Peira 1.12
Περὶ ἐγγυωμένων γυναικῶν.
Abrir no leitor do IusCommune →1
pr.Ὅτι γυναικὶ ἐγγυωμένῃ βοηθεῖται, καταβαλοῦσα δὲ ὑπέρ τινος οὐκ ἀναλαμβάνει. τούτου τοῦ νομίμου τὸν νοῦν ὁ βέστης οὕτως ἑρμήνευσεν, ὅτι, ὅτε μὲν ἐγγυᾶται, ἢ ἀγνοεῖ τὸν νόμον τὸν περὶ τῶν ἐγγυητῶν καὶ ὡς γυνὴ συγγινώσκεται, ἢ γινώσκουσα τὸν νόμον ἐλπίζει βοηθεῖσθαι διὰ τοῦ νόμου· ἀρξαμένη δὲ ὑπὲρ τῆς ἐγγύης καταβάλλειν, καὶ μετὰ ταῦτα ἐπιζητοῦσα τὸ καταβληθὲν, οὐκ ἀναλαμβάνει. διατί; ὅτι ἐκ δύο ἁμαρτημάτων ἕλκεται καὶ ὡς ἐγγυησαμένη καὶ ἢ ἀγνοοῦσα τὸν νόμον ἢ δολερῶς ὑπελθοῦσα τὴν ἐγγύην, καὶ ὡς δυναμένη καὶ μετὰ τὴν ἐγγίην ἀντιλέγειν καὶ ὅτε τὴν ἀρχὴν εἵλκετο πρὸς ἀπαίτησιν μὴ ἀντειποῦσα.
2
pr.Καὶ ἐστὶ κεφ. λθ΄ τοῦ ζ΄ τί. τοῦ κς ' βι.· Εἰ μέντοι μέλλουσα γυνὴ ἀντιφωνεῖν καταβάλλει ἢ δώσει ἀντ᾿ αὐτῆς ἕτερον χρεώστην, χώραν οὐκ ἔχει τὸ δόγμα· αἱ γὰρ ἔνοχοι γενόμεναι βοηθοῦνται, οὐ μὴν αἱ τὰ ἴδια μειώσασαι.
3
pr.Καὶ κεφ. οα΄· „Ἡ γυνὴ καταβαλοῦσα ὑπέρ τινος οὐκ ἀντιφωνεῖ.
4
pr.Καὶ κεφ. πέ΄· „Ἐὰν ἀντιφωνήσασα γυνὴ μετὰ δύο ἔτη τῆς ἀντιφωνήσεως ἢ δεύτερον ἐπερωτηθῇ ἢ ἐγγυητὴν παράσχῃ, ἐκπίπτει τῆς ἀπὸ τοῦ δόγματος βοηθείας. εἰ δὲ εἴσω τῆς δεκαετίας τῆς ἐγγύης ἓν ἐκ τούτων ποιήσει, δοκεῖ ὡς ἀπὸ τῆς παλαιᾶς πλάνης ὑπαχθεῖσα ἀντιφωνεῖν καὶ βοηθεῖται.
5
pr.Ὅτι γυνὴ χρυσίον ἔλαβε παρά τινος ἐπὶ τῷ δοῦναι τοῦτο, ὥστε ἀπολυθῆναι τὸν ἄνδρα αὐτῆς ἀπὸ τῆς φυλακῆς, καὶ ἀπαιτουμένη τὸ χρυσίον ἔλεγεν, ὅτι οὐκ ἐδανεισάμην ἐγὼ, ἀλλὰ τὸ μὲν χρυσίον εἴληφα, ὑπεσχόμην δὲ, ἵνα εἰ μὴ πληρώσῃ τοῦτο ὁ ἀνήρ μου ἐξερχόμενος ἐκ τῆς φυλακῆς, παράσχω τοῦτο αὐτὴ, καὶ ὡς ἐγγυησαμένη τὸν ἄνδρα οὐκ ὀφείλω εὐθύνεσθαι. καὶ ὁ βέστης ἐσημειώσατο· νόμος φησί· „καὶ γυναῖκες ἀντιφωνοῦσαι ἐνέχονται, ἐν ᾧ μὴ ἰντερκεδεύουσιν. εἰ δὲ τὸ ὑπὸ τῆς πρωτοσπαθαρίας πραχθὲν οὐκ ἰντερκεσίων ἐστὶν, ἀλλὰ χρυσοὺς εἰληφυῖα ἐπὶ αἰτίᾳ νόμοις ἐγνωσμένῃ τὴν ἐκπλήρωσιν μεθ᾽ ὅρκου ὑπέσχετο, πῶς ἂν λόγων εὑρήμασι κινηθῇ τις ἀπαλλάξαι ταύτην τῆς ἐνοχῆς; πολλοῦ γε καὶ δεῖ· ἐπεὶ καὶ νόμος φησὶν ἕτερος· „ἐὰν ἀπατῶσα γυνὴ ἢ γινώσκουσα μὴ ἐνέχεσθαι ἀντιφωνήσῃ, οὐ βοηθεῖται. εἰ δὲ καὶ ἀντιφώνησις ἦν τὸ πραττόμενον, ᾔδει πάντως μὴ ἐνέχεσθαι· ἤκουε γὰρ τῆς εὐχῆς· λεγούσης δεδιέναι γυναικὶ πιστεῦσαι, ὥστε καὶ ὤμνὺ καὶ τὴν προῖκα τῇ γυναικὶ καθυπεζεύγνυ· οὐ μὴν ἀλλὰ καὶ ἠπάτησε· τὸ δὲ τοῦτο δῆλὸν ἐξ ὧν καὶ.... ἑαυτὴν φρικωδεστάτοις καθυπέβαλλεν.
6
pr.Ὅτι γυνὴ μετά τινος ἐδανείσατο, καὶ τὸ δάνειον συνέστη μετ᾿ ἀλληλεγγύου ἐνοχῆς, καὶ ἕλκοντος τοῦ δανειστοῦ τὴν γυναῖκα εἰς τὸ ὅλον χρέος, ἔκρινεν ὁ μάγιστρος καὶ ἠλευθέρωσε ταύτην τῆς ἐνοχῆς τῆς ἐγγύης, γράψας οὕτως· ὁ δανειστὴς τὸ χρέος ἅπαν ἐκ τῆς γυναικὸς ἐπεζήτει διὰ τὸ ἐγγεγράφθαι τῇ ὁμολογίᾳ· ἑκάτερον πρόσωπον εἰς ὁλόκληρον εὐθύνεσθαι καὶ ἕκαστον ἀντὶ τοῦ ἑτέρου. ἀλλ᾽ οὐ τῷ νόμῳ τοῦτο δοκεῖ, οὐδὲ τὸ δικαστήριον τὴν τοιαύτην προσήκατο πρότασιν. ἐγ γύης γὰρ ἁπάσης τὸ θῆλυ γένος ὁ νόμος ἀφῆκεν ἀνώτερον· ταὐτὸν δὲ ἐστὶν ἐγγύη καὶ ἀλληλέγγυος ἐνοχή· ὥστε οὐδὲ ἡ ἐντεθεῖσα τῷ ἐγγράφῳ περὶ τῆς ἀλληλεγγύου εἰσπράξεως συμφωνία. τοῦτο δὲ τὸ νομικὸν ἐκ μονοπλεύρου κρατεῖν εἶχεν ἰσχύν. τῆς μὲν γὰρ γυναικὸς ἀπορούσης πρὸς τὴν ἡμίσειαν τοῦ χρέους ἔκτισιν, πρὸς ἀνάγκης ἂν ἦν τῷ ἰωάννῃ καὶ εἰς ὁλόκληρον εὐθύνεσθαι· τούτου δὲ πρὸς καταβολὴν ἀτονοῦντος τοῦ ἡμίσεως, ἡ γυνὴ οὐδὲν πλέον τῆς ἐπιβαλλούσης αὐτῇ μερίδος ἐκτίννυσι. ὡς πρωτότυπος μὲν γὰρ εὐθύνην ἔχει, τὸ δ᾽ ἐξεγγυημένον μέρος ἀποδιοπομποῦσι ταύτης αἱ διατάξεις.