Peira 1.13
Περὶ δεφενσιόνων.
Abrir no leitor do IusCommune →1
pr.Ὅτι κατὰ φύσιν τοῖς συναλλάγμασιν ἕπεται ὁ δεφενσίων. ἀναγκάζεται γὰρ ὁ πωλήσας δεφενδεύειν τὸ πρᾶγμα, καὶ διὰ τοῦτο, εἰ μὲν οὕτως ἐκφωνηθῇ ἐν τῇ πράσει· πέπρακά σοι τὸν ἀγρὸν τὸν δεῖνα, μὴ προκειμένου τοῦ ὀνόματος τοῦ δεφενσίωνος, μετὰ δεφενσίωνος δοκεῖ πραθῆναι. εἰ δὲ πρόκειται καὶ τὸ ἄνευ δεφενσίωνος, ἡ τοῦ διπλοῦ μόνου ἐκ συμφώνου ἀπαίτησις ἀνήρηται, τὸ δὲ ἁπλοῦν τοῦ τιμήματος ἀναδίδοται. καὶ διὰ τοῦτο ἐπινενόηται ἐν ταῖς ἐπιτροπικαῖς πράσεσι τὸ καὶ ἄνευ ἀντιστροφῆς τιμήματος· τότε γὰρ οὕτω γινομένου τοῦ συμφώνου οὔτε δεφενδεύειν ὁ πράτης οὔτε ἀναδιδόναι τὸ τίμημα ἀναγκάζεται. τὸ αὐτὸ δὲ καὶ ἐπὶ ἀνταλλαγῆς πράγματος καὶ κτήματος εὕροι τις γινόμενον, καὶ ἐπὶ παντὸς συναλλάγματος, ἔνθα δόσις καὶ ἀντίδοσις ἐστίν. εἰ γὰρ κἀκεῖ τοιοῦτόν τι συμφωνηθῇ, τὸ μὴ δεφενδεύειν τοὺς τὰς ἀνταλλαγὰς ποιησαμένους τὰ διδόμενα παρ'᾿ αὐτῶν, τὸ διπλοῦν φαίνεται μόνον κωλύεσθαι μὴ ἀπαιτεῖσθαι· ἐπεὶ καὶ ὑπὲρ αὐτοῦ τοῦ ἐκνικωμένου πράγματος ἀναγκάζεται ὁ συναλλάξας οὗ πρὶν ἦν τὸ πρᾶγμα, ἢ τὸ ἀντιδοθὲν ἀντιστρέφειν ἢ τὸ δίκαιον τίμημα.
2
pr.Τινὲς ἐναγόμενοι περὶ δεφενσίωνος ἔλεγον κατὰ βίαν τὴν πρᾶσιν πεποιηκέναι, καὶ ἐσημειώσατο ὁ μάγιστρος· ἐπεὶ δὲ οἱ αὐτάδελφοι λαβεῖν μὲν εἶπον τὸν τούτων πατέρα τὸ τίμημα, κατὰ βίαν δὲ τοῦτο πεπονθέναι καὶ τὴν πρᾶσιν πεποιηκέναι, τὴν παραγραφὴν ἀντιθέναι καλῶς δεδύνηνται, τυχὸν ἐκ τῶν τῆς πράσεως εἰς δεφενσίωνα καθελκόμενοι καὶ διπλασίονα τῆς τιμῆς· ἔκτισιν· καὶ συνιστῶντες τὴν παραγραφὴν νομίμως, τὴν δὲ διπλασίονα διαδιδράσκουσι. τῷ μὲν γὰρ ἐνάγοντι περὶ βίας ἕτεροι διεστιγμένως ἁρμόζουσι χρόνοι, τῷ δὲ ἐναγομένῳ καὶ διὰ παραγραφῆς ταύτην εἰσάγοντι ἰσομήκης τῇ ἀγωγῇ πρόσεστι χρόνος. ὥστε κἀνταῦθα εἴ τις ἐκ τοῦ ὁμοίου τέμνειν ἐθέλειοι τὰ ὅμοια, πρὸς μὲν τὸν δεφενσίωνα ἡ παραγραφὴ δεικνυμένη συμβαλεῖται τῷ πράτῃ, πρὸς δὲ τὸ ἁπλοῦν καὶ τοὺς τούτου τόκους ἀπὸ τοῦ καιροῦ τῆς ἐκνικήσεως τὸ παράπαν οὐ λυσιτελήσει. γίνεται γὰρ τὸ τίμημα, καὶ οὐ συγχωρεῖται κερδαίνειν ἑτέρου ζημιουμένου.