφηλικιότητα διαρήσσεται· καὶ ζῶν ὁ ἀφήλιξ μετὰ τὸν ιβ΄᾽ ἐνιαυτὸν ἐλευθεροῖ κὰὶ οὐκ ἀνατρέπεται ἡ ἐλευθερία, καὶ μέχρι μὲν τοῦ ιδ΄ ἐνιαυτοῦ ὑπὸ ἐπιτρόπου τελεῖ, μετὰ δὲ τὸν ιδ΄ ἄχρι τοῦ κέ ὑπὸ κουράτωρος, καὶ ἐὰν ὁ κουράτωρ συστήσῃ γάμον τῷ ἀφήλικι καὶ οὗτος κινήσῃ ὡς περιγραφεὶς, σκοπεῖται ἡ περιγραφή, καὶ ἐὰν εὐπορῇ ὁ προκουράτωρ, ἐκεῖθεν γίνεται τὸ ἱκανὸν τῷ ἀφήλικι, ὁ δὲ γάμος οὐ διαρήσσεται. καὶ ἐνταῦθα εἰ μὲν προέβη περιγραφή, καλῶς ἐπιχειρεῖς διαλύειν τὴν μνηστείαν· εἰ δὲ μὴ, χωρὶς προστίμου οὐ λυθήσεται. καὶ προέθετο ὁ δικολόγος περιγραφὴν μίαν μὲν, ὅτι δύο πρόστιμα ἐπερωτήθη ὁ ἀφήλιξ· ὁ δὲ μάγιστρος εἶπε· γενέσθω ἡ μνηστεία, καὶ ἀργείτωσαν τὰ πρόστιμα. καὶ γὰρ τὸ πρόστιμον διὰ τὴν λύσιν τῆς μνηστείας ἐτέθη· σὺ μὴ λύε ταύτην, καὶ προστίμου δώσει οὐχ ὑποκείσῃ. ἑτέραν εἶπε περιγραφὴν, ὅτι οὐ καλῶς ἀποτιμήθη ἡ προῖξ· καὶ ὁ μάγιστρος· καὶ ἔτι ἀποτιμηθήσεται καὶ σκοπήσομεν τὴν περιγραφὴν, καὶ ταύτην ἰασόμεθα. τρίτη περιγραφή προσετέθη, ὅτι νέῳ ὄντι μοι κατεπιστεύθη ἡ προῖξ, καὶ ἀνήλωσα ταύτην καὶ ἐστὶν ἡ γυνὴ ἄπροικος· καὶ τοῦτο ὁ μάγιστρος εἶπε δύνασθαι ἰάσασθαι, ποιοῦντος χαρτία τοῦ πενθεροῦ νῦν πρὸς τὴν θυγατέρα, ὅτι εἰ καὶ καταφάγῃ ταύτην ὁ ἀνὴρ, αὐτὸς καὶ πάλιν ἐκτίσει τῇ θυγατρὶ, εἰπὼν καὶ χαρίεντα λόγον, ὅτι πῶς εἶ ἀφήλιξ καὶ περιγραφεὶς ὁ διανοούμενος ταῦτα καὶ λέγων τὰ μὲν οἰκεῖα μέλλω φυλάττειν, τὰ δὲ τῆς γυναικὸς κατασπαταλᾶν· πάντως γὰρ, εἰ μὴ εἶχες τὰ τῆς γυναικὸς, τὰ οἰκεῖα ἂν κατέφαγες. ἑτέραν περιγραφὴν προσέθετο, ὅτι πλείονα προῖκα ὀφείλομεν λαβεῖν ἐξ ἑτέρας.· καὶ εἰς τοῦτο οὐ πάνυ τὶ προσέσχεν ὁ μάγι στρος, εἰπὼν, ὅτι αἱ προῖκες αἱ πλείονες οὖσαι τῶν ῷ λιτρῶν βάρος εἰσί· πλὴν ἐπέτρεψε δεικνύειν τὸν ἀφήλικα τὴν οἰκείαν περιουσίαν, ὅση ἐστὶν, ἵνα διαγνωσθῇ, εἰ ἐλάττονα προῖκα τῆς ἀξίας αὐτοῦ ἔλαβεν. εἶπε γὰρ, ὅτι καὶ ἐπὶ τῶν μαρτύρων, ὅτε μὲν περὶ τρόπου ζητεῖται ἤ τινος ἑτέρου ἁμαρτήματος, ἀνάγκην ἔχει ὁ διαβάλλων αὐτοὺς δεικνύειν τὰ ἁμαρτήματα· ὅτε δὲ περὶ εὐπορίας, αὐτὸς ὁ μάρτυς ἀναγκάζεται δεικνύειν τὴν οἰκείαν εὐπορίαν. τελευταία περιγραφὴ προσετέθη, ὅτι πρὸς τὸ ἥμισυ ἐτέθη ὑπόβολον καὶ ὑπεσχέθη παρὰ τοῦ ἀφήλικος, δυναμένου ἐνηλίκου ὄντος ἔλαττον ὑπόβολον συμφωνῆσαι. καὶ τοῦτο ἐκ νόμου ἔλυσεν ὁ μάγιστρος. εἶπε γὰρ, ὅτι ἐν τοῖς βασιλικοῖς εἰς τὸ περὶ προικὸς εἰς τὸ ἴσον ἔχει συμφωνεῖν τὸν ἄνδρα καὶ τὴν γυναῖκα· νεαρὰ δὲ τοῦ κυροῦ λέοντος τοῦ βασιλέως τοῦτο ἐκαινοτόμησε, καὶ ἐτύπωσε πρὸς τὸ ἥμισυ γίνεσθαι, φυλάξασα τὴν συνήθειαν· καὶ ἔνθα μηδὲν περὶ ὑποβόλου συμφωνηθῇ, τὸ ἥμισυ τῆς προικὸς δεχόμεθα· κἂν πλέον τοῦ ἡμίσεως συμφωνηθῇ, στασιάζεται εἴπερ ἀπαιτηθῇ τὸ ὑπέρπλεον· καὶ οἱ κατωτικοὶ ὑπόβολον μὲν ὀλίγον συμφωνοῦσι διὰ τοὺς παῖδας καὶ· τὸ ἄδηλον τῆς ἐκβάσεως, θεώρετρον δὲ πλέον. οὕτως οὖν τῶν λεγομένων περιγραφῶν διαλυθεισῶν, κατένευσεν ὁ κομνηνὸς δοῦναι τὸ πρόστιμον καὶ λύσαι τὴν μνηστείαν. ὁ δὲ μάγιστρος, τῶν κριτῶν ἀμφιβαλλόντων εἰ χρὴ τὰ ἐν ἀμφοτέροις τοῖς χάρταις ἀπαιτηθῆναι πρόστιμα, εἶπεν, ὅτι τὸ μὲν πρώτως γραφὲν πρόστιμον, εἰ καὶ ἐν τῷ δευτέρῳ χαρτίῳ ἐμνημονεύθη, μὴ ὀφείλει ἀπαιτηθῆναι· δοκεῖ γάρ πως μηδὲ παρακαθεῖναι τὸ πρῶτον χαρτίον. ἐτέλεσε γὰρ τὴν μνηστείαν οὗτος εἰσελθὼν, ἀλλὰ καὶ ἀφήλιξ ἦν καὶ τοιαύτας ἐννοίας αὐτὸν δέχεσθαι οὐκ εὐχερὲς πιστευθῆναι, ὅτι ἀμφοτέροις ὑποπεσεῖται τοῖς προστίμοις ἐκ τοῦ γραφῆναι ἐν τῷ δευτέρῳ χαρτίῳ καὶ τὸ πρῶτον πρόστιμον, ὅτι καὶ εἰς πολὺ τὸ τοῦ προστίμου ἐκτείνεται εἰς λίτρας ξ΄΄. τὸ δὲ δεύτερον πρόστιμον, ὅτιπερ ὅτε ἡ μνηστεία προέβη ἐτύπωσε, καὶ κατεδίκασεν αὐτὸν δοῦναι ὡς τέλειον τὴν ἡλικίαν. ἔφη γὰρ, ὅτι τις ἡ ἀνάγκη συστῆσαι χαρτίον καὶ πρόστιμον θεῖναι, εἶτα χρόνον πολὺν διελθεῖν, καὶ μὴ μεταμεληθῆναι, ἀλλὰ τελέσαι τὴν μνηστείαν καὶ παραλαβεῖν προῖκα· μετὰ δὲ τὸ προστάξαι τὸν βασιλέα καὶ ἀποδέξασθαι τὸν γάμον τότε προβάλλειν τὴν ἀφηλικιότητα καὶ πειρᾶσθαι λύειν τὴν μνηστείαν ἀποινικῶς; εἰ γὰρ τοῦτο δοίη τὶς, οὐκ ἄν ποτε συσταθῇ γάμος. οἱ πλείονες γὰρ ὀρφανοὶ καταλιμπανόμενοι γάμους τελοῦσι, καὶ πῶς δύναται ἄνθρωπος περιμένειν τὸν κέ ἐνιαυτὸν, ὅτε καὶ οἱ ἐξ αὐτοῦ γενόμενοι μνηστεύονται καλῶς; τέως δὲ μετὰ τὸν ιη΄ ἐνιαυτὸν τὴν προβᾶσαν μνηστείαν ὁ μάγιστρος ἐτύπωσε καλῶς προβαίνειν, καὶ χωρὶς προστίμων δύναται᾿ ἀνατρέπεσθαι, διότι ἐν τῷ κ χρόνῳ συγγνώμη ἡλικίας δίδοται· ἐὰν δὲ προφανὴς φανῇ περιγραφὴ τοῦ ἀφήλικος, ἀνατρέπεται. ἠρώτησα ἐγὼ, τὸ ἀπαιτούμενον πρόστιμον παρὰ τίνος ὀφείλει κερδανθῆναι, τῆς θυγατρὸς ἢ τοῦ πατρός; καὶ εἶπεν ὁ μάγιστρος, ὅτι παρὰ τοῦ πατρός. ἐπεὶ γὰρ οὐ συνέστη γάμος, οὐδὲ ἐπισημαίνει τοῦτο τῇ θυγατρί· κινδύνῳ γὰρ τοῦ πατρὸς γίνονται τὰ σύμφωνα, καὶ ἐξ ἀποτυχίας αὐτὸς καταδικάζεται ὁ συμφωνῶν. ἐξ ὁμοίου γὰρ ἐὰν ὁ πατὴρ ἀπήρεκε πρῶτον ποιήσασθαι αὐτὸν γαμβρὸν, αὐτὸς ὀφείλει ζημιωθῆναι τὸ πρόστιμον, καὶ οὐχ ἡ θυγάτηρ. μέχρις οὗ γὰρ συστῇ ὁ γάμος καὶ ἁρμόσῃ τῇ γυναικὶ ἡ προῖξ, δύναται ὁ πατὴρ καὶ ἐλαττοῦν τὴν προῖκα καὶ αὔξειν, καὶ διὰ τοῦτο καὶ τοῖς προστίμοις αὐτὸς ὑπόκειται καὶ αὐτὸς πάλιν ἀπαιτῶν κερδαίνει.
15
pr.Ὅτι ἀφήλιξ, ὅσα πράξει ἐντὸς τῆς ἀφηλικιότητος, ἔχει τὸν χρόνον τῆς ἀποκαταστάσεως βοηθοῦντα, ἤγουν μετὰ τὸν κέ χρόνον τὴν τετραετίαν, ἵνα ἐντὸς ταύτης κινήσῃ περὶ ὧν περιεγράφη ἐν ἀφηλικιότητι, καὶ εἰ μὴ ἐντὸς τούτων περὶ ὧν δοκεῖ περιγραφῆναι ποιήσεται ἀγωγὴν, ἀποκλείεται. εἰς ὅσα δὲ μετὰ τὸν κὲ ἐνιαυτὸν κινήσει ἐν δικαστηρίῳ, λέγων ὅτι τόδε καὶ τόδε περιεγράφην, ἄρτι οὐ δύναται εἰς ταῦτα αἰτῆσαι ἀποκατάστασιν, οἷον ἵνα εἴπῃ, ὅτι εἰ καὶ μὴ εἰμὶ ἀφήλιξ ἀλλ᾽ οὖν ἐντὸς τοῦ χρόνου τῆς ἀποκαταστάσεως πράξας αἰτῶ ἀνατρέπειν αὐτά. τοῦτο γὰρ λέγων οὐκ ἀκούεται, ἀλλ᾽ ὅσα καὶ πράξει τὶς καὶ εἴπῃ μετὰ τὸν κέ ἐνιαυτὸν, ταῦτα βέβαια δοκοῦσι καὶ οὐδεμίαν ἐπ᾿ αὐτοῖς ἔχει βοήθειαν εἰς τὸ ἀναπαλαίειν αὐτὰ ἢ χρόνον ἀποκαταστάσεως αἰτεῖν.
16
pr.Ὅτι οὐ δύναται ἀφήλιξ ἐνάγειν κατὰ τοῦ ἐπιτρόπου τοῦ πατρὸς αὐτοῦ, καὶ λέγειν, ὅτι οὐκ ἀπέδωκας τὸν πάντα κλῆρον τῷ πατρί μου, εἴπερ ὁ ἐπίτροπος ἀπόδειξιν ἔχει τοῦ πατρὸς τοῦ ἀφήλικος. καὶ τοῦτο ἔκρινεν ὁ μάγιστρος, εἰπὼν, ὁπότε κἂν ἠδίκητό τι περιφανῶς ὁ πατὴρ, καὶ οὕτως ἡ τῶν ἀσφαλειῶν μετὰ τὴν ἐντέλειαν τῆς ἡλικίας προέβη ποίησις, τά τε παραδεδομένα διατρανοῦσα, καὶ μηδὲν παρὰ ταῦτα κεχρεωστημένον αὐτῷ τυγχάνειν ἢ πατρόθεν ἢ μητρόθεν ἢ ἐκ τῆς μάμμης βεβαιοῦσα, πᾶσαν ἐκείνῳ τε καὶ τοῖς ἐξ ἐκείνου ἀπέφραξεν ἀγωγήν.
17
pr.Ὅτι ἐν ταῖς ἀποκαταστάσεσιν οὐχ ὁ αὐτός ἐστι χρόνος, ἀλλ᾽ ἄλλος μὲν ἐπὶ ταῖς δωρεαῖς, ἄλλος δὲ ἐπὶ ταῖς πράσεσι, καὶ ἄλλος ἐπ᾿ ἄλλοις. καὶ ἀναγίνωσκε τὰ ὑποκείμενα νόμιμα. φησὶ γὰρ βι. ί τί. δ ', ὅπερ ἐστὶ βι. δ΄ τῶν διγέστων τί. δ΄ε κεφ. ιη΄· „καὶ οἱ διάδοχοι τῶν νέων ἀποκαθίστανται καὶ τέλειοι ὄντες. Ὅτι „ἔσθ᾽ ὅτε καὶ πλέον τοῦ ἐνιαυτοῦ ἔχει ἡ διαδοχή. ἐὰν γὰρ αὐτὸς ἀφήλιξ ἐστὶ μετὰ τὸν κὲ ἐνιαυτὸν ἔχει τὸν τετραετῆ χρόνον τῆς ἀποκαταστάσεως. εἰ δὲ ὀλίγον ὑπελείπετο τῷ τελευτήσαντι. λέγει κεφ. νζ ' δ· ἀγωγὴν εἶχον κατὰ σοῦ χρονικὴν ἦτινι τυχὸν τ ἡμέραι ὑπελείποντο· αὕτη εἰς νέον μετετέθη· ἀποκαθισταμένου αὐτοῦ, μόναι αἱ ι ἡμέραι ἀποκαθίστανται. καὶ κεφ. ξ· „ἐπίτροπος ἐτελεύτησεν ἐπὶ γυναικί τινι κληρονόμῳ. αὕτη ὀρφανικὸν ἀγρὸν ἐξεποίησεν. ὁ δὲ ἀγοράσας ἐπὶ χρόνον ἐνέμετο πολύν. προσῆλθεν ὁ νεώτερος τῷ βασιλεῖ, βουλόμενος ἐκδικῆσαι τὸν ἀγρὸν καὶ μὴ ἀντιτεθῆναι αὐτῷ τὴν τοῦ μακροῦ χρόνου παραγραφήν. καὶ ἀντιγράφει πρὸς αὐτὸν ὁ βασιλεὺς οὕτως· ὅτι εἰ μὲν πέπρακεν ἡ γυνὴ τὸν ἀγρὸν, εἰδυῖα σοὶ αὐτὸν διαφέρειν, κακῇ πίστει ἔλαβεν ὁ ἀγοραστὴς τὸν ἀγρὸν παρὰ τῆς μὴ ἐχούσης δίκαιον τοῦ πιπράσκειν καὶ οὐδὲ ὁ χρόνος αὐτὸν ὠφελεῖ. εἰ δὲ ὡς ἴδιον πέπρακεν ἡ γυνὴ καὶ ὁ ἀγοραστής καλῇ πίστει ἠγόρασε; δύναται δι᾽ αὐτοῦ δεσπόσαι, ἐὰν μετὰ τὴν μείζονά σου ἡλικίαν ἔδραμε χρόνος τοσοῦτος, ὃς ἀρκεῖ εἰς τὴν τοῦ μακροῦ χρόνου παραγραφην, τουτέστιν ἐπὶ τῶν παρόντων δεκαετία, καὶ ἐπὶ τῶν ἀπόντων εἰκοσαετία. καὶ κεφ... „τοῖς ἐλάττοσι τῶν κε ἐνιαυτῶν οὐ τρέχει τοῦ μακροῦ χρόνου παραγραφή. καὶ κεφ. ξγ΄· „ἐδωρήθη πρᾶγμα τοῦ ἀφήλικος δίχα ἀποφάσεως ἄρχοντος· καὶ ὁ λαβὼν αὐτὸ κατὰ δωρεὰν πέπρακεν αὐτὸ ἑτέρῳ τινί. λέγει οὖν ἡ διάταξις, ὅτι ἐπεὶ εὔλογον τίτλον τῆς νομῆς ἔσχεν ὁ ἀγοραστὴς, ἐὰν μετὰ τὸ γενέσθαι μείζονα τὸν νέον ἢ παρόντος αὐτοῦ δεκαετίᾳ ἐνεμήθη ὁ ἀγοραστὴς ἢ ἀπόντος εἰκοσαετίᾳ, ἀντιτιθε μένης αὐτῷ τῆς τοῦ μακροῦ χρόνου παραγραφῆς τὸν ἐνάγοντα χρὴ ἀποκλείεσθαι.
18
pr.Ὅτι μαγκλαβίτης τὶς ἀφήλιξ ὢν κατηγορεῖτο ὡς πεποιηκὼς βίαν καὶ ἀφαρπάσας πράγματα. καὶ ἔκρινεν ὁ μά γιστρος δειχθῆναι τὴν βίαν, καὶ εἰ· μηδὲν ἴδιον δείκνυται νῦν ὁ ἐπίτροπος τοῦ μαγκλαβίτου κεκτημένος, οὐ παρὰ τοῦτο ἐλεγχόμενος ζημίας ἔσται ἐλεύθερος εἰς τὸ διηνεκὲς, ἀλλ᾽ ἐπὶ μὲν τοῖς μητρώοις αὐτοῦ, εἴγε τούτων καὶ δεσπότης ἐστὶ καὶ τῆς χρήσεως κύριος, ἐντεῦθεν ἤδη· ἐπὶ δὲ τοῖς πατρῴοις, ὅτε μετὰ τελευτὴν τοῦ πατρὸς κληρονόμος ἀναφανεῖ, ἢ εἰς ὁλόκληρον ἢ εἰς μέρος εὐθυνθήσεται, ἐγγραφῆς νῦν γενομένης τοῖς δικαιωθεῖσι δεδομένης.
19
pr.Ὅτι ἡ πατρικία μαρία ἡ καστόρισσα σύμφωνον ἐποίησεν ὑπὲρ τοῦ ἐγγόνου αὐτῆς, ἵνα λάβῃ τὴν θυγατέρα τοῦ πρωτοσπαθαρίου βασιλείου τοῦ στρατηγοῦ, καὶ συνεφώνησαν καὶ τὴν προῖκα, καὶ ἀῤῥαβὼν προέβη, καὶ ᾐτήσατο καὶ ὁ συναδηνὸς καὶ γέγονεν πανθεώτης· ὁ γαμβρὸς, καὶ δωρεὰς δέδωκεν [δ] πενθερὸς πρὸς αὐτὸν, ὁμοίως καὶ ὁ πατρίκιος ὁ κονάβης. εἰς δὲ τὸ σύμφωνον ὁ γαμβρὸς οὐχ ὑπέγραψεν, οὐδὲ πρόστιμον τέθεικεν, ἀλλ᾽ ἡ μάμμη συμβάλλουσα μετὰ τὰς αἱρέσεις τοῦ γάμου καὶ τὰ λοιπὰ σύμφωνα ἔγραψεν· οἷον δὲ μέρος ἐξ ἡμῶν ἀναβάλληται, ἵνα παρέχῃ λίτρας β. ὁ γαμβρὸς τοίνυν ἀπεδυσπέτησε πρός τε τὸν γάμον, καὶ ἐνίκησε τοῦτο εἰς τὸν μάγιστρον, καὶ ἐπεὶ οὐχ εὑρέθη οὗτος ὅλως ἐν τῷ προικώῳ συμφώνῳ ὑπογράψας, ἀλλὰ μᾶλλον μαρτυρούμενος χρόνων εἶναι εἴκοσι, διελύθη ὁ γάμος χωρὶς προστίμου, Forte παραγραφή. Cod. συνεφάνησαν. Videtur haec vox corrupta esse: de Senatu cogitaveris. Sic Cod. videbatur habere. Vide Ducange s. v. πάνθεον. Sed equidem de Protospatharii dignitate cogitaverim. Vel κινάβης. In Cod. sigla est γρᾶς, quam nescio an recte solverim. καὶ ἀνέδωκεν ὅσα ἔλαβεν ἀπὸ τοῦ πενθεροῦ. ἐπεὶ δὲ καὶ ὁ πενθερὸς ᾐτήσατο τὸν βασιλέα, ἵνα τὴν τιμὴν τοῦ πανθεώτου, εἰς ἥνπερ ἀξιώσει αὐτοῦ γέγονεν ὁ γαμβρὸς, ἀναλάβηται, κατεδίκασεν αὐτὸς ὁ βασιλεὺς δοῦναι λέγων λίτρας δέκα, καὶ δέδωκε ταύτας. καὶ διὰ τοῦτο ἐσημειώσατο ὁ μάγιστρος, ἵνα καὶ ὁ γαμβρὸς, εἴ τι δέδωκεν, ἀναλάβηται ταῦτα. ζήτει τὸ ονό.. φησι περὶ τούτων. ἡ μέντοι μάμμη οὐδὲν εἱλκύσθη εἰς δικαστήριον· οὐ γὰρ αὐτὴ ἀνέλυε τὸν γάμον, ἀλλ᾽ ὁ ἔγγονος.
20
pr.Ἐὰν ἀφήλιξ ὧν καὶ πωλῶν κτῆσιν ὀμώσω ἐνήλικος εἶναι, εἰ μὲν πρὸς μὴ εἰδότα τὸν τῆς ἐνηλικιώσεως χρόνον ποιοῦμαι τὸν ὅρκον, οὐκ ὠφελοῦμαι· εἰ δὲ πρὸς εἰδότα ὠφελοῦμαι.
21
pr.Ὅτι᾿ ὅτε χωρὶς δεκρέτου τὰ τῶν ἀφηλίκων ἀκίνητα ἐκποιεῖται, οὐδὲ οἱ προσλαμβανόμενοι ἐγγυηταὶ εὐθύνονται, ἀλλὰ καὶ χωρὶς ἀποκαταστατικοῦ δικαίου οἱ ἀφήλικοι βοηθοῦνται.