JGR III 5.24Imp. Andronici senioris de metropoli Apro. (A. 1304.)
Abrir no leitor do IusCommune →0
pr.Τῶν προσηκόντων ἡ βασιλεία μου κρίνει, τοὺς καθοτιοῦν εὐδοκιμοῦντας βασιλικῶν ἀπολαύειν χαρίτων καὶ ἀμοιβῶν. ἐπεὶ γὰρ οἰκειότατον μὲν εἴπερ ἄλλο τὶ τοῖς ἐκ θεοῦ βασιλεύειν λαχοῦσι καὶ τὸ τοὺς ἡπηκόους εὖ ποιεῖν κατὰ μίμησιν τοῦ δε622 Coll. V. Nov. XXIV. XXV. δωκότος τὸ βασιλεύειν, ἂν καὶ τὸ τῶν ὑπηκόων ἔσθ᾽ ὅτε συντρέχῃ καὶ τὴν τῆς εὐποιΐας ῥοπὴν οὐκ ἀνασοβῇ διὰ τῶν ἔργων, ῥᾳδίως ἂν ἑκατέροις ἐκτελοῦτο τὰ δέοντα· τοῖς μὲν δηλαδὴ τὸ εὐεργετεῖν δικαίως, τοῖς δ᾽ αὖ ὑπηκόοις τὸ τῶν εὐεργεσιῶν ἀκωλύτως ἐπιτυγχάνειν· ἔπειτα καὶ τῶν ἀτόπων ἂν εἴη, τοὺς μὲν ἐπὶ τοῖς ὀλυμπικοῖς ἄθλοις νικῶντας ἐπάθλων ἅμα καὶ γερῶν ἀξιοῦσθαι τῶν προσηκόντων, τοὺς δέ γε παρ᾽ ἡμῶν χρησίμους ἀναφαινομένους τοῖς πράγμασι πόῤῥω μένειν τῆς ὀφειλομένης παραχωρεῖσθαι τιμῆς. εἰ οὖν ὡς εἴρηται τῶν προσηκόντων καὶ δικαίων ἐστὶ, τοὺς ἐν τοῖς πράγμασιν εὐδοκιμοῦντας τῶν βασιλικῶν οὐκ ἀμοιρεῖν χαρίτων, ὧν κατ᾿ ἀρετὴν πνευματικὴν ἡ εὐδοκίμησις, ἀξίας ἀντιμετρεῖσθαι τὰς παρὰ βασιλέως τιμάς τε καὶ χάριτας αὐτοῖς, τοῦτο δὲ καὶ τῶν σφόδρα ἀναγκαίων εἴη ἂν, ἐπειδὴ πρὸς ψυχὴν διαβαίνει τὸ τῆς εὐδοκιμήσεως ἐνταῦθα κάλλιστον, καὶ διὰ τοῦτο πλεῖον καὶ τὸ τῆς τιμῆς ὑπερέχον ὀφείλεται τοῖς κατ᾿ ἀρετὴν πνευματικὴν εὐδοκιμοῦσιν ἢ τοῖς καθ᾽ ὅντινα δὴ τρόπον, καὶ τοίνυν καὶ ἄλλα πολλὰ μὲν τυγχάνουσιν, ἅπερ ἡμεῖς διὰ τῆς ἐκ θεοῦ δοθείσης ἡμῖν βασιλείας κεκτήμεθα τὰ προνόμια καὶ δικαιώματα πρὸς τὴν τοῦ θεοῦ ἁγίαν ἐκκλησίαν. ὧν ἁπάντων ἕνεκα ὁπόσην ποιούμεθα τὴν φροντίδα καὶ τὴν σπουδὴν τὸ προσῆκον ἑκάστοις ἐπιτιθέναι τέλος, καὶ ὁποῖον τὸν ζῆλον τρέφομεν τῇ τοῦ θεοῦ χάριτι ὑπὲρ ταίτης δὴ τῆς ἐκκλησίας, ὡς ἂν διασώζοιντο καὶ διατηροῖντο ταύτῃ καλῶς τε καὶ ὡς θεῷ φίλον, ὅσα εἰς σύστασιν, ὅσα εἰς καλλονήν τε καὶ εὐκοσμίαν καὶ ὅσα εἰς τὸ τῆς εὐσεβείας ἀφορᾷ κράτος, ἀγνοεῖν οἶμαι τῶν ἁπάντων οὐδένα. ἓν δ᾽ ὅμως ὡς εἴρηται καὶ τοῦτο, ὧν κέκτηται ἡ βασιλεία ἡμῶν ἐν τοῖς ἐκκλησιαστικοῖς προνομίων, τὸ οὓς ἂν βούλεται τῶν ἱερωτάτων ἀρχιερέων μείζοσιν ἀξίαις τιμᾶν καὶ ἀπὸ ταπεινοτέρων πρὸς ὑψηλοτέρους προβιβάζειν θρόνους διὰ τὸ τῆς ἀρετῆς αἰδέσιμον καὶ σεβάσμιον.
1
pr.Ἐπειδὴ τοίνυν καὶ τὸν ἱερώτατον μητροπολίτην ἄπρω καὶ ὑπέρτιμον εὗρεν ἡ βασιλεία μου ἄνδρα λόγῳ καὶ ἀρετῇ κεκοσμημένον, πλήρη τε παιδείας καὶ πνευματικῆς συνέσεως, κἀντεῦθεν ὠφέλιμον ὄντα τοῖς ἐντυγχάνουσι τά γε εἰς ψυχὴν, καὶ πρὸς τούτοις εὔνοιαν εἰλικρινῆ δεικνύοντα πρὸς τὴν βασιλείαν μου, τῇ προσηκούσῃ τοῦτον τιμῇ καὶ τῷ τῆς καθέδρας προβιβασμῷ ἀμείβεσθαι δίκαιον ἡ βασιλεία μου κρίνει. τιμᾶσθαι γὰρ τὴν ἀρετὴν καὶ τὴν πρέπουσαν ἐπέχειν τιμὴν, πολλαχῶς ἂν εἴη τῶν καλῶν καὶ ἐπαινουμένων· ἐπίδοσίν τε γὰρ οὐ μικράν τινα καθ᾽ ἑαυτὴν αὕτη λαμβάνει τῆς πρεπούσης τιμῆς ἐπιτυγχάνουσα, καὶ πρός γε μὴν πρὸς τὸν ὅμοιον διανίστησι ζῆλον τοὺς ταύτης ἀποδέοντας. τοίνυν καὶ εὐδοκεῖ καὶ διορίζεται η βασιλεία μου διὰ τοῦ παρόντος προστάγματος, ἐπέχειν τὸν δηλωθέντα ἱερώτατον μητροπολίτην ἄπρω καὶ ὑπέρτιμον τὸν τόπον τοῦ εὐχαΐτων, καὶ ἀπολαύειν τῆς ἀνηκούσης τῷ τοιούτῳ θρόνῳ τιμῆς, ἐν τε ταῖς κατὰ τὴν θείαν καὶ ἱερὰν σύνοδον συνάξεσιν, ἔν τε στάσεσι καὶ καθέδραις καὶ ταῖς λοιπαῖς συνελεύσεσι, καὶ ἁπλῶς εἰπεῖν πάντων τῶν ὁπωσδήποτε ἀνηκόντων ὡς εἴρηται τῷ θρόνῳ τῶν εὐχαΐτων μετὰ πάσης ἀδείας τὸ ἀπὸ τοῦδε μετέχειν καὶ ἀπολαύειν αὐτὸν, ἐφ᾽ ᾧ καὶ ὁ ἁγιώτατός μου δεσπότης ὁ οἰκουμενικὸς πατριάρχης στέρξει καὶ ἀποδέξεται τοῦτο μετὰ τῆς περὶ αὐτὸν θείας καὶ ἱερᾶς ὁμηγύρεως τῶν ἱερωτά-των ἀρχιερέων, καὶ ἐκθήσει χάριν τούτου καὶ πρᾶξιν συνοδικὴν ταὐτὰ ταῦτα διαλαμβάνουσαν, ἅπερ καὶ ὁ τῆς βασιλείας μου ὁρισμός. διὰ γὰρ τοῦτο καὶ τὸ παρὸν τῆς βασιλείας μου ἐγεγόνει αὐτῷ πρόσταγμα. Εἶχε δ᾽ ἐρυθρῶν γραμμάτων τῆς θείας καὶ βασιλικῆς χειρὸς τό· μηνὶ νοεμβρίῳ ἰνδ. β΄.