Peira 1.11
Περὶ ἐπερωτήσεων.
Abrir no leitor do IusCommune →1
pr.Τὸ λεγόμενον νόμιμον δύο ἐπερωτῶντας ἐνόχους γενεσθαι οὕτως ἡρμήνευσεν ὁ πατρίκιος λέγων· τὸ ῥωμαϊκὸν δύο προμιτένδο ἔχει καὶ δύο στιπουλάνδο καὶ δύο ῥέους ἐπερωτῶντας. τὸ οὖν δύο ῥέους οὐ τοὺς ἐναγομένους μόνον, ἀλλὰ καὶ τοὺς ἐνάγοντας σημαίνει, καὶ ὡς ἑρμηνεύεσθαι τὸ ῥωμαϊκὸν οὕτως· δύο ἄνθρωποι κἄντε ἐνάγοντες κἄντε ἐναγόμενοι ἐπε· ρωτῶντες ἔνοχοι γίνονται. οἱ δὲ ἐξελληνίσαντες τὰ νόμιμα, μὴ δυνηθέντες ἐκφράσαι τὸ ῥητὸν καὶ δηλῶσαι καὶ ἐναγομένους καὶ ἐνάγοντας, δύο ἐπερωτῶντας εἶπον, ὅπερ ἔχει ἐν ἑαυτῷ καὶ τὴν τοῦ ἐπερωτῶντος καὶ τὴν τοῦ ἐπερωτωμένου σημασίαν. ἄλλοι δὲ οὕτως ἡρμήνευσαν τὸ δύο ἐπερωτῶντας, ὥσπερ ὅτε εἴπω· ὁμολογεῖς μοι δανεῖσαι, εἰ δὲ μὴ δανείσεις, ὑποκεῖσθαι;