IusCommune
IusCommune › Textos › Código › Liber 10

C. 10.27UT NEMINI LICEAT IN COEMPTIONE SPECIERUM SE EXCUSARE ET DE MUNERE SITONIAE

Abrir no leitor do IusCommune →

Traduções: Otto/Schilling/Sintenis

1 · Imp. Anastasius A. Matroniano pp.

pr.Quotiens urguente necessitate comparationes frumenti uel hordei aliarumque specierum quibuslibet prouinciis indicentur, nulli penitus possidentium sese sub cuiuscumque priuilegii occasione excusandi tribui facultatem censemus, omnique, cuicumque possidentium quocumque modo quocumque tempore per sacros apices uel etiam pragmaticam sanctionem aut iudicialem forte dispositionem huiusmodi excusatio data est uel postea data fuerit, licentia minime umquam contra tenorem nostrae legis saluberrimae ualitura.

1Adeo namque huiusmodi onera cunctis, pro qua singulos portione contingit, uolumus inrogari, ut ab isdem comparationibus nec sacratissimam nostrae pietatis nec serenissimae nostrae coniugis domum pateremur subtrahere.

D. III k. Aug. Constantinopoli Olybrio uc. cons.

2

pr.Οἱ τὰς πόλεις οἰκοῦντες ἢ ἐν αὐταῖς κεκτημένοι μὴ ἀναγκαζέσθωσαν εἰς ἑτέραν πόλιν ἢ εἰς τὴν μητρόπολιν εἴδη χορηγεῖν.

1Εἰ δὲ καί τις ἀπαραίτητος αἰτία καταναγκάσει τοῦτο γενέσθαι, τοῖς δικαίοις τιμήμασι τοῖς ἐν ἐκείνῃ τῇ πόλει κρατοῦσιν, ἐξ ὧν τὰ εἴδη παρέχεται, πιπρασκέτωσαν, ἐκείνων ταῦτα μετακομιζόντων τῶν δεομένων τῶν εἰδῶν.

2Ὑπολογιζέσθω δὲ τοῖς πιπράσκουσι τὰ τιμήματα τῶν εἰδῶν εἰς τὰ συντελούμενα παρ᾿αὐτῶν ἐν χρυσῷ δημόσια. οὐδὲ γὰρ δίκαιον νῦν μὲν ἀπαιτεῖσθαί τινα παρέχειν εἴδη, μετὰ χρόνον δὲ αὐτῷ τὰ τιμήματα λογίζεσθαι, οὕτως εὐθηνίας γενομένης.

3Τοῦ λαμπροτάτου ἄρχοντος ἑκάστης ἐπαρχίας ἐγκινδυνεύοντος εἰς τὸ καταλογίζεσθαι τὰ τῶν εἰδῶν τιμήματα κατὰ τὰς ὡρισμένας προθεσμίας ὑπὲρ αὐτῶν ἐκπέμπεσθαι.

4Μηδεὶς δὲ ἀναγκαζέσθω πιπράσκειν πᾶσαν χρείαν αὐτοῦ, ἀλλὰ τὰ ἐκπεριττεύοντα εἴδη· ἀσεβὲς γάρ ἐστιν ἀποστερεῖσθαί τινα τῶν οἰκείων καὶ ἑτέροις ταῦτα χορηγεῖν· ρ᾿χρυσίου λίτρας ὑφισταμένου ζημίαν καὶ κινδυνεύοντος εἰς τὴν ἀξίαν καὶ τὴν ζώνην αὐτοῦ τοῦ παραβαίνοντος τὸν νόμον ἢ συγχωροῦντος αὐτὸν παραβαθῆναι.

5Μηδείς ποτε χωρὶς μεγάλης ἀνάγκης ἐπιταττέσθω τοῖς κτήτορσιν συνωνήν, καὶ ὅτε δὲ γίνεται, κατὰ θείαν μόνον κέλευσιν γινέσθω, ἐφ᾿ ᾧ τε τὸ τῆς συνωνῆς χρυσίον ἐκ τῆς συντελουμένης παρὰ τῶν κτητόρων ἐν χρυσῷ συντελείας παρακατέχεσθαι, ἐὰν ὅλως τὰ τῆς οἰκείας αὐτῶν συντελείας ἀρκῇ πρὸς τὴν συνωνήν.

6Ἐὰν δὲ μὴ χρεωστῶσι δημόσια οἱ τὴν συνωνὴν ἐπιταγέντες ἢ μέρος χρεωστῶσιν, ἐν νομίσμασιν εὐστάθμοις πρότερον τὸ χρυσίον λαμβανέτωσαν καὶ οὕτως τὸ εἶδος ἀπαιτείσθωσαν, μηδενὸς τολμῶντος ἢ παράσταθμα δοῦναι τὰ νομίσματα ἢ ἐλλιπῶς ταῦτα καταβαλεῖν ἢ ἄλλως πως ζημιῶσαι τοὺς ὑποτελεῖς, ἀλλὰ καὶ τὸ τετραπλάσιον παντὸς τοῦ παραλλήλου καὶ τῆς ζημίας ἀπαιτουμένου καὶ τοῦ ἐλλιπῶς καταβάλλοντος.

7Εἰ δὲ καί τις συνωνὴν ἐπιτάξας τολμήσει ἢ τὴν ἐπιταγεῖσαν παρανόμως ἐκβιβάσει, πεντήκοντα χρυσίου λίτρας προστιμάσθω καὶ τῆς στρατείας καὶ ἀξίας ἐκπιπτέτω, ὑποκείμενος καὶ μείζονι κινήσει.

8Καὶ ὅτε δὲ κατὰ θείαν κέλευσιν γένηται ἐπιταγὴ συνωνῆς, ἕκαστος τῶν κτητόρων πρὸς τὴν ἀναλογίαν τῶν ζευγῶν ἤτοι ζευγοκεφαλῶν ὑποκείσθω τῇ συνωνῇ, μηδενὸς αὐτῆς ἐξαιρουμένου.

9Ὁ δὲ ὑπὲρ ταύτην τὴν ἀναλογίαν ἀπαιτῶν τινὰ τῶν συντελειῶν προφάσει τῆς συνωνῆς καὶ ζημίᾳ τῶν πεντήκοντα τοῦ χρυσίου λιτρῶν ὑποκείσθω καὶ ζώνης καὶ ἀξίας ἐκπιπτέτω καὶ ἑτέραν μείζονα προσδοκάτω κίνησιν.

10Ἀλλὰ ταῦτα χωρὶς τῆς Θρᾳκικῆς διοικήσεως νενομοθέτηται. ἐν Θρᾴκῃ γάρ, ἐπειδὴ οὐκ εἰς ὁλόκληρον εἰσφέρεται τὰ δημόσια, διὰ τὸ προφάσει τῶν βαρβαρικῶν ἐφόδων ἐλαττωθῆναι τοὺς γεωργοὺς καὶ μὴ ἀρκεῖν τὴν ἐν εἴδεσι συντέλειαν τοῖς κατ᾿ αὐτὴν ἱδρυμένοις στρατιώταις, καὶ πάντων μᾶλλον ἀποτρέφεσθαι εἰς αὐτὴν στρατιωτικὰ τάγματα ἀνάγκη ἐστὶ συνεχὴς πάνυ γίνεσθαι, ἐπειδὴ μὴ ἐνδέχεται δίχα συνωνῆς ἀποτρέφεσθαι τοὺς ἐν αὐτῇ στρατιώτας· ἐν ἐκείνῃ τοίνυν τῇ διοικήσει ἡ μέχρι σήμερον κρατείτω συνήθεια, ὑποκειμένων καὶ τῶν ἐμπόρων τῇ συνηθείᾳ, πρότερον μέντοι καὶ τοῖς συντελεσταῖς καὶ τοῖς ἐμπόροις καταβαλλομένου τοῦ τῆς συνωνῆς χρυσίου ἐν εὐστάθμοις νομίσμασι καὶ ὀβρύζοις, καὶ οὕτως αὐτῶν ἀπαιτουμένων ἀδιαστρόφως καὶ ἀζημίως τὸ εἶδος εἰσφέρειν, τοῦ δὲ ταῦτα παραβαίνοντος τοῖς αὐτοῖς ἐπιτιμίοις ὑποκειμένου.

11Βέλτιον γὰρ ἀντὶ τῆς ἰδιωτικῆς ἐμπορείας μᾶλλον τοῖς στρατιώταις καὶ τοὺς ἐμπόρους χορηγεῖν τὰς ἀναγκαίας αὐτῶν ἀποτροφάς.

12Ἐὰν δέ ποτε διά τινας πόλεις μὴ ἐχούσας σιτωνικὰ χρήματα μήτε ἑτέρωθεν εὐπορούσας ἀνάγκη γέγονε συνωνὴν ποιήσασθαι, ἐξέστω μὲν τοῖς ἄρχουσι ταύτην ποιεῖν, ἐν μόνῃ δὲ τῇ ἐνορίᾳ τῆς πόλεως τῆς τοῦ σίτου δεομένης καὶ ἐν τοῖς αὐτῆς ὁρίοις, καὶ κατὰ τὰ ἐν τοῖς τόποις κρατοῦντα κατὰ καιρὸν τιμήματα. τοῦτο δὲ παραφυλαττέτωσαν καὶ οἱ πατέρες τῶν πόλεων καὶ πᾶς ἕτερος τῆς συνωνῆς προνοούμενος.

13Εἰ δὲ καὶ ἀνάγκη γίνεται πολιτικὴν γενέσθαι συνωνήν, ὡς ἐπιζητουμένων εἰδῶν ἐν τῇ βασιλίδι πόλει, καὶ ἐν ταύτῃ κατὰ θείαν μόνην κέλευσιν προβαινέτω, τοῦ χρυσίου πρότερον κατὰ τὰ ἐπ᾿ἀγορᾶς ἐν ἐκείνοις τοῖς τόποις ὤνια παρεχομένου ἀδιαστρόφως καὶ ἀζημίως, μετὰ τοῦ καὶ τὰ ναῦλα ἐκ τοῦ δημοσίου παρέχεσθαι, ὥστε τὸν συντελεστὴν πιπράσκειν μόνον τὸ ἐπιζητούμενον εἶδος καὶ πληρωθῆναι τοῖς δεομένοις τὴν χρείαν.

14Μηδὲν δὲ ἐκ ταύτης τῆς διατάξεως καινιζέσθω τὰ ἐπὶ τῇ συνωνῇ τῆς Ἀλεξανδρέων μεγαλοπόλεως διατετυπωμένα, ἀλλὰ κρατείτω καὶ ὁ θεῖος τύπος ὁ διατυπώσας τὰ περὶ τῶν ἐπεισάκτων στρατιωτῶν ἀποτροφῆς.

15Ὑποκείσθω δὲ τῷ προστίμῳ τῶν πεντήκοντα τοῦ χρυσίου λιτρῶν καὶ τὸν εἰς ζώνην καὶ ἀξίαν ὑπομενέτω κίνδυνον ἥτε μεγίστη τάξις τῶν ἐνδοξοτάτων ἐπάρχων καὶ οἱ λαμπρότατοι τῶν ἐπαρχιῶν ἄρχοντες μετὰ τῶν πειθομένων αὐτοῖς τάξεων καὶ οἱ κατὰ τόπον ἔκδικοι καὶ ἄλλοι οἱ δημοσιεύοντες παραβαίνοντες αὐτοὶ τὸν νόμον ἢ παραβαθῆναι συγχωροῦντες ἢ μὴ μηνύοντες ἀνυπερθέτως καὶ ἀληθῶς κατὰ τῶν παραβαινόντων αὐτόν.

3 · [Ὁ αὐτὸς βασιλεύς]... Θεσπίζομεν σιτώνην

pr.Ὅταν ἔν τινι πόλει σιτώνου γένηται χρεία, κατα δοκιμασίαν καὶ ἐπιλογὴν καθ᾿ ἑκάστην πόλιν ἐπισκόπου καὶ τῶν ἐν τοῖς κτήτορσι πρωτευόντων γινέσθω ἡ ἐπὶ αὐτῷ προβολή, οὐ κατὰ τὸ δοκοῦν τοῖς προβαλλομένοις, οὐδὲ ἐφ᾿οἷς ἂν βουληθείησαν προσώποις, ἀλλὰ μόνων τῶν ἐπὶ τῆς χώρας ἐκείνης ταξεωτῶν τῶν στρατευομένων καὶ τῶν ἀποθεμένων τὴν τάξιν, διὰ τῶν εἰρημένων προσώπων πρὸς τὴν σιτωνείαν προβαλλομένων, ἐπειδὴ εὐχερέστερον οὗτοι ταῖς δημοσίαις χρείαις ἐντετριμμένοι ἐκ μακρῶν χρόνων τὸ τῆς σιτωνείας διανύουσι βάρος.

1Πάσης δὲ ζημίας ἀπαλλαττέσθωσαν οἱ σιτωνοῦντες καὶ πληροῦντες τὴν εἰρημένην χρείαν κατὰ τὸ δίκαιον λογοθετείσθωσαν· οὐ γὰρ δίκαιον αὐτοὺς ἀντὶ τοσούτων κόπων καὶ ζημιοῦσθαι. χορηγείτωσαν δὲ τὸν σῖτον κατὰ τὰ ἐπ᾿ ἀγορᾶς ὤνια καὶ μηδὲν περαιτέρω.

2Ὁ δὲ παραβαίνων ἢ παραβαθῆναι συγχωρῶν τὸν νόμον λʹ χρυσίου λίτρας ἐπιτίμιον καταβαλλέτω.

4 · ... Ἦλθεν

pr........... Ἦλθεν ..... Προνοίᾳ ἐπισκόπου οἱ κατὰ χώραν ταξεῶται τὴν σιτωνίαν μετέρχονται.