IusCommune
IusCommune › Textos › Peira › Peira

Peira 1.14

Περὶ διαθηκῶν.

Abrir no leitor do IusCommune →

1

pr.Ἐάνε τις διαθήκην γράψῃ καὶ καταλείψῃ τινὰ κληρονόμον, καὶ γράψῃ ἔχειν πράγματα τόσα καὶ χρυσίον τόσον καὶ τάδε καὶ τάδε ῥητῶς, τινὰ δὲ καταλείψῃ ἀμνημόνευτα, καὶ τῶν ἀμνημονεύτων ἀντιποιεῖται ὁ κληρονόμος· τῷ γὰρ ἀσωμάτῳ τῆς κληρονομίας ἐνεπάγησαν. ἐὰν δὲ διαθήκην γράφων τὶς ἐπίτροπον ἐνστήσηται, καὶ γράψῃ ὅτι ἔχω τόδε καὶ τόδε, ἀφείς τινα ἀμνημόνευτα, τῶν ἀμνημονεύτων οἱ ἐξ ἀδιαθέτου συγγενεῖς κληρονομοῦσι, εἰ μήγε προσθήσῃ εἰς τὸ τέλος τῆς διαθήκης· ἐὰν δέ τίς μοι εὑρεθῇ ἀμνημόνευτος ὕπαρξις, βούλομαι καὶ ταῦτα διοικεῖν τὸν ἐμὸν ἐπίτροπον· εἰ γὰρ μὴ τοῦτο πρόσκειται, τὰ ἀμνημόνευτα οἱ συγγενεῖς λαμβάνουσι. πρὸς τοῦτο ἀντεμάχετο ὁ πρωτοασηκρήτις πέτρος τῷ πατρίκίῳ, ἀντιθεὶς, ὅτι οὐ δύναται παγανὸς καὶ ἐκ διαθήκης καὶ ἐξ ἀδιαθέτου κληρονομεῖσθαι. ἔλυσε δὲ τοῦτο ὁ πατρίκιος λέγων· ὅτι ὅτε καταλείψει τινὰ κληρονόμον τοῦτο λέγεται, ὅτε δὲ ἐξωτερικὸν ἐνστήσει ἐπίτροπον, οὐκ ἔχει χώραν τὸ νόμιμον.

2

pr.Ὅτι᾿ τὸ λέγειν τὸν νόμον, ὅτι ὁ ἀμνημόνευτος παῖς ῥήγνυσι τὴν διαθήκην, οὐ πᾶσαν τὴν διαθήκην ἀκυροῖ, ἀλλὰ τοσοῦτον καθ᾽ ὅσον περὶ τῶν ἐνστάσεων ἢ ὑποκαταστάσεων διαλαμβάνει. περὶ δὲ τὰ ἄλλα ἔῤῥωται.

3

pr.Ὅτι ὅτε γένηται διαθήκη, καὶ τῶν μαρτύρων τυχὸν τελευτησάντων ὀφείλει δέξασθαι βεβαίωσιν. εἰ μὲν περίεισι πέντε μάρτυρες, οὗτοι μόνοι ταύτην βεβαιοῦσι καὶ οὐ χρεία τῆς συγκρίσεως τῆς ὑπογραφῆς τῶν τελευτησάντων. εἰ δὲ μὴ περίεισι πέντε μάρτυρες, τότε οἱ μὲν ζῶντες αὐτοὶ διὰ αὑτῶν βεβαιοῦσι τὰς ὑπογραφὰς αὐτῶν· ἀντὶ δὲ τῶν τελευτησάντων προκομίσει ὁ φέρων τὴν διαθήκην ἀντισύγγραφον καὶ ἑτέρας ὑπογραφὰς αὐτῶν, καὶ τότε διὰ ταβελλιόνων καὶ τοῦ πριμμικυρίου- αὐτῶν συγκρίσεως γινομένης βεβαιοῦνται. χρὴ δὲ ἑκάστη ὑπογραφῇ δύο τοῦ αὐτοῦ ἀνδρὸς προσφέρεσθαι ὑπογραφὰς ἐπὶ τοῖς τοιούτοις χάρταις οὔσας ὑπογεγραμμένας, ἔνθα αὐτὸς ὑπογράφων φησί· καὶ μαρτυρῶν ὑπέγραψα ἰδιοχείρως.

4

pr.Ὅτι ἐὰν ποιήσω διαθήκην καὶ γράψω τινὰ ἐπίτροπον τῆς ἁπάσης μου περιουσίας, ἤμην δὲ κατὰ τὸν καιρὸν τῆς διαθήκης κατέχων περιουσίαν τυχὸν λιτρῶν δέκα, καὶ μετὰ ταῦτα ἐπεκτησάμην ἑτέρας λίτρας δύο, οὐ δύναταί τις διαμάχεσθαι πρὸς τὸν ἐπίτροπόν μου καὶ λέγειν, ὅτι δέκα μόνων λιτρῶν ἦν κύριος ὁ διαθέμενος. τοῦτο γὰρ ἀναγκάσει πάντως ἐναλλάσσεσθαι τὰς διαθήκας, καθ'᾽ ἡμέραν γὰρ καὶ ἀπορία ἐπιγίνεται καὶ εὐπορία. ὥσπερ εἰ γράψω τινὰ κληρονόμον εἰς λίτρας ρ΄, εἶτα ἐκ περιστάσεως εἰς δέκα λίτρας περιστῇ ἡ ὑπόστασίς μου, οὐκ ἐστὶν εὐχερὲς αὐτῷ τὰς ἑκατὸν λίτρας ἐρευνᾶν. ἐπειδὴ καὶ ὁ νόμος οὕτω φησί· „γράφουσιν ἄνθρωποι καὶ πλείονα καὶ ἥττονα ὧν ἔχουσιν.

5

pr.Ὅτι ἐπὶ τῆς βεβαιώσεως τῆς διαθήκης, ἐὰν μὲν ὄντων ἑπτὰ ὑπογεγραμμένων μαρτύρων οἱ δύο τελευτήσωσι, δύναται βεβαιωθῆναι διὰ τῶν πέντε τῶν περιόντων· εἰ δὲ πάντες ζῶσι, οὐ δύναται βεβαιωθῆναι, εἰ μὴ πάντες ἔλθωσι καὶ μαρτυρήσωσι. καὶ τοῦτο ὁ πατρίκιος ὁ ἀλωπὸς ἐποίει· καὶ δεκαπέντε γὰρ μαρτύρων ἢ καὶ ἐλαττόνων ὑπογεγραμμένων ὄντων ἐν διαθήκῃ καὶ ζώντων πάντας παρίστα, καὶ οὕτως ἐδίδου τὸ χιστὸν τῇ διαθήκῃ. ὁ δὲ μάγιστρος ἀντέλεγεν εἰς τοῦτο, καινοτομίαν εἶναι τὸ πρᾶγμα νόμου ἐνιστάμενος.

6

pr.Ὅτι οὔτε τῷ πολιτικῷ νόμῳ οὔτε τῷ πραιτωρίῳ οὔτε τῇ αὐθεντίᾳ τῶν διατάξεων ἰσχὺν ἔχει ἡ παρὰ τριῶν μόνων ὑπογραφεῖσα διαθήκη, ἀλλ᾽ οἱ ἐξ ἀδιαθέτου καλούμενοι χώραν ἔχουσιν εἰς τὴν τοῦ κλήρου κατάσχεσιν. καὶ εἴπερ εἰσὶν ἐκ πλαγίου ἤγουν ἐξάδελφοι οὐχὶ κατὰ σειρὰν καλοῦνται, ὅπερ ὁ ῥωμαῖος ἐν κάπιτά φησιν, ἀλλὰ διαιροῦνται τὸν κλῆρον, πρότερον τῆς ὅλης περιουσίας τοῦ τρίτου ἀφοριζομένου εἰς ψυχικὸν τοῦ τελευτήσαντος.

7

pr.Ὅτι ὅτε ὕπεισι τῷ τελευτήσαντι παῖδες, καὶ προβαίνει ἄνοιξις τῆς διαθήκης, τότε ὀμνύειν ὀφείλουσιν οἱ μάρτυρες καὶ βεβαιοῦν αὐτήν.

8

pr.Ὅτι τό· εἴη τοὺς τρεῖς χρόνους περιέχει. καὶ τοῦτο δηλοῖ τὰ ἐν τῇ διαθήκῃ γραφόμενα, ὡς τὸ ὅσα εἴη ἔχων ὁ δοῦλος ἐχέτω. καὶ ὅσα γὰρ μετὰ τὴν ποίησιν τῆς διαθήκης κτήσεται, ἕξει.

9

pr.Ὅτι υἱὸς τελευτῶν καὶ διαθήκην γράφων οὐ τὰ εἰκότα τὴν φύσιν ἐθεράπευσεν, ἀλλὰ ῥᾳθύμως τό γε πρὸς τοὺς φύσαντας αὐτὸν ἥκων καὶ παρακεκλιμένως διέθετο δι᾽ εὐτελῶν λεγάτων τούτων ἐπιμνησθεὶς, καὶ ὥσπερ αἰτίαν τοῦ μὴ καὶ πλειόνων τούτους ἀξιοῦν ἀπέδωκε τὸ πρὸς τὸ μηδὲν παρ᾽ αὐτῶν ἀπενέγκεσθαι πώποτε, καὶ πολλὰ πάνυ τούτοις περιὼν χορηγῆσαι. ἀλλὰ τὸ ἡμαρτημένον ἐκείνῳ δικαστικὴ τοῦ μαγίστρου διωρθώσατο ψῆφος, τὸ τρίτον τῆς πάσης περιουσίας· τούτου τὸν πατέρα καὶ τὴν μητέρα νομικαῖς ἐπιταγαῖς ἀπολαβεῖν δικαιώσασα. ὁ γὰρ νόμος φησί· „μὴ ἐξεῖναι τοῖς πατράσι ἀποκλήρους ἢ ἀμνημονεύτους ποιεῖν τοὺς παῖδας, κἂν διὰ λεγάτου ἢ ἀποκαταστάσεως ἢ δωρεᾶς ἢ ἄλλου οἱουδήποτε τρόπου τὴν ὀφειλομένην αὐτοῖς μοῖραν παράσχοιεν. ἔπειτα δὲ καὶ περὶ τῶν διαθηκῶν τῶν παίδων φησί· „θεσπίζομεν μὴ ἐξεῖναι τοῖς παισὶ τοὺς ἰδίους γονεῖς ἀμνημονεύτους καταλιμπάνειν ἢ καθ ' οἱονδήποτε τρόπον τῶν ἰδίων πραγμάτων, ἐν οἷς ἔχουσι διατίθεσθαι, τούτους ἀλλοτρίους ποιεῖσθαι, εἰ μὴ τὰς αἰτίας, ἃς ἀριθμοῦμεν, ἐν ταῖς ἰδίαις ἰδικῶς ἐγγράψαιεν διαθήκαις. καὶ κατὰ μέρος εἰπὼν τὰς τῆς ἀχαριστίας αἰτίας τέλος ἐπάγει˙ „εἰ δὲ μὴ ταῦτα παραφυλαχθείη μηδεμίαν [δύναμιν τὴν τοιαύτην] διαθήκην τό γε εἰς τὴν ἔνστασιν τῶν κληρονόμων ἔχειν θεσπίζομεν, ἀλλ᾽ ἀνατρεπομένης τῆς διαθήκης τοῖς ἐξ ἀδιαθέτου εἰς τὴν τοῦ τελευτήσαντος κληρονομίαν και λουμένοις τὰ ἐκείνου πράγματα δίδοσθαι διατυποῦμεν, τῶν λεγάτων δηλονότι εἴτε ἀποκαταστάσεων καὶ ἐλευθεριῶν καὶ τῶν δόσεων τῶν ἐπιτρόπων καὶ τῶν ἄλλων κεφαλαίων, καθάπερ ἀνωτέρω εἴρηται, την ἰδίαν ἐχόντων ἰσχύν.

10

pr.Ὅτι ὁ υἱὸς ποιήσας διαθήκην, καὶ μή τινα μὲν κληρονόμον ἐνστησάμενος, τὴν δὲ πᾶσαν περιουσίαν εἰς ψυχικὰ καὶ λεγάτα διαμορίσας, καὶ τοὺς ἰδίους γονεῖς τοῦ φαλκιδίου ἀποστερήσας, καὶ μὴ εἰπὼν αἰτίας ἐγνωσμένας τῷ νόμῳ, οὐκ ἠκούσθη. καὶ ἐσημειώσατο ὁ μάγιστρος οὕτως· ἐν ταύτῃ τῇ διαθήκῃ ἔνστασιν μὲν οὐκ ἦν εὑρεῖν, ἣν ὁ νόμος ἐπὶ τῶν τοιούτων ἀκυροῦν οἶδεν. ὧν δὲ νόμος περιέχεται, λεγάτων φημὶ καὶ ψυχικῶν, τούτων εἰκότως καὶ ἡ δικαστικὴ ψῆφος ἐφείσατο, μόνον ἀναπεπληρωκυῖα τοῖς πατρᾶσι τοῦ πατρίου φαλκιδίου τὸ ἐνδεές. φησὶ γὰρ ὁ νόμος· „ἐπειδὴ ἐν ταῖς πρώταις διατάξεσιν ἐκεῖνο ὡρίσαμεν, ἵνα εἴ τι ἔλαττον τοῦ νομίμου μέρους τούτοις κατελείφθη, εἴ τινες ἐκ τῶν ἀρχαίων νόμων τὴν περὶ ἀκαθηκούσης διαθήκης ἀγωγὴν κινεῖν ἐδύναντο, ἀναπληρωθῇ, καὶ ἵνα μὴ τῇ προφάσει τῆς ἐλάττονος ποσότητος ἡ διαθήκη ἀνατρέπηται, διὰ τοῦτο ἐν τῷ παρόντι προστεθῆναι θεσπίζομεν, ἵνα ἐάν τισι αἱρέσεσιν ἢ ὑπερθέσεσιν ἢ ἄλλῃ τινὶ διατυ· πώσει ὑπέρθεσιν ἢ τρόπον ἢ ἄλλο βάρος εἰσαγαγούσῃ τὰ δίκαια ἐκείνων, οἵτινες εἰς τὴν μνημονευθεῖσαν ἀγωγὴν ἐκαλοῦντο, σημαιωθῆναι δόξωσιν, αὕτη ἡ αἵρεσις ἢ ἄλλη διατύπωσις τὴν ἀναβολὴν ἢ τὸ οἱονδήποτε βάρος εἰσάγουσα ἀναιρεθῇ, καὶ οὕτω τὸ πρᾶγμα προβῇ, ὡς ἂν εἰ μηδὲν αὐτῶν τῇ διαθήκῃ προσέκειτο. οὐκοῦν τῆς ἐν τῇ διαθήκῃ ἐπ᾿ ἐλαττώσει τοῦ τοῖς γεννήτορσιν ἐποφειλομένου περιπλακείσης ἀφορμῆς μηδὲ γραφῆναι τὴν ἀρχὴν λογισθείσης, εὖ καὶ κατὰ καιρὸν ἔδοξε τὴν ἐκ τοῦ φαλκιδίου τοῖς πατρᾶσιν ἀναλογίαν ἀνασωθῆναι.

11

pr.Ὅτι ἀνασφραγισμὸν τῆς διαθήκης οὕτως ἐποιήσατο ὁ μάγιστρος. προσεκαλέσατο τὸν κοιαίστωρα καὶ τοὺς ἀντιγραφεῖς πάντας καὶ τοὺς νοταρίους καὶ ἑτέρους μάρτυρας,· καὶ ἐνώπιον αὐτῶν προσεκομίσθη ἡ διαθήκη μηδενὸς παρόντος μάρτυρος τῶν ἐν αὐτῇ ὑπογραψάντων· καὶ ἐσημειώσαντο οἱ νοτάριοι τοῦ κοιαιστωρίου τὴν ἡμέραν, καθ'᾽ ἣν ἐγένετο ὁ ἀνασφραγισμὸς, καὶ τὸν τόπον, ἐν ᾧ, καὶ τοὺς μάρτυρας, ὧν ἐνώπιον προεκάθισαν, καὶ τοὺς μάρτυρας τοὺς γεγραμμένους σφραγῖσιν ἐν τῇ διαθήκῃ· εἶτα ἐκόπη τὸ λίγανον μετὰ τῶν σφραγίδων, καὶ ἀνεγνώσθη ἡ πᾶσα ὑφὴ τῆς γραφῆς, καὶ ἐγένετο τὸ ἶσον. καὶ τότε ἐνεβλήθησαν καὶ πρῶται σφραγίδες ἔσωθεν ταύτης τῆς διαθήκης, καὶ ἔξωθεν ἐδέθη ἑτέρῳ λίνῳ μετὰ τῶν πρώτων σφραγίδων, καὶ ἐσφράγισαν ταύτην οἱ νῦν παρακληθέντες μάρτυρες, καὶ ἔγραψαν ἕκαστος ἐν τῇ σφραγῖδι· σφραγὶς ἐμοῦ εἰμὶ τοῦ δεῖνος, ἵνα ὑπάρχῃ φανερὸν, ὅτι αὐτὸς ἐκεῖνος ἐσημειώσατο τὸ ὄνομα αὐτοῦ. ἔσωθεν δὲ ταύτης οὐχ ὑπείραν '. ἐβούλλωσε δὲ ταύτην ὁ κοιαίστωρ, καὶ οὕτως γέγονεν ὁ ἀνασφραγισμός.

12

pr.Ὅτι δευτέρα διαθήκη φαινομένη τὴν μὴ φαινομένην πρώτην ἢ καὶ φαινομένην ἀνίσχυρον ποιεῖ, ἕως ἂν ἡ δευτέρα ἀκυρωθῇ. καὶ τοῦτο ἔκρινεν ὁ μάγιστρος ἐπὶ τῇ δίκῃ τοῦ καπιχαβῆ, καὶ τέθεικε νόμιμον βιβλ. λθ ' 2. „Ἡ παράνομος λέγεται διαθήκης, ὅτε δευτέρα γένηται, ἐξ ἧς ἐδύνατό τις κληρονομῆσαι, ἢ ὑπεξούσιος ἐπιτεχθῇ· ἄκυρος διαθήκη ἐστὶν, ὅτε μὴ κληρονομεῖται ἡ κληρονομία.

13

pr.Ὅτι ἡ δευτέρα διαθήκη, κἂν ἐπὶ δήλοις πράγμασι σχῇ τὴν ἔνστασιν, ἔῤῥωται καὶ τὴν πρώτην ἀνατρέπει.

14

pr.Ὅτι πολλάκις ἀτελὴς δευτέρα διαθήκη ἀμαυροῖ τὴν τελείαν πρώτην. καὶ κεφ. [β΄]· „Ἡ ἀτελὴς δευτέρα τὴν πρώτην οὐ ῥήσσει, εἰ μὴ στρατιωτική ἐστι ἢ εἷς ἐν αὐτῇ τῶν ἐξ ἀδιαθέτου γέγραπται.

15

pr.Ὅτι μαρτυρούντων τινῶν ὑπογράψαι ἐν διαθήκῃ, καὶ μεμνῆσθαι δύο τυχὸν ἢ τριῶν πράξεων τοῦ διαθεμένου, περὶ δὲ τῶν ἄλλων ἀγνοεῖν, οὐκ ἐδέξατο ὁ μάγιστρος τὴν τοιαύτην μαρτυρίαν εἰς βεβαίωσιν τῆς διαθήκης, εἰπών· νόμος ἐστὶ, ὅτι ὅτεῖ τὶς πολλὰ εἰπὼν, βουλόμενος δὲ καὶ ἕτερα εἰπεῖν διακοπῇ τὴν φωνὴν, οὐδὲ τὰ προεκπεφωνημένα ἐνεργά εἰσι διὰ τὸ τελευτῆσαι τὸν ἄνθρωπον.

16

pr.Ὅτι ὁ δεῖνα ὁ πατρίκιος διέθετο, καὶ ἔγραψε τὴν δευτέραν αὐτοῦ γαμετὴν κυρίαν καὶ ἐξουσιάστριαν τῆς πά-. σης αὐτοῦ περιουσίας. εἶχε δὲ οὗτος ἐκ πρώτου γάμου θυγατέρα, ἥτις εὑρίσκεται πολλῷ ἐλάττονα λαβοῦσα τῆς μητρυᾶς. καὶ ἐσημειώσατο ὁ μάγιστρος οὕτως· ὅτι ὁ διαθέμενος, εἰ καὶ βαρβαρικοῦ γένους ἦν, ἀλλὰ τῇ ῥωμαϊκῇ βασιλείᾳ προσεληλυθὼς καὶ ἀξιώματι μεγάλῳ τιμηθεὶς καὶ πολλῶν δωρεῶν ἀξιωθεὶς, ἀνάγκην εἶχε τοῖς ῥωμαίων ἕπεσθαι νόμοις καὶ μὴ ἐθνι κῶς διατίθεσθαι. εἰ γὰρ καὶ μὴ ᾔδει τὴν τῶν νόμων ἀκρίβειαν, ὅμως εἶχε τοὺς ὀφείλοντας ἐρωτᾶσθαι καὶ διδάσκειν τὸ δέον αὐτόν. καὶ διὰ τοῦτο πρὸς τὴν νομικὴν ἀκρίβειαν καὶ γνώμην τὰ τῆς διαθήκης ἰθύνθη.

17

pr.Καὶ βι. κά. τί. α κεφ. α΄· „Οἱ ἄρχοντες ἑκάστου τόπου μαρτυροῦσιν ἐν διαθήκῃ καὶ παρασκευάζουσιν ἄλλοις μαρτυρεῖν.

18

pr.Καὶ κεφ. ιγ ' 3· „Ὁ καταδικασθεὶς ἄρχων τῷ περὶ ἀδικίας δικαστῶν ἢ ἄρχοντος οὐ μαρτυρεῖ ἐν διαθήκῃ.

19

pr.Καὶ κεφ. ιε ' τοῦ [α΄ τί. τοῦ] κα βι. Ὅτι πατὴρ καὶ υἱὸς ὑπεξούσιος καὶ δύο ἀδελφοὶ συνυπεξούσιοι [δύνανται μαρτυρεῖν ἐν τῇ αὐτῇ διαθήκη].

20

pr.Καὶ κεφ. ιγ '· „Ὁ καταδικασθεὶς τῷ περὶ μοιχείας ἐγκλήματι οὐ μαρτυρεῖ. καὶ ἐὰν ἐν διαθήκη] μαρτυρήσῃ, ἄκυρός ἐστιν ἡ διαθήκη καὶ πολιτικῶς καὶ πραιτωρίως. Ἠρώ τησα ἐγὼ τὸν μάγιστρον· τί οὖν; εἰ πέντε ὄντων μαρτύρων ὁ εἷς ἐλεγχθῇ μοι, καλῶς ἀκυροῦται ἡ διαθήκη ὡς τοῦ ἀριθμοῦ ἐλλείποντος; εἰ δὲ τυχὸν ἐννέα μάρτυρες ἢ ἑπτὰ ἐν διαθήκῃ ὑπέγραψαν, ἐκ τούτων τοῦ ἑνὸς ἐλεγχομένου μοιχοῦ ἀκυρωθήσεται ἡ διαθήκη καὶ οὐ καρποῦσιν οἱ ἓξ ἢ ὀκτὼ ἀδιάβλητοι μάρτυρες βεβαιῶσαι ταύτην; καὶ εἶπεν οὗτος ὅτι και λῶς ἐξεφωνήθη τὸ νόμιμον. οὐ γὰρ εἶπεν, ὅτι ἐλεγχόμενος μοιχὸς ὕστερον μετὰ τὴν ποίησιν τῆς διαθήκης ἀκυροῖ ταύτην - σωζομένου τοῦ ἄλλου ἀριθμοῦ τῶν μαρτύρων, ἀλλ᾽ οὕτως εἶπεν· „ὁ καταδικασθεὶς τῷ περὶ μοιχείας οὐ μαρτυρεῖ. ἐὰν οὖν τις καταδεδικασμένος ὢν τῷ περὶ μοιχείας ἐγκλήματι καὶ γινωσκόμενος προσκληθῇ παρὰ τοῦ διατιθεμένου ἢ παρὰ τῶν ἑτέρων μαρτύρων καὶ ὑπογράψῃ ἐν διαθήκῃ, ἀκυροῖ ταύτην. φανερὸν γάρ ἐστιν, ὅτι χρήσιμοί τινες καὶ εὐϋπόληπτοι ὄντες οἱ λοιποὶ ἢ καὶ ὁ διαθέμενος οὐκ ἂν τὸν προφανῶς τοιούτῳ ἐγκλήματι καταδικασθέντα παρεδέξαντο συνυπογράψαι αὐτοῖς, καὶ διὰ τὴν τοιαύτην ὑπόληψιν ἀκυροῦται ἡ διαθήκη. τὸν γὰρ καταδικασθέντα φησὶν ἐπὶ μοιχείᾳ μὴ μαρτυρεῖν, τουτέστι τὸν γινωσκόμενον μοιχὸν καὶ φανερὸν ὄντα, οὐ τὸν λανθάνοντα.

21

pr.Ὅτι ἡ διαθήκη κοινόν ἐστι δικαίωμα, καὶ ἐπιζητουμένῳ ἐμφανίζεται. πλὴν ὁ μάγιστρος ἐψηφίσατο, ἵνα ὁ ἐπιζητῶν τὴν τοιαύτην ἄνοιξιν καὶ βεβαίωσιν, εἰ μὲν ἀληθῶς φανῇ λέγων καὶ εὑρεθῇ οὕτως ἔχουσα ἡ διαθήκη καθὼς καὶ αὐτὸς. λέγει, οἷον λεγάτον ἐπιζητῶν ἢ ἕτερόν τι, μὴ εὐθύνεται· εἰ δὲ μὴ εὑρεθῇ γεγραμμένον τὸ ἐπιζητούμενον παρὰ τοῦ ἐνάγοντος, ζημιοῦται τὰ εἰς βεβαίωσιν τῆς διαθήκης ἀναλωθέντα. ἀλλὰ καὶ τὸ ἶσον ταύτης μὴ πᾶν δίδοσθαι τῷ ἐνάγοντι, ἀλλ᾽ ἀναγι νώσκεσθαι τὴν πᾶσαν ὑφὴν τῆς διαθήκης ἐπὶ τοῦ δικαστηρίου, καὶ τὸ συμβαλλόμενον μόνον τῷ ἐνάγοντι ῥητὸν μεταγράφεσθαι καὶ δίδοσθαι. πολλὰ γὰρ ἐκ τούτου γίνονται ἐναντία ἐκφόρων γινομένων τῶν γραφομένων.

22

pr.Ὅτι μὴ ἔχων τὶς οἰκείαν περιουσίαν, ἀλλὰ θυγατρὸς αὐτοῦ καὶ γυναικὸς προτελευτησάσης ὕπαρξιν, καὶ γράφων διαθήκην κατέλιπεν ἐπίτροπον τὸν καθηγούμενον τῆς νέας κώμης, καὶ τὴν περιουσίαν τῆς θυγατρὸς πρὸς τὴν μονὴν κατέλιπε. τὴν τοιαύτην διαθήκην βεβαιωθεῖσαν ὑπὸ τοῦ ξηροῦ ὁ μάγιστρος ἀνέτρεψε, γράψας οὕτως· τοιαύτην οὐκ ἐξῆν δικαστῇ παραδέξασθαι διαθήκην. κἂν γὰρ ἰδίαν ἀκίνητον ὑπόστασιν ὁ διαθέμενος ἐκέκτητο καὶ βεβαίως διέθετο, ὅμως. τὸ δυνατὸν πρόσωπον τῆς τούτου διαδοχῆς πολλοῖς νόμων τρόποις ἀπελαυνόμενον ἀνίσχυρον τὴν διαθήκην ἀπετέλει. ὅπου δὲ καὶ ἐπ᾿ ἀλλοτρίοις καὶ ὀρφανικοῖς προέβη ἡ διάταξις καὶ δυνατὸς ἐκλήθη πρὸς τὴν διαδοχὴν, οὐκ ἔδει τὸν δικαστὴν ἐν μέσῳ πενήτων, ᾧ οὐκ ἐξῆν, ἀφεῖναι κληρονομίαν. ἐκρίθη τοιγαροῦν τὴν μὲν ὀρφανὴν μηδεμίαν ὑποστῆναι περιγραφὴν ἐπὶ τοῖς μητρώοις αὐτῆς πράγμασι, τὴν δὲ ἐπιτροπὴν ἐπιτιθέναι τῷ πάππῳ ταύτης καὶ τῇ μάμμῃ.

23

pr.Ὅτι ὁ μάγιστρος εὑρὼν διαθήκην ὑπὸ τριῶν μόνον σφραγισθεῖσαν, οὐ παρεδέξατο ταύτην, γράψας οὕτως· οὔτε᾽ τῷ πολιτικῷ οὔτε τῷ πραιτωρίῳ νόμῳ οὔτε τῇ αὐθεντίᾳ τῶν διατάξεων ἰσχὺν ἔσχεν ἡ ἐμφανισθεῖσα διαθήκη. οὐδὲ γὰρ αὐτάρκης ἀριθμὸς μαρτύρων ἐν αὐτῇ παρελήφθη, οὔθ᾽ ὑπογραφαὶ ἦσαν ἐπὶ τούτῳ, ἀλλὰ τρεῖς μόναι σφραγίδες ἐπέκειντο τῷ χάρτῃ.

24

pr.Ὅτι συνεκλήθησαν τινὲς μάρτυρες εἰς διαθήκην. εἶτα ὁ μὲν εἷς ὑπέγραψεν, ὁ ἕτερος σταυρὸν μόνον ἐχάραξεν, ἕτεροι δὲ τρεῖς μετὰ τὸ τὴν φωνὴν ἐκκοπῆναι τοῦ διαθεμένου καὶ τὰς φρένας ἀλλοιωθῆναι ἐλθόντες καὶ τοῖς δυσὶ πιστεύσαντες ὑπέγραψαν καὶ ἐσφράγισαν. καὶ ἔγραψεν ὁ μάγιστρος, ὡς μὴ κατὰ νόμον ἡ διαθήκη γενομένη οὔτε βεβαίωσιν ἐδέξατο οὔτε τὰ ἐξ ἀδιαθέτου δίκαια τῶν καλουμένων παρέβλαψεν.