IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio V

JGR III 5.23Imp. Andronici senioris aurea bulla de possessionibus ecclesiae Monembasiae. (A. 1301.)

Abrir no leitor do IusCommune →

0

pr.Ὁ μὲν δὴ μέγας καὶ θεῖος τῆς ἀληθείας κήρυξ καὶ τοῦ κοινοῦ δεσπότου καὶ σωτῆρος ἀπόστολος, μὴ μέγα, φησὶν, εἶναι, εἰ αὐτοί γε δὴ τῆς εὐσεβείας ἡμῖν οἱ ἡγεμόνες καὶ τῶν εὐαγγελικῶν σπερμάτων τε καὶ δογμάτων γεωργοὶ καὶ νομεῖς τὰ πνευματικὰ σπείραντες ἡμῖν παρ᾽ ἡμῶν αὐτοὶ τὰ σωματικὰ θερίσουσι. καὶ γὰρ οὐδ᾽ ἐστὶν οὕτως ἀξιόχρεω τοῖς ἐκείνων ταῦτα δὴ παραβάλλειν, καὶ μέγα πρὸς ταῦτ᾽ οὐδὲν ἦν, ὅσα τὶς εὖ μάλ᾽ ἀνύττων καὶ σπουδάζων ἀντιδιδῷ· ὅτι μηδ᾽ ἔχει τὶς ἀντάλλαγμα τῆς ψυχῆς τὰ ἱερὰ λόγιά φασιν ἰσοστάσιον, ἣν ἄρα δὴ χωρὶς τῆς τοῦ πνεύματος γεωργίας προκειμένην εἰς ὄλεθρον καὶ πάντως κινδυνεῦσαι μέλλουσαν καὶ τὴν ἐσχάτην ὑποστῆναι ζημίαν, καὶ ἧς οὐδ᾽ αὐτὸς ὁ κόσμος ὅλως ἀντάξιος, αἱ τῶν ἀποστολικῶν καὶ θείων σπερμάτων ἀρόσεις τε καὶ καταβολαὶ σώζουσί τε καὶ εὔχρηστον κατορθοῦσι καὶ καρποφόρον ἀγαθῶν καὶ ἀζήμιον. τοιγαροῦν κατ᾿ ἡ ἄρα δὴ τὸν ἀποστολικὸν τόνδε καὶ θεῖον λόγον οὐ μέγα οὐδὲν, ὅστις ἀντὶ τῆς τοσαύτης εὐποιΐας, ἀντὶ τῶν ψυχικῶν ἀγαθῶν καὶ τῆς τῶν θείων αὐτῶν μεταδόσεώς τε καὶ μεταλήψεως καὶ κοινωνίας καὶ χάριτος, ἧς πορίζεται καὶ τρέφεται καὶ συντηρεῖται καὶ αὔξει καὶ τελειοῦται, μᾶλλον δὲ τελεῖται τὰ κρείττω καὶ εὐαγῆ τε καὶ πάνσεμνα, ἀντισυντελοίη τὶ καὶ αὐτὸς ἀντιδιδοίη ὁτιποτοῦν. πάνυ μὲν οὖν πλεῖστον τῶν κατ᾿ αὐτῶν καὶ σωματικῶν, ὡς γε αὐτῷ δοκοῦν καὶ τοῖς ἄλλοις, μέγα μὴν οὐδὲν τοῦθ᾽ ὡς ἀληθῶς οὕτω, μέγα δὲ ὄντως τοῦτο καὶ εὔδαιμον, ὅτῳ ἔδωκεν ὁ θεὸς πράγμασι ξυλλαχεῖν, ὥστ᾽ ἔχειν παραδεικνῦναι τὴν γνώμην ἐθελόκαλόν τε καὶ πεφυκυῖαν εὖ πρὸς τὰ βελτίω, καὶ τἀγαθὸν κρίνουσάν τε καὶ αἱρουμένην εὖ μάλα τελεσιουργὸν, καὶ μὴ ζημουμένην τὸ περὶ τὴν ὕλην αὐτὴν δραστικὸν μηδ᾽ ἀποστρεφομένην τῶν πραγμάτων ὑπανάγκην ' ἀργόν τε καὶ ἀνόνητον ἑαυτῆς. μήποτε δ᾽ ἄρα καὶ τοῦτ᾽ ἂν εἴη τῆς σοφῆς καὶ πανταρίστης καὶ παντελείου θεϊκῆς προνοίας. καὶ ὁρᾶνε ἔξεστιν ἐπιδήλως ἑκάστοτε γιγνόμενον, τὰς φιλοκάλους αὐτὰς φύσεις, καὶ αἷς ἄρα πλεῖστος ὁ περὶ τῶν καλῶν καὶ θείων ἔρως ἔνθεν ἐκ ψυχῆς ἀδάπανος φλέγει, ἱστᾶν ἐπὶ τῶν πραγμάτων ἀξίων τῆς γνώμης καὶ ὑποθέσεις διδόναι πρεπούσας καὶ χωρούσας ἀμέλει τὸ φρόνημα, ὡς ἂν ἅμα μὲν ἰσχύϊ τὰ κρείττω καὶ δημιουργεῖσθαι καὶ πολιτεύεσθαι κατ᾿ ἀνθρώπους, ἅμα δὲ καὶ ζῆλον ὡς εἰκὸς προσλαμβάνοντα καὶ προκόπτοντας καὶ προάγεσθαι τῷ ὄντι. καὶ γὰρ καὶ κάλλιστον οἷον ἔοικεν εἶναι, καὶ οὐ μόνον λυσιτελέστατον αὐτῷ τινι μόνῳ, ἀλλ᾽ ἄρα τό γε δὴ καὶ βιωφελέστατον εἰς αὐτὰ καθόλου τἀνθρώπεια κατὰ τὸν βίον ἅπαντα, ὅστις ἐπὶ πραγμάτων ξυντυχὼν ἀμεινόνων ἢ κατὰ τοὺς πολλοὺς καὶ διδόντων ἐπιεικῶς εὖ μάλα ἀγαθουργὸν ἀφορμὴν οἷός τ᾽ ἂν ἔπειτα γένοιτο αἰσθέσθαι τὴν ἀγαθὴν ξυγκυρίαν καὶ πειρᾶσθαι ἑαυτοῦ καὶ χρῆσθαι ᾗ δοκεῖ βέλτιστον, καὶ ὅστις γνώμης εὖ ἔχων, κρίσεως, εὖ ὁρμῆς καὶ ἔρωτος περὶ τὰ μέγιστα καὶ θεῖα, ἐφ᾽ ἡγεμονίας τινὸς καὶ ἀρχικῆς ἐπιστασίας γενόμενος αὐτοκρατοῦς καὶ ἰσχυούσης, ἔχει πως ἑαυτῷ χρῆσθαι κάλλιστα, ἔχει δεικνῦναι τὴν φύσιν, ἔχει μὴ μένειν ἀργὸς, ἔχει τελεῖν τὰ βελτίω δόγματα, καὶ μὴ μόνον ἀντιδιδόναι πολλῶν καὶ μεγάλων, ὧν προειληφὼς ἔχει τῇδε τε κατὰ τὸν βίον ἀμέλει καὶ κατὰ ψυχὴν μάλιστα, τὸ δίκαιόν τε καὶ γιγνόμενον ὄφλημα, βραχὺ μὲν οὖν καὶ ὀλιγαρκὲς ὄντως πρὸς τὴν τοσαύτην εὐποιΐαν, ἀλλὰ καὶ πραγματεύεσθαι περαιτέρω καὶ ἀντωνεῖσθαι σοφῶς διὰ τῶν παρόντων τῶνδε καὶ ῥεόντων τὰ μέλλοντά τε καὶ μένοντα, καὶ διὰ τῆς ἐν τούτοις φιλοθέου καὶ εὐγενοῦς οἰκονομίας καὶ ἐλευθεριότητος τοῖς ἀβεβαίοις μὲν ὡς τὰ πολλὰ, πάντως δὲ μετ᾿ ὀλίγον ἀπολουμένοις, ἅ γε δὴ καὶ αὐτὰ προῖκα προειληφὼς ἔχοι, κατακτᾶσθαι τὰ διαιωνίζοντά τε καὶ ἄτρεπτα.

1

pr.Εἰ δ᾽ ἄρα δὴ καὶ ἡ ἡμετέρα βασιλεία περὶ τούτων οὐ μόνον εὖ τε ξυνεώραται καὶ ἔγνω, ἀλλ᾽ ἀνεκτῶς γε καὶ ἀνεμεσίτως ἐρεῖν καὶ διαπέπρακται, πολλά τε ἄλλα (σὺν θεῷ δ᾽ ὁ λόγος) μαρτύρεται καὶ τὸ νῦν γε ἤδη δηλώσειε· πολλὰ γὰρ δὴ τῇ κατὰ τὴν πελοπόννησον μονεμβασίας ἁγιωτάτῃ μητροπόλει παρ᾽ αὐτῆς ἐνήργηταί τε καὶ ἐπιδέδεικται λόγου τε ἄξια καὶ ἐπαίνων τῇ τοῦ χριστοῦ χάριτι, τοῦτο μὲν ὅσα εἰς τιμήν τινα φέρει καὶ προβάθμιον τάξιν καὶ περιφανὲς ἀξίωμα καὶ τόπον πλὴν ἢ πρότερον, τοῦτο δὲ καὶ ὅσα εἰς εὐπορίαν τε καὶ φιλοδωρίαν τῶν προσόντων αὐτῇ πραγμάτων τε καὶ κτημάτων· ἃ δὴ καὶ κατὰ μέρος ἕτερα διάφορα ταύτης ὑποδείκνυσι θεσπίσματα 4. ἐπεὶ δὲ ἀρτίως ᾐτήσατο τὴν βασιλείαν μου ὁ τῆς τοιαύτης ἁγιωτάτης μητροπόλεως ἀρχιερεὺς, πάντα ὢν ἄριστος καὶ ἱκανότατος τῇ τοιαύτῃ γε ἀξίᾳ ὡς συνελόντ᾽ ἐρεῖν, καὶ δ᾽ αὐτὸ δὴ τοῦτ᾽ ἄρα καὶ πάντα πείθειν ἱκανὸς ὢν τὴν βασιλείαν μου καὶ περὶ πάντων αἰτούμενος, — ἐπεὶ δ᾽ οὖν οὕτως ὡς εἴρηται ᾐτήσατο καὶ χρυσόβουλλον αὐτῆς προβῆναι περὶ τῶν προσόντων κτημάτων τῇ κατ᾿ αὐτὸν τοιαύτῃ ἁγιωτάτῃ ἐκκλησίᾳ, ἤδη καὶ εἰς τοῦτο ἐπινεύει τῇ αὐτοῦ αἰτήσει καὶ ἐπιχορηγεῖ καὶ ἐπιβραβεύει τόνδε τὸν χρυσόβουλλον λόγον αὐτῆς, δι οὗ καὶ εὐδοκεῖ καὶ προστάσσει καὶ διορίζεται, κατέχειν καὶ εἰς τὸ ἑξῆς τὴν διαληφθεῖσαν ἁγιωτάτην μητρόπολιν μονεμβασίας πάντα τὰ προσόντα αὐτῇ κτήματά τε καὶ δίκαια, ἃ καὶ μέχρι τοῦ παρόντος παρ᾽ αὐτῆς εἰσὶ κατεχόμενα, νέμεσθαί τε αὐτὰ ἐκτὸς πάσης ἐπηρείας καὶ ἐνοχλήσεως καὶ παντάπασιν ἀναφαιρέτως, διασεισμοῦ τε παντὸς ἀπηλλαγμένα τε καὶ ἀνώτερα. ἃ δὴ καὶ κατ᾿ ὄνομα οὕτως ἔχουσι· χωρίον ὁ γαγκα - νέας μετὰ τῶν ἐν αὐτῷ παροίκων καὶ ὑποστατικῶν καὶ πάντων τῶν δικαίων καὶ πάσης νομῆς αὐτοῦ· κτῆμα τὸ εἰς τὸ χωρίον τὰ νόμια μετὰ τῶν ἐν αὐτῷ παροίκων καὶ τῶν εἰς τὸ αὐτὸ χωρίον καὶ εἰς τὰ ταίρεια αὐτουργίων· ἀγρίδιον τὰ λυρὰ μετὰ τῶν ἐν αὐτῷ παροίκων καὶ ὑποστατικῶν· ἔτι δὲ καὶ τῶν μουντουσῶν, ἀλλὰ δὴ καὶ τὸ εἰς τὴν σιὼν αὐτούργιον· χωρίον εἰς τὸν κάμπον λεγόμενον τὰ ἐπισκοπεῖα μετὰ τῶν ἐν αὐτῷ παροίκων, τῆς διαφερούσης τῇ ἐκκλησίᾳ γῆς καὶ τῶν λοιπῶν ὑποστατικῶν, ἔτι δὲ καὶ τοῦ δρυμῶνος τοῦ ἰδιοπεριορίστως προσόντος μέχρι τοῦ παρόντος τῇ αὐτῇ ἁγιωτάτη ἐκκλησίᾳ, ὡς τοῦ λοιποῦ παντὸς δρυμῶνος τοῦ ὑποκειμένου τῷ δημοσίῳ ὀφείλοντος εἶναι αὖθις ὑπὸ τὸν δημόσιον· χωράφια ἐν διαφόροις τόποις τοῦ ἕλους μετὰ τῶν ἐν αὐτοῖς τεσσάρων ὑδρομυλώνων τῶν ἀνεγερθέντων παρὰ τοῦ μέρους τῆς ἐκκλησίας καὶ τοῦ ἀμπελῶνος· ἀγρίδιον λεγόμενον τοῦ ἁγίου κουρνούτου μετὰ τῶν ἐν αὐτῷ παροίκων· ἕτερον ἀγρίδιον τοῦ καμαρα μετὰ τῶν ἐν αὐτῷ παροίκων καὶ ὑποστατικῶν· ἡ μονὴ τοῦ ἁγίου γεωργίου ἡ τοῦ πρινίκου μετὰ τῶν ὑπ᾿ αὐτὴν παροίκων καὶ αὐτουργίων, καὶ τῆς λίμνης τῆς προσούσης τῇ τοιαύτῃ μονῇ τοῦ πρινίκου, ἔτι δὲ καὶ τῆς συνεισφορᾶς ἁπάσης τοῦ βαλανιδίου (προκατείχετο μὲν γὰρ πρότερον ἡ ἡμίσεια συνεισφορὰ ταύτης παρὰ τοῦ μέρους τῆς τοιαύτης ἐκκλησίας, ἡ δὲ ἑτέρα ἡμίσεια ταύτης παρὰ τοῦ δημοσίου· ἀρτίως δὲ εὐδοκεῖ ἡ βασιλεία μου καὶ παρακελεύεται τὴν ἅπασαν ταύτην τοῦ βαλανιδίου συνεισφορὰν παρὰ τοῦ μέρους κατέχεσθαι τῆς τοιαύτης ἁγιωτάτης μονῆς ἀνενοχλήτως καὶ ἀδιασείστως)· χωρίον οἱ πεζιάνοι μετὰ τῶν ἐν αὐτῷ παροίκων καὶ ὑποστατικῶν καὶ πάντων τῶν δικαίων καὶ πάσης τῆς νομῆς αὐτοῦ· χωρίον τὸ φιλόδεν-. δρον μετὰ τῶν ἐν αὐτῷ παροίκων καὶ ὑποστατικῶν· ἡ μονὴ τοῦ τιμίου προδρόμου ἡ τοῦ σαραφῶνος μετὰ τῶν ὑπ᾿ αὐτὴν παροίκων καὶ λοιπῶν δικαίων· ὁ εἰς τὰ φῶτα ἀμπελών· ἡ ἐν τῷ χωρίῳ τῶν πολλῶν ξενίων ποσότης τῶν εἰκοσιπέντε ὑπερπέρων· τὰ ἐντὸς τῆς μονεμβασίας ὀσπήτια ἅπερ εἶχέ ποτε ὁ ἀρῆς· ἀγρίδιον αἱ ῥιπίαι σὺν τῷ πλησίῳ τούτου τόπῳ τῷ καλαμίῳ καὶ τῷ τῶν δικαστηρίων· προάστειον τῶν λαιμόνων· ἔτι δὲ καὶ τὰ αὐτούργια ὅσα μέχρι τοῦ νῦν εὑρίσκεται κατέχουσα καὶ νεμομένη ἡ αὐτὴ ἁγιωτάτη ἐκκλησία εἴς τε τὸν σώρακα, τὴν κουλενδίαν, τὴν κουμαραίαν, τὴν βουλκάνην καὶ μέσιν καὶ δωδαίαν, ἀλλὰ δὴ καὶ εἰς τὴν νόδυν καὶ εἰς τὴν λίμνην καὶ τὸν πύργον καὶ τὸ παλαιόκαστρον. ἃ δὴ πάντα, ὅσα ἀνωτέρω διαλαμβάνεται, καθέξει καὶ νεμεθήσεται τὸ μέρος τῆς αὐτῆς ἁγιωτάτης ἐκκλησίας μετὰ τῶν προσηρμοσμένων αὐτοῖς μέχρι τοῦ νῦν ὡς εἴρηται δικαίων, ἤγουν γῆς, ἀμπελώνων, μυλώνων, δένδρων διαφόρων, περιβολίων καὶ λοιπῶν. πρὸς τούτοις δὲ ἕξει ἐπ᾿ ἀδείας τὸ μέρος τῆς αὐτῆς ἁγιωτάτης ἐκκλησίας ἐξωνεῖσθαι καὶ τὸ πρινοκόκκιον, ὅπερ οἱ τῆς ῥηθείσης μονῆς τοῦ σαραφῶνος καὶ οἱ τοῦ δηλωθέντος χωρίου τοῦ γαγκανέα πάροικοι ἐπισυνάγουσιν ἀπὸ τοῦ τόπου τοῦ διαφέροντος τῇ αὐτῇ ἁγιωτάτῃ ἐκκλησίᾳ· ὅσον μέντοι πρινοκόκκιον ἐπισυνάξουσιν οἱ τοιοῦτοι πάροικοι τῆς ἐκκλησίας ἀπὸ δημοσιακοῦ τόπου, ὀφείλει ἐξωνεῖσθαι τοῦτο ὁ δημόσιος. ταῦτ᾽ ἄρα καὶ τῇ ἐμφανείᾳ τοῦ παρόντος χρυσοβούλλου λόγου τῆς βασιλείας μου μενοῦσι, καὶ διατηρηθήσονται τὰ τοιαῦτα ἅπαντα κτήματα καὶ αὐτούργια τῆς διαληφθείσης ἁγιωτάτης ἐκκλησίας μονεμβασίας ἀνενόχλητα πάντη καὶ ἀναφαίρετα κατὰ τὴν νομὴν καὶ κατοχὴν, ἣν εὑρίσκεται κεκτημένη ὡς δεδήλωται μέχρι τοῦ νῦν ἐπ᾿ αὐτοῖς, ἔτι δὲ ἀπηλλαγμένα τε καὶ ἀνώτερα πάσης καὶ παντοίας ἐπηρείας καὶ ἐπιθέσεως. καὶ γὰρ οὐδεὶς τῶν ἁπάντων ὀφείλει ἐπάγειν αὐτοῖς οἱανδήτινα λύμην ἢ ὅλως κατατριβὴν, οὔτε μὴν ἐπὶ διασεισμῷ καὶ ἀδικίᾳ τινὶ κατ᾿ αὐτῶν ἐπιτίθεσθαι καί τινι τρόπῳ δι ὄχλου γίνεσθαι· ἐπεὶ καὶ πᾶς ὁ τοιοῦτόν τι πειραθησόμενος τούτοις ἐπαγαγεῖν ἀποπεμφθήσεται πάμπαν καὶ ἀποσοβηθήσεται καὶ καθάπαξ ἀποτραπήσεται, ὡς ἄρα ὁ παρὼν χρυσόβουλλος λόγος τῆς βασιλείας μου διατάττεται· ὃς καὶ ἐπεχορηγήθη καὶ ἐπεβραβεύθη τῇ αὐτῇ ἁγιωτάτῃ ἐκκλησίᾳ μονεμβασίας, ἀπολυθεὶς κατὰ μῆνα ἰούνιον τῆς ἐνισταμένης ιδ΄ ἐνδ. τοῦ ζω΄ ἐννάτου ἔτους, ἐν ᾧ καὶ τὸ ἡμέτερον εὐσεβὲς καὶ θεοπρόβλητον ὑπεσημήνατο κράτος. ᾿Ανδρόνικος ἐν χριστῷ τῷ θεῷ πιστὸς βασιλεὺς καὶ αὐτοκράτωρ ῥωμαίων δούκας ἄγγελος κομνηνὸς ὁ παλαιολόγος.