IusCommune
IusCommune › Textos › Peira › Peira

Peira 1.15

Περὶ μισθωτῶν καὶ μισθώσεων [ἱερῶν]· οἴκων καὶ λοιπῶν προνομίων αὐτῶν.

Abrir no leitor do IusCommune →

1

pr.Ὁ μισθωτὸς μὴ καταβάλλων τὸ μίσθωμα ἐπὶ μὲν πολιτικῶν πραγμάτων καὶ κοσμικῶν τὸν τρίτον ἔχει ἐνιαυτὸν ἐξεοῦντα τοῦτον τῆς μισθώσεως, ἐπὶ δὲ τῶν ἐκκλησιαστικῶν τὸν διετῆ χρόνον.

2

pr.Ὅτι παροίκους εὑρισκομένους ἀδιακόπως νεμηθέντας τὰ τῆς παροικίας αὐτῶν τόπια καὶ τὸ πάκτον διδόντας ἐπὶ τριακονταετίᾳ, ὁ βέστης ἔλεγε μὴ ἔχειν τὸν δεσπότην ἰσχὺν ἐκδιώκειν αὐτούς. δοκοῦσι γὰρ οὗτοι ὡς δεσπόται μὲν τῶν τόπων διὰ τῆς χρονίας νομῆς, ἀνάγκην δὲ ἔχουσι παρέχειν τὸ πάκτον. τοῦτο δὲ ἔλεγεν ἀκούσας καὶ τοῦ μακαρίτου βασιλέως κυροῦ βασιλείου τοὺς ἰδίους παροίκους πυκνῶς ἀποκινεῖν.

3

pr.Ὅτι ὁ μισθωσάμενος ἐπὶ πενταετίᾳ καὶ πληρώσας τὴν μίσθωσιν καὶ νεμηθεὶς ἐπὶ μῆνα τυχὸν ἢ δύο, ἀναγκάζεται πληρῶσαι τὸν ἐνιαυτόν. μετὰ μέντοι τὴν μίσθωσιν εἰ ἐπιμείνοι ὁ μισθωτὸς κατέχων τὸν ἀγρὸν ἐπὶ τριακονταετίᾳ, οὐκ ἐκ βληθεὶς παρὰ τοῦ δεσπότου, δεσπόζει. καὶ ἔλεγεν ὁ βέστης, ὅτι, ὅτε τὶς μισθώσεται ἐπὶ χρόνοις ῥητοῖς, μετὰ τὴν τῶν χρόνων συμπλήρωσιν βοηθεῖται τῇ τριακονταετίᾳ εἰς τὸ δεσπόσαι· ὅτε δὲ μισθώσεται ἐπὶ τῷ αὐτῷ προσώπῳ ἢ τυχὸν δυσὶν ἢ τρισὶν, εἰ μὴ πληρωθῇ ὁ ὅρος καὶ συμπαρέλθῃ ἡ τριακονταετία, οὐ δεσπόζει· εἰς ἀμφότερα δὲ δίδωσι τὰ μισθώματα. οἱ δὲ πάροικοι ἡμῶν ἐπὶ τριάκοντα ἐνιαυτοῖς κατέχοντες τὴν γῆν καὶ μὴ μεταθέντες, δεσπόζουσιν εἰς τὸ μὴ ἐκβάλλεσθαι τῆς στάσεως ἧς ἔχουσι· παρέχουσι μέντοι τὸ μίσθωμα κατὰ τὴν βί βλον τῶν βασιλέων τίτλ. α΄ διατ. ιή, ὅπερ ἐστὶ τῶν κωδίκων βιβλ. ια τίτλ. μή. ἑρμηνεύει δὲ εἰς τοῦτο καὶ ὁ ςέφανος ”. ἐστὶ δὲ καὶ μελέτη τοῦ βέστου ἐν τῇ τοιαύτῃ ὑποθέσει, ὅτε ἐδικάζετο ὁ νικαίας, ὅτε καὶ τὸ ὑπόμνημα τοῦ πατρικίου νικολάου ἀνετράπη, καὶ ζήτει τὴν μελέτην.

4

pr.Ὅτι ἡ μονὴ τοῦ πιπεράτου ἐξ ἀρχῆς οἶκος ἦν κοσμικοῦ τινος, ὃς ἐδωρήθη εὐλαβεῖ τινι μοναχῷ, καὶ οὕτως σεμνεῖον τοῦτο ποιήσας τῷ κυρῷ ῥωμανῷ τῷ γέροντι πρὸ τοῦ βασιλεῦσαι δέδωκε. καὶ οὗτος μετὰ τὴν ἀρχὴν ἐπὶ μέγα αὐτὴν ἐπῆρε καὶ μαριανῷ πρωτοβεστιαρίῳ ὄντι ταύτην δέδωκε, οἷον καὶ αὐτὴν καὶ τοὺς αὐτῆς ὡς βούλεται καὶ ἐφεξῆς. ὕστερον δὲ ὁ πατριάρχης κῦρος νικόλαος ἐζήτει τὴν μανὴν ἐπὶ τὰ πατριαρχικὰ δίκαια ὑποποιήσασθαι. ὁ δὲ κρίνων βασιλεὺς καὶ δικαστὴς ἐσημειώσατο, μὴ δικαίως λέγειν τὸν πατριάρχην· οὐ γὰρ εὑρέθη ἡ μονὴ ὑπὸ τὴν ἐξουσίαν τῆς ἐκ κλησίας ὑπογεγραμμένη· καὶ διὰ τοῦτο ἐκώλυσαν τὸν πατριάρχην, εἰπόντες ὅτι καὶ ἀπ᾿ αὐτῶν τῶν ἐκκλησιαστικῶν κανόνων καὶ τῶν παλαιῶν νόμων ἀπηγόρευται, οὐδὲ ἀφῄρηται τὰ τῆς αὐτοδεσπότου ἐξουσίας, ἢ συγκεχώρηται πρὸς ἕτερον ὑπάγεσθαι ἢ ἀπογράφεσθαι ἢ βρεβοῦσθαι. εἰ δὲ ὡς ἀπὸ ἔθους ἴσως ἔχῃ ἐν πολλοῖς χώραν ἡ μετάθεσις ἐκ τῶν διαδόχων παραχωρηθεῖσα τῇ σφῶν ἀνεξικακίᾳ, τὸ παρὰ κανόνα ἢ [κατὰ] πλάνην γεγονὸς οὐ δίκαιον ἡγεῖσθαι κύριον. νόμος φησὶ βι. β΄ τῶν βασιλ. τί. α΄ κεφ. μή΄ τ· τὸ ἐν ἀρχῇ κατὰ πλάνην καὶ ἀλογίστως εἰσενεχθὲν καὶ μετα τοῦτο τῇ συνηθείᾳ βεβαιωθὲν ἐπὶ τῶν ὁμοίων οὐκ ἐκτείνεται. ὡς βι. β΄ τῶν βασιλ. τί. α΄ κεφ. μή.

5

pr.Ὅτι ἐκ τῆς βίας τοῦ σεισμοῦ καταπεσόντος γηροκομείου καὶ ἀκινήτου μέλλοντος ἐκποιεῖσθαι εἰς ἀνοικοδομὴν τούτου, εὐδόκησεν ὁ δικαστὴς τὴν διαπώλησιν τούτου, καὶ ὥρισε τὸν ἀγοραστὴν παρεῖναι τῇ κατακενώσει τοῦ τιμήματος καὶ ἐπιβλέπειν καὶ πρακτικὸν ποιήσασθαι τῆς ἐξόδου.

6

pr.Ὅτι τὰ μὲν ἱερὰ ἀνεκποίητα τηροῦνται, τὰ δὲ περὶ Legendum: κατὰ τὸ νε βι. τῶν βασιλικῶν τί. α κεφ. ιη΄. Hallucinatur auctor. Certe Basilicorum scholia Stephani ἑρμηνείαν Codicis non contiτὰ ἱερὰ, οἷον ἀγρὸς, οἰκήματα, καὶ πιπράσκονται καὶ μισθοῦνται καὶ εἰς τὸ διηνεκὲς ἐμφυτεύονται. καὶ τὰ πρότερον περὶ τὸ ἱερὸν ὄντα καὶ σακράρια ὀνομαζόμενα ἐκποιοῦνται, καὶ εἰς ἰδιώτην καταβιβάζονται τῷ λόγῳ τῆς ἐκποιήσεως.

7

pr.Ὅτι τοῖς πράγμασι τὰ τέλη ἕπονται. εἰ γάρ τις ἐκποιήσεται οἶκον καὶ συμφωνήσει αὐτὸς παρασχεῖν τὸ ἐμφύτευμα, ὁ ἐμφυτευτὴς· οὐκ ἔχει ἀνάγκην τὸν πρῶτον πράτην κρατεῖν, ἀλλὰ τὸν νεμόμενον τὸν οἶκον.

8

pr.Ὅτι ἐν τῇ τῶν χαλδαίων γῇ κώμη τὶς ἐστὶν ἐπ᾿ ὀνόματι τοῦ ἁγίου αὐξεντίου καὶ ναὸς τῷ τοῦ μάρτυρος καλούμενος ὀνόματι. ἐν τούτῳ τῷ ναῷ πολλοὶ τῶν φιλοθέων ἀνδρῶν προσφέρουσι δῶρα, καὶ οἱ κάτοικοι τῆς χώρας ταύτης διακερίξονται. ἀλλ᾽ ἐκ μακρῶν τῶν χρόνων οὐκ οἶδ᾽ ὅπως ὀλίγοι τινὲς ὑπεισελθόντες ἐκράτησαν τὴν ἐκκλησίαν, εἶτα καὶ ἄλλοι προσετέθησαν καὶ τὰς προσόδους διήρουν. πρὸ διολίας· ἐγκαλέσαντες ἐπὶ τοῦ θεματικοῦ δικαστοῦ οἱ ἐξ ἀρχαίων τῶν χρόνων προνόμια ἔχοντες εἰς τὴν ἐκκλησίαν, ἐδικαιώθησαν μερίζειν, μὴ προστεθεικότος τοῦ δικαστοῦ καὶ πῶς καὶ εἰς πόσα. νῦν δὲ ἦκον οἱ αὐτοὶ ἐγκαλοῦντες καὶ ὁ μάγιστρος ἀπεφήνατο, τὰ μὲν παρὰ φιλοθέων ἀνδρῶν εἰσφερόμενα, ὅσα ἐν ἐπίπλοις ἢ σκεύεσιν ἀργυρίοις ἢ χρυσέοις εἰσὶν, ἢ εἰς ἀνάθημα τῆς ἐκκλησίας προσηνέχθησαν, ταῦτα μόνῃ τῇ ἐκκλησίᾳ ἀνήκειν· τῶν δὲ λοιπῶν μίαν μερίδα λαμβάνειν τὴν ἐκκλησίαν, καὶ ταύτην διαλαγχάνειν τοὺς ἱερεῖς, τὰς δὲ λοιπὰς τρεῖς μερίδας εἰς τοὺς χωρίτας διαιρεῖσθαι τοὺς ἔχοντας προνόμιον ἐξ ἀρχαίων, καὶ τούτους ὡς τὸ πρώην διαιρεῖν ταῦτα εἰς ἑαυτούς. τὸν μέντοι πρωτοπαπᾶ μὴ ἀποκινεῖσθαι τῆς ἀρχιερωσύνης, ἀλλ᾽ εἴπερ εὑρεθῇ νοσφιζόμενος χρήματα, τῆς μὲν διοικήσεως τῶν πραγμάτων μετακινεῖσθαι, τοῦ δὲ βαθμοῦ μὴ ἐξεοῦσθαι.

9

pr.Ὅτι αἱ ἐκκλησίαι ἐπὶ τοῖς ἐκδοθεῖσι παρ᾿ αὐτῶν ἀγροῖς ποιοῦσι χειρὸς ἐπιβολὴν καὶ οὐ δοκοῦσιν ἀναρχίαν πλημμελεῖν. καὶ τοῦτο ἐκρίθη ἐν τῷ ἱπποδρόμῳ παρὰ τοῦ μαγίστρου καὶ τῶν ἐκκρίτων᾽ ἐπὶ τοιαύτῃ ὑποθέσει. οἱ γὰρ τῆς μονῆς τοῦ ἁγίου φωκᾶ προάστειον ἐκδεδώκασι πρός τινα, χωρὶς συναινέσεως τοῦ ἐπὶ τῇ σακέλλῃ ἢ τινὸς i. e. dominus emphyteuseos. Itaque forte legendum: ὁ ἐμφυτευσάμενος. Videtur legendum: ταύτῃ διακηρύξονται vel διακηρύσσονται. τῶν σεκρετικῶν, ἐπὶ χρόνοις κθ '. ὁ δὲ ἐκλαβόμενος δέδωκε τὸ κτῆμα πρὸς τὸν ζωγράφον καὶ κατεῖχε τοῦτο αὐτός. ὁ δὲ ῥαίκτωρ νικήτας ἔχων διὰ χαριστικῆς τὴν μονὴν μετὰ ιε χρόνους τῆς ἐκδόσεως ἀνελάβετο τὸ προάστειον χωρὶς προσελεύσεως δικαστικῆς, καὶ προσῆλθον οἱ τοῦ ζωγράφου τῷ βασιλεῖ, καὶ κατεπέμφθη εἰς τὸν δρουγγάριον, καὶ ἐνήχθη ὁ ῥαίκτωρ, καὶ ὡμολόγησεν, ὅτι αὐτὸς κατέσχε τὸ κτῆμα. ὁ δὲ μάγιστρος οὐκ ἔκρινεν ἀναρχίαν. εἶπε γὰρ, ὅτι κατὰ μὲν τὸ ἀκριβὲς, διότι αὐτονόμως κατέσχε τὸ προάστειον, ὀφείλει νῦν πρὸς ῥοπὴν γίνεσθαι ἀποκατάστασις τοῦ κτήματος πρὸς τὸν ζωγράφον, καὶ αὐτίκα ἡ ἀντιπαράδοσις πρὸς τὴν μονὴν, ἐπειδὴ καὶ ἀπὸ τοῦ νόμου τοῦ διδόντος ταῖς ἐκκλησίαις ἐξουσίαν χειρὸς ἐπιβολὴν ποιεῖν ἐπὶ τοῖς ἐκδιδομένοις παρ᾿ αὐτῶν, καὶ μὴ πλημμελεῖν ἀναρχίαν, ἀλλὰ σκοπεῖσθαι, εἰ καλῶς ἀφείλετο τὸ πρᾶγμα ἡ ἐκδεδωκυῖα, ἢ μὴ βοηθεῖται ὁ ῥαίκτωρ εἰς πρόσωπον τῆς μονῆς, καὶ μὴ καταδικάζεται εἰς ἔκπτωσιν τοῦ οἰκείου. ἡ μὲν οὖν ἔκδοσις ἀκυρωθήσεται ὡς μὴ γνώμῃ ἢ εἰδήσει τοῦ ἐπὶ τῇ σακέλλῃ προβεβηκυῖα, λογαριασθήσεται δὲ ὁ ἐκλαβόμενος εἴς τε τὰς μειώσεις καὶ τὰς βελτιώσεις καὶ εἰς τὸ δεκτικὸν ὃ δέδωκε καὶ τὸν τούτου τόκον καὶ εἰς τὰς προσόδους, καὶ φαινόμενος χρεωστούμενος λάβῃ τὸ ἱκανὸν, οὐχὶ ἀπὸ τῆς μονῆς, ἀλλὰ ἀπὸ τῶν ἐκδεδωκότων μοναχῶν.

10

pr.Ὅτι ὁ μητροπολίτης κλαυδιουπόλεως πρὸ χρόνων πολλῶν ἐξέδοτο κτῆμα τῆς μονῆς βλάχνας πρὸς τὸ μέρος τοῦ πατρικίου εὐσεβίου, καὶ πολλῶν χρόνων διαῤῥευσάντων ὕστερον ἐκίνησεν ὁ μητροπολίτης ἐπὶ τοῦ μαγίστρου τοῦτο. καὶ εὑρὼν διελθόντας τοὺς τῆς ἐκδόσεως χρόνους, ἐδικαίωσε τὸν μητροπολίτην ἀναλαβεῖν τὸ ἴδιον μετὰ καὶ καρπῶν χρόνων τριῶν, καὶ δημόσιον, ὅσον δείξει αὐτοὺς μὴ ὑπὲρ τοῦ κτήματος καταβαλεῖν. ἀλλὰ τῆς παραδόσεως μελλούσης γίνεσθαι γέγονεν ἀμφιβολία· συνεχύθησαν γὰρ οἱ ὅροι, ἐπειδὴ ἡ μονὴ καὶ ἰδιόστατον εἶχε προνόμιον καὶ ἀνακοίνωσιν εἰς τὸ χωρίον τῶν ῥυακίων. καὶ διὰ ταῦτα πάλιν ὁ μάγιστρος δικάζων ἐψηφίσατο, ἵνα τὸ μὲν ἰδιόστατον κτῆμα τῆς μητροπόλεως περιορισθῇ ἢ ἀγράφοις ἢ ἐγγράφοις μαρτυρίαις· οὐ γὰρ ἐδέξατο τὸ προκομιζόμενον πρακτικὸν ἀπὸ τοῦ μέρους τῆς μητροπόλεως, γεγονὸς μὲν παρὰ νοταρίου μανουὴλ καὶ κριτοῦ καὶ ἔχον περιορισμὸν τοῦ κτήματος, μὴ ἔχον δὲ ὑπογραφὰς ἢ βοῦλλαν τοῦ κριτοῦ· ἐψηφίσατο, ὡς εἴρηται, δι᾽ ἀποδείξεων περιορισθῆναι τὸ ἰδιόστατον κτῆμα. τὰ μέντοι ἐν τῇ ἀνακοινώσει τοῦ χωρίου ἐπιζητούμενα οὕτως διεῖλεν· εὗρε γὰρ ἐν τῷ ἰσοκωδίκῳ τοῦ χωρίου ὡς ἀπὸ τελέσματος ἔχουσαν τὴν μονὴν δημόσιον καὶ ἀπὸ μεταθέσεως ἑνουμένην εἰς τὸ ἰδιόστατον, καὶ ταῦτα εἶπεν εἶναι τῆς μονῆς. ἀντιλεγόντων δὲ τῶν τῆς μητροπόλεως, ὅτι ἰδοὺ ἐν τῷ στίχῳ τῆς μονῆς γέγραπται· „ἐτέλεσε δανιὴλ ἡγούμενος “, καὶ κρίνεις τοῦτον εἶναι ἡμετέρον, καὶ ὁ δεύτερος στίχος ἔχει τελεστὴν δανιὴλ, καὶ διὰ τί καὶ τοῦτον οὐ τυποῖς εἶναι τῆς μονῆς; ἀντέφησεν ὁ μάγιστρος, ὅτι ἐν τῷ χωρίῳ πολλοὶ εἰσὶ δανιὴλ, καὶ ἐὰν λάβητε ἐξουσίαν τοὺς τελουμένους στίχους ὑπὸ δανιὴλ λαμβάνειν, οὐδὲν ἄστιχον ἀφήσετε· ἐπεὶ γὰρ ἰσοκώδικον γέγονε, καὶ οἱ τὰ ἰσοκώδικα γράψαντες ἀκρίβειαν εἶχον, ἵνα μὴ τοὺς μετὰ τὸν κῦρον λέοντα τὸν βασιλέα δυναστὰς τελοῦντας ἐγγράψωσιν εἰς τὸ ἰσοκώδικον, εἰ εὗρον καὶ τὸν δεύτερον δανιὴλ ἡγούμενον ὄντα, πάντως ἂν προσεγράψαντο καὶ τὸ „ἡγούμενος καὶ ἐμαρτυρεῖτο ὁ στίχος τῆς μονῆς· ἐπεὶ δὲ τὸ τοῦ ἡγουμένου ἐδίωξαν ὄνομα, δοκεῖ ὁ στίχος χωριτικὸς, καὶ διὰ τοῦτο οὐ δύναμαι τυπῶσαι αὐτὸν τῆς μονῆς. καὶ ἦν προφητείας ὡς ἔοικε τὸ λεγόμενον καὶ τῆς ἀληθείας ἐπίνοια. εὑρεθέντων γὰρ παρ᾿ ἐμοῦ παλαιῶν ἐκστίχων προστάξει αὐτοῦ, πέντε μὲν στίχοι εἶχον δανιὴλ τελεστὴν, εἷς δὲ μόνον εἶχε προσγεγραμμένον καὶ τὸ „ἡγούμενος “, ὅπερ καὶ οἱ ἰσοκωδικάριοι ἀπεβάλλοντο. τέως δ᾽ οὖν ἐτύπωσεν ὁ μάγιστρος, ἵνα ἐκ τοῦ ὑποτεταγμένου καὶ τῆς ἀνακοινώσεως τοῦ χωρίου τὰ δημόσια διαιρεθῶσιν ἐκ τοῦ ἰσοκωδίκου, καὶ διήρησε ταῦτα, καὶ ἐψηφίσατο, ἵνα, εἰ μὲν δύναται δι᾽ ἀποδείξεων ἐγγράφων ἢ ἀγράφων διαιρῆσαι τὸ οἰκεῖον κτῆμα ἡ μητρόπολις, ἔχῃ τοῦτο· εἰ δὲ οὐ δυνηθῇ, ἀπολάβῃ ἐξ ἀναδασμοῦ τοῦ ὅλου ὑποτεταγμένου τοῦ χωρίου τὴν προσήκουσαν αὐτῇ τῶν δημοσίων αὐτῆς γῆν. ἀντεῖπον οἱ τῆς μητροπόλεως· ἀλλὰ καὶ οἱ ἀντίδικοι ἡμῶν δυνατοὶ εἰσὶ, καὶ διὰ τί αὐτοῖς ἐᾷς τὴν λοιπὴν πᾶσαν τοῦ χωρίου, καὶ οὐ παρέχεις αὐτοῖς τὰ οἰκεῖα δημόσια; καὶ ἐσημειώσατο ὁ μάγιστρος, ἵνα ἐκείνοις τὰ οἰκεῖα διαιρεθῶσι δημόσια καὶ λάβωσι ταῦτα· καὶ τὰ λοιπὰ χωριτικὰ στοιχεῖα, εἴπερ καὶ νήπιον μόνον περιλέλειπται ἐν τῷ χωρίῳ ἐκ τῶν πολιτῶν κληρονομοῦν ', λάβῃ πάντα καὶ ἔχῃ. προτιμᾶται γὰρ τοῦτο ὑπὲρ πάντας τοὺς δυνατοὺς ἔχειν τὰ τῶν ἐξαλειφθέντων χωριτῶν δημοσία.

11

pr.Βι. κγ ' τί. γ ' κεφ. κ΄ 2· Ὅτι „τοῦ ἔχοντος ἐμφυτευτικὸν ἀγρὸν οἱ καρποὶ ἅμα τῷ χωρισθῆναι τῆς γῆς γίνονται.

12

pr.Ὅτι ὁ ἅγιος ἡλίας τὸ γηροκομεῖον τόπους ἐκδέδωκε πρὸς ἐκκλησίαν, καὶ μετὰ πολλοὺς χρόνους ἐκινήθη δίκη, ὅτι ἐμπεριγράφως ἐξεδόθησαν οἱ τόποι, καὶ ἠρωτήθη ὁ μάγιστρος, εἰ ἰσχύει ἡ ἐμφύτευσις ἢ μὴ, καὶ εἰ ὀφείλουσιν εὐθύνεσθαι οἱ ἐκδεδωκότες. καὶ εἶπεν, ὅτι, ἐπειδὴ ἦλθεν ἡ τριακονταετία, οὐ δύναται ἀνατραπῆναι ἡ ἔκδοσις· εἰ γὰρ καὶ βιαίως ἐνεμήθη τὸ πρᾶγμα, ἐδύνατο ἡ ἐκκλησία νικῆσαι τὸ γηροκομεῖον διὰ τοῦ τοσούτου χρόνου· τῆς μέντοι περιγραφῆς φαινομένης εὐθυνθήσονται οἱ ἐκδεδωκότες χαρτουλάριοι καὶ οἱ τούτων κληρονόμοι καὶ οὐδεμίαν ἀπὸ τοῦ χρόνου ἕξουσι βοήθειαν. καὶ ἡρμήνευσεν ὁ μάγιστρος, ὅτι οἴκους εὐαγεῖς οὐ πᾶν μοναστήριον εἶπεν ἢ γηροκομεῖον ἀλλὰ μόνους τοὺς οἰκείους τοὺς ὑπὸ βασιλέως τὴν σύστασιν δεξαμένους ὡς τὰ πέτρια καὶ τὸ μυρέλαιον· [τὰ δὲ] συσταθέντα ὑπὸ ἀρχόντων καὶ ἰδιωτῶν ἔχειν τὸ τοῦ δημοσίου προνόμιον οὐκ ἐθεματίσθη ποτὲ οὐδὲ ἐτυπώθη ἄχρι τῆς· σήμερον. καὶ διὰ ταῦτα ἐπεὶ ὁ ὀρφανοτρόφος τὴν εἰρημένην δίκην παρέπεμψεν, ἐμήνευσεν αὐτῷ, ἵνα ὑπομνήσῃ, ποῖος τυποῦται ὁ οἶκος τοῦ ἁγίου ἡλίου, καὶ εἴτε ὡς βασιλικός, εἴτε ὡς ὑπό τινος συσταθεὶς ἑτέρου ἄρχοντος, καὶ τὰ αὐτὰ ἔχων δίκαια τοῖς ἑτέροις γηροκομείοις καὶ ξενῶσι.

13

pr.Βι. ιθ΄ τί. α΄ κεφ. ογ ' δ· „Καὶ πεσόντος τοῦ ἱεροῦ οἴκου ὁ τόπος οὐ γίνεται βέβηλος, ὅθεν οὐδὲ πωλεῖται. ἐὰν· ἔσωθεν τοῦ θρηκοῦ τῶν τάφων ὦσι καθαροὶ τόποι γεωργούμενοι, καὶ μὴ ὑπεξεῖλεν αὐτοὺς ὁ πράτης, τῷ ἀγοραστῇ ἁρμόζουσιν.

14

pr.Ὅτι ἐκίνησαν μοναχοί τινες κατὰ τοῦ σκληροῦ ὡς ἀνάρχως κατασχόντος κτῆμα τῆς μονῆς. ὁ δὲ εἶπεν, ὅτι ἐξελαβόμην τοῦτο καὶ δέδωκα εἰσδεκτικὸν, καὶ οὐκ ἴσχυσε τοῦτο συστῆσαι, καὶ κατεδικάσθη. ἐπεὶ γὰρ οὐ μόνον τὸ κτῆμα κατασχεῖν ἀλλὰ καὶ πολλὴν πρόσοδον ἔχειν τοῦτο ἐνίσταντο οἱ Cod. videbatur habere ἐκ τῶν παλαιῶν κληρονόμων. μοναχοὶ, ἔκρινεν ὁ μάγιστρος, ἵνα, εἰ μὴ δείξει ἔκδοσιν γε γονυῖαν παρὰ τῶν μοναχῶν, τότε θεωρηθῇ πόσην ἔχει πρόσοδον τὸ κτῆμα καὶ τί συνεφωνήθη πάκτον καὶ πόσον εἰσδεκτικὸν δέδωκεν ὁ μάγιστρος ', καὶ τότε τοῦ ἕκτου τῆς προσόδου κατασπωμένου ἐπὶ τῷ λοιπῷ θεωρεῖσθαι, εἰ καλῶς γέγονεν ἡ ἐκδίκησις. ὁ γὰρ νόμος φησὶ μόνου τοῦ ἕκτου μέρους κουφιζομένου τῷ ἐκλαβομένῳ· εἰ δὲ μὴ δειχθῇ ἔκδοσις, τότε κρίνεσθαι αὐτὸν κακὸν νομέα καὶ λογαριάζεσθαι καὶ ἀπαιτεῖσθαι τοὺς καρποὺς πάντας τοῦ κτήματος. καὶ ἀντεῖπον οἱ κριταί· ἐὰν δὲ ἐγένετο σύμφωνον ἐκδόσεως καὶ ὡρίσθη πάκτον, οὐ κρατήσει τὸ σύμφωνον καὶ κατ᾿ αὐτὸ κριθήσεται; καὶ εἶπεν ὁ δρουγγάριος, ὅτι εἰ μὲν κατὰ τὸν νόμον γέγονε τὸ σύμφωνον, καὶ μόνου τοῦ ἕκτου μέρους κουφισμὸς γέγονε, τὸ δὲ λοιπὸν συνεφωνήθη δίδοσθαι, καλῶς γέγονε καὶ κρατήσει· εἰ δὲ ἄλλως συνετέθη, ἀκυρωθήσεται ὡς παρὰ τὸν νόμον γεγονὸς, καὶ τὸ παράνομον οὐκ ἰσχύει.

15

pr.Ὅτι πωλήσας τὶς ἀλλότρια οἰκήματα πρὸς τὴν μονὴν τῆς ἐλεούσης, δέδωκεν ὑπὲρ ἐγγόνου ἀποταγὴν εἰς τὴν μονὴν τῆς χώρας. καὶ τῶν οἰκημάτων ἐκνικηθέντων ἀπὸ τῆς ἐλεούσης καὶ μὴ εὐποροῦντος τοῦ πράτου ποιῆσαι τὸ ἱκανὸν πρὸς τὴν μονὴν, ἔκρινεν ὁ μάγιστρος καὶ κατεδίκασε τοὺς τῆς μονῆς τῆς χώρας τὸ χρυσίον, ὅπερ ὑπὲρ ἀποταγῆς ἔλαβεν, ἀποδοῦναι πρὸς τὴν ἐλεοῦσαν, καὶ μηκέτι παρέχειν σιτηρέσιον τῷ· ἐγγόνῳ τοῦ πράτου. καὶ γέγονε τοῦτο διὰ ση μειώσεως μεγάλης.

16

pr.Ὅτι ἢ πρωτοσπαθαρία μαρία ἡ τοῦ σκληροῦ θυγάτηρ, χρεωστουμένη ἀπὸ τοῦ πατρικίου πανβηρίου κλῆρον λιτρῶν ξβ΄, ἐπεζήτει ταῦτα, καὶ μὴ εὑρισκομένης φανερᾶς περιουσίας ᾔτησε καὶ ἔλαβε τὴν μονὴν τοῦ ἁγίου μάμαντος καὶ τὰ περὶ αὐτὴν πάντα, οὐκ ἐπὶ τῷ ἐκποιεῖσθαί τι τούτων, ἀλλ᾽ ἐπὶ τῷ διοικεῖν ταύτην, [καθὼς] καὶ ὁ συστησάμενος αὐτὴν διετάξατο.

17

pr.Ὅτι ἐπὶ τῆς δίκης τῶν νικάέων μετὰ τοῦ μητροπολίτου κυροῦ γρηγορίου τῆς μεγάλης καὶ θανμαστῆς ἐσημειώσατο ὁ μάγιστρος, καὶ πάλιν κινηθείσης ἐσημειώσατο οὕτως· ἔγνωσται μὲν γὰρ νόμοις ἡ διηνεκὴς, καὶ ἡ ἐπὶ τρισὶ προσώποις ἐμφύτευσις, καὶ ἡ μὴ ὑπερεκπίπτουσα τὴν τριακονταετίαν μίσθωσις. ἔπειτα δὲ καὶ τοιάσδε τινὰς ἐκδόσεις εἰσενήνεκται πράττεσθαι, φθινούσας μὲν ἑνὸς μόνου προσώπου τελευτῇ, ἀνισταμένας δὲ καὶ ζωπυρουμένας ἑτέρου τρίτου παραλήψει προσώπου, ὡς ὑπεῖναι ταύταις πρὸς τὰς διηνεκεῖς ἐμφυτεύσεις κοινωνίαν τε καὶ διαφορὰν, ὡς τὸ ἐπίτροπος καὶ ὡς ἐπίτροπος καὶ ὡς ὁ ἐπίτροπος.