IusCommune
IusCommune › Textos › Peira › Peira

Peira 1.16

Περὶ ἐπιτρόπων.

Abrir no leitor do IusCommune →

1

pr.Ἐὰν ἐπιτροπεύσω τινὸς πρῶτον, εἶτα ὕστερον καὶ ἑτέρου, καὶ καταφάγω πράγματα τῶν δύο ἐπιτροπῶν, καὶ ἐστὶν ἀπορία ἐμοῦ εἰς τὰ εὑρισκόμενά μου, προτιμῶνται οἱ τῆς πρώτης ἐπιτροπῆς.

2

pr.Ὅτι γραφέντος τινὸς ἐπιτρόπου νέων, ὃς ὕστερον ἐκίνει ἀγωγὰς κατ᾿ αὐτῶν τῶν ἀφηλίκων, ᾠκονόμησεν ὁ βέστης, ἀποστῆναι τοῦτον τῆς ἐπιτροπῆς καὶ ἄλλον κηδεμόνα δοθῆναι. ἀλλ᾽ αὐτοῦ ἀφέντος τὰς ἡμισείας τῶν κινουμένων ἀγωγῶν παρ αὐτοῦ, ἐκύρωσε πάλιν αὐτὸν κηδεμόνα τῶν νέων.

3

pr.Ὅτι οὐ δίδοται ἐπιτροπὴ μοναχῷ, ἐν ᾗ εἰσὶν ἀφήλικες 4.

4

pr.Ὅτι εἰ ἐπιτροπεύσω ἀνήβου, καὶ μετὰ τὴν ἐνηλικίωσιν κινήσει οὗτος περὶ ἀποκρυβῆς πραγμάτων γονικῶν αὐτοῦ, οὐκ ἔχει ἐξουσίαν τιμωρεῖσθαι τοὺς ἐμοὺς δούλους καὶ ἐξετάζειν, εἴ τινα τῆς περιουσίας αὐτοῦ ἀπέκρυψα· ἀλλὰ μᾶλλον τοὺς κληρονομιαίους αὐτοῦ δούλους τιμωρεῖται καὶ ἐρευνᾷ περὶ τῆς γονικῆς ὑπάρξεως. διὰ τοῦτο γὰρ, κἂν τῶν ὑπὸ φθορὰν εἰσὶν οἱ δοῦλοι, οὐκ ἐκποιοῦνται τοῦ κλήρου.

5

pr.Ὅτι τὸ νόμιμον τὸ λέγον· „ἡ ἐπιτροπὴ εἰς κλη ρονόμους οὐ παραπέμπεται “, οὕτω διήρει ὁ βέστης, ἐκείνην τὴν ἐπιτροπὴν μὴ διαβαίνειν εἰς κληρονόμους λέγων, τὴν ἔχουσαν ὀρφανοὺς καὶ ὑποκαταστάτους κληρονόμους. οἷον εἴ τις τυχὸν τελευτήσει καταλιπὼν δύο υἱοὺς ἀφήλικας, καὶ καταλείψει Cod. ὑπὲρ ταύτας habere videbatur. Index vocat tit. 15, quippe quem ἐπίτροπον διοικεῖν τὰ τῶν παίδων, δοῦναι δὲ καί τινα τῶν ψυχικῶν, ὁ καταλειφθεὶς ἐν τῇ τοιαύτῃ διαθήκῃ ἐπίτροπος τελευτῶν οὐδὲν ἕξει δίκαιον παραπέμψαι τὴν ἐπιτροπὴν πρὸς τοὺς ἑαυτοῦ ἰδίους κληρονόμους· ἀλλ᾽ εἰ μὲν ἐστὶ συνεπίτροπος, πρὸς ἐκεῖνον μεταποιεῖται ἡ ἐπιτροπὴ, εἰ δὲ μὴ ἐστὶν, ὁ κοιαίστωρ φροντίσει τῆς τῶν παίδων διοικήσεως καὶ δώσει αὐτοῖς κουράτωρα. τὸ δὲ ἄλλο σκέλος, ἤγουν τὴν διαθήκην τὴν μὴ ἔχουσαν παῖδα ἀλλὰ μόνον ψυχικῶν διανομὴν καὶ ἐλευθε ρίας καὶ λεγάτα, ταῦτα καὶ πρὸς κληρονόμους ἐξουσίαν ἔχειν παραπέμπειν τὸν ἐπίτροπον. οἷον εἴ τις μὴ ἔχων παῖδας γράψει οὕτως· θέλω καὶ παρακαλῶ τὸν δεῖνα γενέσθαι μου ἐπίτροπον καὶ διανεῖμαι τὴν περιουσίαν μου εἰς τόσα, καὶ τόσα μὲν διανεῖμαι τοῖς πένησι, τόσα δὲ δοῦναι λεγάτα, καὶ τοὺς ἐμοὺς ἐλευθερῶσαι οἰκέτας· ταύτην οὖν τὴν ἐπιτροπὴν εἰ ὑπεισέλθῃ γραφεὶς ὁ ἐπίτροπος, καὶ δώσει μὲν τὰ λεγάτα, τιμήσει δὲ καὶ τοὺς οἰκέτας ἐλευθερίᾳ, εἶτα καὶ τὰ ψυχικὰ πάντα μὴ φθάσει διανεῖμαι, τελευτῶν ἐξουσίαν ἔχει ἐπίτροπον γράφειν εἰς τὴν διαθήκην αὐτοῦ, καὶ ἐντέλλεσθαι αὐτῷ διοικεῖν καὶ διανέμειν τὰ καταλειφθέντα παρ᾽ αὐτῷ ἐκ τῆς ὑποστάσεως ἐκείνου, οὗ κατελείφθη ἐπίτροπος· καὶ οὐκ ἔχει ἐξουσίαν τὶς τῶν τούτου ἰδίων λογαριάζειν ἢ ἕλκειν εἰς δίκην τὸν ἐπίτροπον καὶ ἀφαιρεῖσθαι ἀπ᾿ αὐτοῦ τὰ τῆς περιουσίας τοῦ συγγενοῦς, εἰ μήτιγε δανειστὴς εἴη. ὁ γὰρ ἐπίτροπος ἀνεδέξατο πᾶσαν τὴν ἁμαρτίαν τὴν ὀφείλουσαν ἐξαλειφθῆναι τῇ διανομῇ τῶν χρημάτων, καὶ τῷ ἀπελθόντι οὐ μὴν τοῖς συγγενέσιν αὐτοῦ ὀφείλει ποιεῖν λόγον.

6

pr.Ὅτι οἱ ἐκ διαθήκης ἐπίτροποι προτιμότεροι εἰσὶ τῆς μητρὸς εἰς τὴν τῶν ἀνήβων ἐπιτροπίαν.

7

pr.Ὅτι ἡ γυνὴ παντὸς προτιμᾶται εἰς τὴν νομίμην ἐπιτροπὴν τῶν παίδων κατὰ τὸν νόμον, ὃς οὕτως φησί· „ταῖς γυναιξὶ καὶ ἡμεῖς ἀπαγορεύομεν τὰ τῆς ἐπιτροπῆς ὑπελθεῖν λειτουργήματα, εἰ μὴ μήτηρ ἢ μάμμη εἴη. ταύταις γὰρ μόναις κατὰ τὴν τῆς κληρονομίας τάξιν καὶ τὴν ἐπιτροπὴν ὑπελθεῖν ἀφίεμεν, δηλονότι᾽ ἐὰν ἐν ὑπομνήμασι καὶ γάμοις ἑτέροις καὶ τῇ βοηθείᾳ τοῦ βελιανίου δόγματος ἀπαγορεύσωσι. ταῦτα γὰρ φυλάττουσαι πάντων τῶν ἐκ πλαγίων συγγενῶν εἰς τὴν ἐπιτροπὴν προτιμηθήσονται, τῶν ἐκ διαθήκης μόνων ἐπιτρόπων προλαμβανόντων αὐτάς. τὴν γὰρ τοῦ τελευτήσαντος βούλησίν τε καὶ ἐπιλογὴν προτιμᾶσθαι βουλόμεθα.

8

pr.„Ὁ ἐπίτροπος καὶ ἐν ἀπορίᾳ πάσης ἀποδείξεως ὅρκον ἐπιφέρει καὶ τότε ἀποκλείει τὸν ἄνηβον. καὶ χρησάμενος τῷ κοινῷ νομίμῳ καὶ διὰ τοῦ ἐκδικητοῦ ὅρκου ἀπαιτῶν, εἴργεται καὶ τὸν ὅρκον ἀναψηλαφᾶν καὶ ὡς ἀπὸ καινοῦ δικαιώματος τοῦ ἀντιδίκου ὕστερον ἀναφανέντος πρὸς δευτέρους ἀγῶνας παρὰ τὸν νόμον παλινδρομεῖν.

9

pr.Ὅτι τὸ γράφον νόμιμον· „δήλῳ πράγματι ἢ αἰτίᾳ ἐπίτροπος οὐ δίδοται φιλονεικηθὲν καὶ στασιασθὲν παρὰ τῶν κριτῶν ὁ μάγιστρος ἐρευνήσας ἀκριβῶς καὶ τὸν ἑρμηνευτὴν στέφανον ἀναγνοὺς οὕτως ἡρμήνευσεν ἑπόμενος τῇ ἑρμηνείᾳ τοῦ στεφάνου. ἔφησε γάρ· ὅτι πάντα τὰ νόμιμα τὰ περὶ ἐπιτροπῆς περὶ ἐκείνων φησὶν, οἵτινες ἐπίτροποι ἀνήβοις δίδονται. οὐκ ἔστιν εὑρεῖν εἰ καὶ μόνον νόμιμον μὴ διαλαμβάνον περὶ ἀνήβου. καὶ ὅτε ἐστὶ καὶ ὑπόκειται ἄνηβος, οὐ δύναται δοθῆναι τούτῳ ἐπίτροπος ἐπὶ αἰτίᾳ· οἷον ἔστω ὁ δεῖνα ἐπίτροπος τοῦ παιδός μου, ἵνα μόνον διδάξῃ αὐτὸν γράμματα, καὶ ἐπὶ τῇδε ἢ τῇδε τῇ δίκῃ. ἢ ἐπὶ δήλῳ πράγματι· οἷον ἔστω ὁ δεῖνα ἐπίτροπος τοῦ υἱοῦ μου ἐπὶ τοῖς κινητοῖς ἢ ἀκινήτοις πράγμασι. ταῦτα γὰρ οὐ κρατοῦσι γινόμενα, ὅτε΄ ὑπόκειται ἄνηβος. προσώπῳ γὰρ ἡ ἐπιτροπὴ καὶ οὐ πράγματι δίδοται. οἷον τῷ ἀνήβῳ δίδοται ἐπίτροπος, ὥστε [δι οικεῖν πάντα τὰ τούτου καλῶς, οὐχὶ τοῖς πράγμασιν αὐτοῦ δίδοται ἐπίτροπος, ὥστε] τὰ μὲν ἔχειν ἐξουσίαν διοικεῖν, αὐτοῦ δὲ τοῦ ἀνήβου μὴ φροντίζειν. ταῦτα οὖν πάντα τὰ ῥητὰ καὶ τὰ νόμιμα, ὡς εἴρηται, ἔλυσεν ὁ μάγιστρος κρατεῖν καὶ ἐνεργεῖν, ὅτε ἐστὶ ἄνηβος ἐν διαθήκῃ. ἔνθα δὲ οὐκ ἐστιν ἄνηβος ἐν διαθήκῃ, οἱ διδόμενοι ἐπίτροποι, κάντε μερικοὶ ὦσι κἄντε καθόλου, διοικοῦσι καθὼς προσταχθῶσιν. οὐ γὰρ πρόσωπα ὑπόκεινται ἐνταῦθα, ἵνα κρατήσῃ τὸ λέγον νόμιμον· „προσώπῳ γὰρ οὐ πράγματι δίδοται ἡ ἐπιτροπή. ποῖον γὰρ πρόσωπον ὑπόκειται ἐν τῇ τοῦ εὐνούχου διαθήκῃ, ἢ ἐν τῇ τοῦ ἄπαιδος; ἀλλὰ πάντα τὰ γεγραμμένα, ὡς εἴρηται, καὶ ἡ αἰτία καὶ τὸ δῆλον πρᾶγμα ἐν οἷς εἰσὶν ἄνηβοι τὴν ἰσχὺν ἔχουσι. τὰ δὲ γραφόμενα περὶ τῶν ἐπιτρόπων ἐν ταῖς λοιπαῖς διαθήκαις ὁμοιοῦσι τοῖς περὶ ἐνστάσεων καὶ ἀποκαταστάσεων νομίμοις, καὶ καθὼς ἂν γραφῶσιν, εἴτε μερικῶς εἴτε ὁλοκλήρως, κρατοῦοὕτως ἡρμήνευσε καὶ ὁ μάγιστρος καὶ ὁ ὀφρυδὰς καὶ σιν. ὁ θυλακὰς καὶ οἱ λοιποὶ κριταὶ ζητοῦντες τοιαύτην δίκην ἐπείσθησαν. καὶ γὰρ ὁ στρατιωτικὸς παῦλος γράφων διαθήκην ἔγραψεν οὕτως· κληρονόμον καὶ ἐπίτροπον καταλιμ πάνω ταύτης μου τῆς μυστικῆς διατυπώσεως τήν τε γυναῖκα καὶ τοὺς παῖδάς μου, ἐπίτροπον δὲ τόν τε κῦρον μιχαήλ, ἵνα συνεργῇ τῇ γυναικί μου εἰς τὰ ψυχικά μου, καὶ τὸν κῦρον ἰωάννὴν τὸν ἀνεψιόν μου, ἵνα συνεργῇ τῇ γυναικί μου πανταχοῦ καὶ ἔχῃ αὐτὸν συναγωνιζόμενον ἀντ᾿ ἐμοῦ. οὕτως ἐχούσης τῆς διαθήκης οἱ κριταὶ, ὅσον ἐκ τοῦ προλεχθέντος νομίμου, ὡς ἐπὶ αἰτίᾳ δοθέντας καὶ ὡς μερικοὺς ἐπιτρόπους ἔσπευδον ἐξῶσαι τοὺς εἰρημένους· ἀλλ᾽ ὁ μάγιστρος κοινωθείσης τῆς ὑποθέσεως ἔδειξε, μὴ ἁρμόζειν τὸ νόμιμον ἐνταῦθα. οὐ γὰρ ἄνηβοι ὑπέκειντο παῖδες ἐνταῦθα, καὶ διὰ τοῦτο ἐκύρωσεν αὐτοὺς ὡς καλῶς δοθέντας, πεισθέντων καὶ τῶν κριτῶν, εἰ καὶ ὕστερον ἐδιώχθη ὁ ἰωάννης ἐξ οἰκείου σφάλματος. ἔχει δὲ καὶ τὸ πλάτος· οὕτως· οὐ δύναταί τις ἐπίτροπον διδόναι φανερῷ πράγματι ἢ αἰτίᾳ. οἷον ὁ δεῖνα ἐπίτροπος ἔστω τοῦ ἐμοῦ παιδὸς ἐπὶ τοῖς κινητοῖς πράγμασιν· ἢ ἔστω ἐπίτροπος ἐπὶ τῇδε ἢ τῇδε τῇ δίκῃ. καὶ πάλιν· „οὐ δύναταί τις παρέχειν ἐπίτροπον ὑπεξῃρημένων πραγμάτων. οἷον ἔστω ἐπίτροπος τοῦ ἐμοῦ παιδὸς ἐπὶ πᾶσι τοῖς διαφέρουσιν αὐτῷ πράγμασι πλὴν τοῦδε καὶ τοῦδε. εἰ δὲ ἐδόθη τὶς ἐπίτροπος φανερῷ πράγματι ἢ αἰτίᾳ ὑπεξαιρεθέντων πραγμάτων τινῶν, ἄχρηστος πᾶσι ἡ τοῦ ἐπιτρόπου γίνεται δόσις. ἐπειδὴ ὁ ἐπίτροπος προσώπῳ μᾶλλον ἢ πράγματι ἢ αἰτίᾳ παρέχεται.

10

pr.Ὅτι ἐστὶ νόμιμον λέγον ὅτι „ἐπίτροπος καλῶς δίδοται τοῖς ἐν συρίᾳ ἢ ἀφρικῇ πράγμασι τοῦ ἀνήβου. καὶ φαίνεταί πως ἐναντίον τοῖς προρηθεῖσιν. ἀλλὰ τοῦτο καὶ ὁ στέφανος καὶ ὁ μάγιστρος ἡρμήνευσε, ὅτι ἀκεραία ἐστὶν ἡ ἐν ἀφρικῇ καὶ ἐν συρίᾳ ὑπόστασις τοῦ ἀνήβου· καὶ ἅμα οὐ δύναται ὁ ἐν βυζαντίῳ ἐπιτροπεύων παιδὸς, καὶ τῶν ἐν ἀφρικῇ αὐτοῦ πραγμάτων τυχὸν φροντίζειν καλῶς διὰ τὸ τῆς ὁδοῦ· μῆκος· καὶ διὰ τοῦτο εἴπερ ὁ διαθέμενος εἰδὼς ἐάσει καὶ ἕτερον ἐπίτροπον ἐν τῇ ὑποστάσει τῆς ἑτέρας ἐπαρχίας, τῷ νέῳ καλῶς δίδοται.

11

pr.Ὅτι τοῖς ἐκ διαθήκης γενομένοις ἐπιτρόποις καὶ διοικήσασι τὰ τῶν ἀπελθόντων πράγματα οὐ δύναται ἀγωγὴν ἐπάγειν υἱὸς αὐτεξούσιος καὶ τὸ νόμιμον λαβὼν μέρος, κἄν τι καὶ τῆς περιουσίας ἐπερίσσευσε. καὶ τοῦτο ἐκρίθη εἰς τὴν περιουσίαν τοῦ μαγίστρου τοῦ γοργοπλούτου. προστάξει γὰρ βασιλικῇ διὰ χρέος λογαριασθέντων τῶν ἐπιτρόπων παρὰ τοῦ ἐξάκτωρος ἐγκλήσει τῆς θυγατρὸς ἐκείνου, καὶ περισσεύσαντος ποσοῦ μετὰ τὴν τοῦ χρέους ἀπόφλησιν, καὶ ἐκνικᾶν ἐπιχειρούσης τῆς θυγατρὸς τὸ περιλειφθὲν, ἐσημειώσατο οὕτως· οἷς ἐκ διαθήκης ἐπιτροπὴ περιέρχεται προστάσσουσα πᾶσαν ἐξαντλῆσαι τὴν περιουσίαν ἀδεῶς, τοῦτο μὲν λεγάτοις, τοῦτο δὲ πρεσβείοις, ἔτι δὲ φιδεικομίσσοις, καὶ μέντοι καὶ διανεμήσεσιν ἀῤῥήτοις εἰς ψυχικὴν διαβαινούσαις ὠφέλειαν, τούτοις ἡ μὲν τοῦ θανόντος ἐπίσκηψις καιρὸν οὐχ ὑποτίθησιν ὑπερθέσεως, δοκεῖ δὲ μᾶλλον τουναντίον ἐπιτρέπειν ἥκιστα τὰ πεπραγμένα βραδέως ἐπιτελεῖν. ἀλλὰ καὶ ὁ νόμος οὔτε τὸν ἐπίτροπον, εἴπερ ἐτύγχανεν ἔτι ζῶν, ὑπὸ εὐθύνην ἐποίησεν ἂν μεθ᾽ ἑτέρων συντετηρημένως διῳκηκότα, τὴν δὲ ἐκείνου γαμετὴν πολλῷ πλέον οὐκ εὐθυνεῖ τὰ ὑφ᾽ ἑτέρων πεπραγμένα λέγουσαν ἀγνοεῖν.· εἰ μὲν γὰρ οὐχ, ὥσπερ διηγόρευται, πρόσθεν ἀπὸ τε τῆς τοῦ μαγίστρου βουλήσεως, ἀπό τε τῆς βασιλικῆς γραφῆς ἄδεια τοῖς ἐπιτρόποις προσῆν καὶ τὴν ὕπαρξιν ἐκκενοῦν, εἰκοτέροις λογισμοῖς ὑπέκειντο οἱ ἐπίτροποι· ἐπεὶ δὲ διοίκησις μὲν ἐλευ θέρα τούτοις ἀνίετο, οἱ δὲ καὶ ταύτην ὑπὲρ τὴν ἀκρίβειαν κατεπράξαντο, τίς ἂν τὸ ἀμεμφὲς αἰτιάσηται;

12

pr.Ὅτι ἐκ συνηθείας ἐπὶ τετραετίαν ἔχουσιν [ἀνάγκην] οἱ ἐπίτροποι παρακατέχειν [τά] πράγματα τοῦ τελευτήσαντος διὰ τὰς ἴσως ἀναφυομένας ἐνοχάς. καὶ ἐσημειώσατο ὁ μάγιστρος· ἡ τῶν πραγμάτων ἀκολουθία διὰ τὰς περιστάσεις καὶ τὰς ἀναφαινομένας ὥσπερ ἐκ μηχανῆς ἀπροσδοκήτως δίκας συνήθειαν εἰσηγήσατο, ὥστε μέχρι τετραετίας φείδεσθαι τοὺς ἐπιτρόπους τῶν ἀποκτήσεων. τὸ δ᾽ ἐντεῦθεν ὄντα ἐκείνοις ἀναγκαῖα τὰ τῆς φειδοῦς, καὶ τοῖς ἐπιφυομένοις ὥστε δίκας ἐπισείειν αἰτία μᾶλλον προσάπτεται ῥαθυμήσασι καὶ βραδέως ν πρὸς ἧττον τῶν οἰκείων ἐπιμνησθεῖσι. ὥσπερ γὰρ [εἰ] παρα βασιλέως πρὸς ἄλλους μεταφέρεται τὰ ἑτέροις προσήκοντα, τε τραετίας ὅρος εἰς προσέλευσιν ἥπλωται τοῖς οἰομένοις βεβλάφθαι τῶν εἰληφότων ἀνενοχλήτων μενόντων, οὕτω κὰν ταῖς ἐπιτροπικαῖς διοικήσεσι πραγμάτων διανεμηθῆναι μελλόντων εἰς ψυχῆς λυσιτέλειαν ἀνθρώπων ', οὓς οὔτε θεῖος οὔτ᾽ ἀνθρώπινος νόμος ὑπὸ εὐθύνην καθίστησιν, τὴν τετραετίαν φυλάττεσθαι ἡ συνήθεια τοῖς ἐπιτρόποις παρεγγυᾷ· τοῖς δ᾽ οὕτω πράξασι μετὰ ταῦτα ἐπιτιμᾶν οὐκ ἐνὸν ἐπὶ τῇ ἀορίστῳ τῆς ὑπάρξεως ἀποβολῇ. εἰ μὲν οὖν ὡς νόμος ἤδη κρατοῦσα συνήθεια ταῦτα βούλεται, πολλὰ μὲν δυναμένη καὶ παρ᾽ ἑαυτῇ ἐξευρίσκειν, πολλὰ δὲ καὶ πρὸς νόμους ἀναφέρουσα πράττειν, καὶ τοῦ νόμου θεσπίζοντος ἐκ τῶν ὁμοίων τὰ περὶ ὧν οὐ κεῖται νόμος τέμνεσθαι δεῖν, ἀλλὰ καὶ οἱ ἔγγραφοι νόμοι ἔστιν ὅπου κὰν τοῖς ἀναγκαίοις ὀφείλουσι φυλάττεσθαι, πεφροντισμένως τῶν ἐπιτρόπων κηδόμενοι φαίνονται διὰ τὴν τοῦ ὀφφικίου κοινωφελή χρείαν.

13

pr.Ὅτι ἐπίτροπος ἔχων χρυσίον τοῦ ἀπελθόντος, εἰς τόκους τούτου οὐκ εὐθύνεται, εἰ μὴ συγχρήσεται τούτῳ. καὶ ἔκρινεν ὁ μάγιστρος οὕτως· ὁ πρωτοσπαθάριος μύρων καὶ κοιαίστωρ οὐχ ὑπ᾽ εὐθύνην τὸν ἐπίτροπον στενηλάσει τόκων ἐκτίσεως, μὴ συγχρησάμενον τῷ ἀποθέντι χρυσίῳ μηδὲ εἰς ἰδίαν χρείαν τοῦτο στρέψαντα, ἀλλ᾽ ὡς παρείληφε τοῦτο παρὰ τοῦ πατρικίου καὶ κοιαίστωρος συντηροῦντα, ἕως ἡ τοῦ δημοσίου ἐπελθοῦσα ἐνοχὴ αὐτῷ ἐκεῖνο τὸ χρυσίον ἀφείλετο.

14

pr.Ὅτι οὐκ ἀναγκάζονται οἱ ἐπίτροποι ἐν ἀλλοτρίῳ τόπῳ τὰς ὑπὲρ τοῦ ὀφφικίου ἐγγυμνάζειν ἀγωγὰς μὴ ἐπιφερόμενοι δικαιώματα.

15

pr.Ζήτει βι. ιθ΄ τί. ιά κεφ. δ΄ 4· „Τοῦ ἐπιτρόπου πωλήσαντος, ἐὰν ἐκνίκησις γένηται, ὁ ἐπιτροπευθεὶς ἐνάγεται, εἰς ὅσον εἰσήχθη τοῖς λογισμοῖς αὐτοῦ, ἢ καὶ εἰς ὁλόκληρον, εἰ ὁ ἐπίτροπος. ἀπορεῖ. θεμάτισον τὸν ἐπίτροπον κατὰ τὴν νόμιμον εἰς τὸν πωλήσαντα παρατήρησιν.

16

pr.Καὶ τί. α κεφ. κή ' δ· „ἐπίτροπος οὐ δύναται τοῦ ἀνήβου ἀγοράσαι πράγματα. τὸ αὐτὸ καὶ ἐπὶ τῶν ὁμοίων, κουράτωρος καὶ φροντιστοῦ καὶ διοικητοῦ καὶ τοῦ παρὰ γνώμην τοῦ δεσπότου ἀλλότρια διαπωλοῦντος '.

17

pr.Καὶ τί. ε κεφ. κ΄ 2· „Ἠγόρασα παρά σου συμφωνήσας ἀναλυθῆναι τὴν πρᾶσιν, εἰ μὴ τὸ τίμημα καταβάλω εἴσω τῆσδε τῆς προθεσμίας· καὶ μετὰ θάνατόν σου [ἐπίτροπος] γενόμενος τοῦ υἱοῦ σου σὺν ἑτέροις, οὔτε αὐτοῖς κατέβαλον οὔτε τοῖς λογισμοῖς εἰσήγαγον. ἀναγόραστον γίνεται τὸ πρᾶγμα.

18

pr.Ὅτι ὁ μὴ ἀπογραφόμενος ἐπίτροπος ὑπόκειται τῷ ἐνδίκῳ ἢ τῷ ἐν λιτὲμ ὅρκῳ. ἄνθρωπος ὑπεσχέθη προῖκα καὶ ἔλαβε ταύτην· εἶτα ἐξενικήθη μέρος ταύτης· καὶ θανόντος τοῦ προικίσαντος ἠναγκάζετο ὁ ἐπίτροπος ποιῆσαι τὸ ἱκανὸν τῆς ἐκνικήσεως. ὁ δὲ ἔλεγε, μὴ ἀρκεῖν τὴν ὑπόστασιν, καὶ ἀπῃτεῖτο ἀπογραφὴν, καὶ μὴ ἀπογραφόμενος ηὐθύνθη παρὰ τοῦ μαγίστρου, οὐκ εἰς πάντα ὅσα εὐπορεῖ ὁ διαθέμενος, ἀλλ᾽ εἰς μόνον τὸ χρέος, ὅπερ ὁ ἐνάγων ἀπὸ τῆς προικὸς ἐχρεωστεῖτο. ἔγραψε γὰρ οὕτως· ὅσα γε προσῆν τῷ διαθεμένῳ διὰ τοῦ ἐν λιτὲμ ὅρκου καταδικασθήσεται, ὅτι μηδ᾽ ὁ ἐνάγων δίκαιός ἐστι πάντα οἰκειοῦσθαι, ποσότητα κεχρεωστημένος ῥητὴν, ἀλλὰ πρὸς τὰ ἐπηγγελμένα καὶ λεληγατευμένα τούτῳ εὐθυνθήσεται, μὴ πείθων αὐτὸν δι᾽ ἐμφανείας ἀπογραφῆς. φησὶ γὰρ βι. [λζ΄.] τί. [5] κεφ. [5]· „ἐὰν χωρὶς εὐλόγου αἰτίας ὁ ἐπίτροπος μὴ ποιήσῃ ἀπογραφὴν, ὡς δόλον ἁμαρτάνων ὑπόκειται τῷ ἐνδίκῳ ὅρκῳ εἰς τὸ διαφέρον. πρὸ δὲ τῆς ποιήσεως αὐτῆς διοικεῖν οὐδὲν ὀφείλει, εἰ μὴ τὰ μηδὲ μετρίας ὑπερθέσεως δεόμενα ”. „εἰ δέ τις ἐκ προπετοῦς προθέσεως διάσκεψιν μὲν αἰτήσει, ἀπογραφὴν δὲ μηδαμῶς ποιήσει, καὶ ἢ καταδέξεται τὴν κληρονομίαν ἢ μηδαμῶς αὐτὴν παραιτήσηται, οὐ μόνον τοῖς δανεισταῖς καὶ λεγαταρίοις εἰς ὁλόκληρον κατεχέσθω, ἀλλὰ καὶ τῇ τοῦ φαλκιδίου νόμου εὐεργεσίᾳ μηδαμῶς κεχρήσθω.

19

pr.Ὅτι ὁ ἐπίτροπος κακῶς διοικήσας τὰ τοῦ ἀνήβου οἴκοθεν ζημιοῦται. ἔκρινε γὰρ ὁ μάγιστρος· δίκαια λέγειν ἔδοξεν ὁ ἐνάγων, εἴπερ οὐσίας ὑπούσης τὴν περὶ χρέους ἀγωγὴν οὐκ ἔλυσαν οἱ ἐπίτροποι ἀφ᾽ ὧν ἐχρῆν, ἀλλ᾽ ἐζημίωσαν τὸν κληρονόμον στερήσει μὴ καθαρῶν καρπῶν τοσούτων ἐνιαυτῶν, οὓς καταβαλεῖν οἴκοθεν ὡς κακῶς διαρκηκότες δίκαιοί εἰσιν.

20

pr.Ὅτι ὁ σακελλάριος ἐπίτροπος κατελείφθη τοῦ πριμμικερίου ἀνθίμου. ὁ δὲ κατέλιπε τῷ ἀνεψιᾷ αὐτοῦ λεγάτον, καὶ ἀτελεῖ τὴν ἡλικίαν ὄντι οὐκ ἐπίστευσε τὸ λεγάτον αὐτῷ ὁ ἐπίτροπος, ἀλλὰ δανείζων τοῦτο τὸν τόκον παρεῖχε πρὸς αὐτόν· εἶτα φοβηθεὶς προσήνεγκε τὸ χρυσίον εἰς τὸ δικαστήριον τοῦ μαγίστρου κοιαίστωρος ὄντος καὶ ᾐτήσατο σφραγισθῆναι. καὶ ἐδέξατο τοῦτο ὁ μάγιστρος, καὶ ἐσφράγισε καὶ ἀπέθετο ἐν ναῷ, γράψας οὕτως· ἐκδανεῖσαι μὲν τὸ χρυσίον ὁ ἐπίτροπος οὐκ ἐθάῤῥει διὰ τὰς ἀπροσδοκήτους τῶν δανειζομένων βιωτικὰς περιτροπὰς ἢ καὶ κακουργίας καὶ ὑπερθέσεις, τὸ δὲ κατέχειν ἀσφράγιστον ἀνάξιον αὐτὸ κηδεμόνος ἔμφρονος ἐνόμισεν εἶναι· ἀμέλει καὶ προσενεχθὲν ἐσφραγίσθη παρ᾽ ἡμῶν ἐπὶ ἀσφαλεστέρᾳ συντηρήσει, ἕως ὁ λεγατάριος τῆς ἐντελοῦς ἡλικίας γένηται.

21

pr.Ὅτι κἂν ἡ ἐπιτροπὴ εἰς κληρονόμους οὐ παραπέμπεται, ὅμως ἐκ τῆς τῶν πατέρων διοικήσεως καὶ παῖδες κληρονομοῦντες τούτους εὐθύνονται.

22

pr.Ὅτι κατέλιπέ τις ἐπίτροπόν τινα, καὶ κλῆρον ἀφῆκεν ἑτέροις ἀφήλιξιν. ὁ δὲ ἐπίτροπος· ἀγωγὴν ἐκίνει καὶ κατ ' αὐτοῦ τελευτήσαντος καὶ τοῦ πρώτου τῶν ἀφηλίκων. καὶ ὁ μάγιστρος ἔγραψεν· ἄτοπον ἦν κηδεμόνα τοῦτον ἀναδειχθῆναι τῶν νέων δίκας ἔχοντα κατ᾿ αὐτῶν· εἰ γὰρ ὁ καθ᾽ ἑτέρων τῶν νέων ὑπερμαχῆσαι ὀφείλων, οὗτος κατ᾿ αὐτῶν δίκας τρέφων κηδεμὼν χειροτονηθείη, ποῖα ἐλπὶς μὴ πάντα μὲν κατὰ τῶν νέων πραχθῆναι, πάντα δὲ ἐπ᾽ ὀλέθρῳ τῆς τοῦ κηδεμονεύοντος ψυχῆς; ἀλλ᾽ οὗτος εἰδὼς ὅτι καὶ αὐτὸς παίδων ὢν πατὴρ ἴσως ἑτέρου δεηθήσεται τοῦ μετὰ θάνατον προστησομένου τῶν· παίδων αὐτοῦ, ὑπῆλθε τὴν κηδεμονίαν παραιτησάμενος καὶ ἀφεὶς πασῶν τῶν ἀγωγῶν τὴν ἡμίσειαν.