JGR III 5.21Imp. Andronici senioris de ordinationibus absque praestatione consuetudinum faciendis '. (Α. 1295.)
Ὅπως νεαρὰ προβαίνει βασίλειος νομοθεσία περὶ τῶν χειροτονιῶν.
Abrir no leitor do IusCommune →0
pr.᾿Απρεπὲς καὶ ἄλλως τὸ κατὰ συνήθειαν πραττόμενον διακρίνων· τὸ δ᾽ ἦν τὸ τὸν ἐπὶ ἀρχιερωσύνῃ χειροτονούμενον κανοῖς τισι καὶ δόσει λημμάτων τοὺς χειροτονοῦντας δωρεῖσθαι, καί γε δὴ κληρικῶν ἕκαστον διὰ τὴν προσόντων αὐτοῖς ὀφφικίων δικαιοδοσίαν ὡς εἴθιστο. σιμωνιακὸν γὰρ ἀπεκάλει τὸ πραττόμενον πάθος καὶ ὤνιον χρημάτων κινδυνεύειν τὴν χειροτονίαν ἐντεῦθεν λογίζεσθαι. τοῦτ᾽ εἰς μέσον προτείνων πολὺς ἦν δοκῶν καταιδεῖσθαι καὶ τὸ ἀπερισκέπτως γινόμενον ἐκφαυλίζειν καὶ εἰς κρίμα μεῖζον γίνεσθαι. τινὲς γοῦν, οἷς δὴ καὶ ἦν διευλαβεῖσθαι δοκεῖν, ἀρχιερεῖς ὄντες, καὶ οὗτοι καὶ τὸ κέρδος τοῦ ἀσφαλοῦς ἐν δευτέρῳ δοκοῦντες τίθεσθαι, συνήρουν τὸ τῆς γνώμης τῷ βασιλεῖ καὶ τὰ εἰκότα συνέπραττον. οἱ πλείους δὲ καὶ παρ᾽ ἐκείνους ξύμπαντες καὶ παλαιὰν συνήθειαν προβαλλόμενοι καὶ νόμους περὶ τούτου λέγοντας καὶ δικαιοδοσίας ἐκ παλαιοῦ ὀφφικίων, οὐκ ἐνεδίδοσαν, εἰ δ᾽ οὖν ἀλλὰ παραβασίαν τοῖς κειμένοις ἐφεδρεύουσαν καὶ ὄλισθον ἐντεῦθεν ἀνηρτημένον ὡς εἰκὸς διεγίνωσκον, καὶ ὅτι πόρον ζωῆς ἀναγκαίας τοῖς κληρικοῖς ἀποκεκλεῖσθαι συμβαίνει. καὶ πολλάττα τοιαῦτα λέγοντες τοῖς ἀπεροῦσιν εἰς τέλεον ἐῴκεσαν. ἀλλ᾽ οὐκ ἤνυον. διὸ καὶ νεαρὰ προβαίνει νομοθεσία καὶ ἐπ᾿ αὐτοῖς μόνον οὐκ ἀκριβολογουμένη κηροῖς, ὁπόσοι καὶ οἷοι ἔσονται, οἷς ἡμμένοις ἐπὶ τῇ τελετῇ τῆς χειροτονίας χρήσαιντ᾽ ἂν οἱ τῶν παρόντων ἱερωμένοι. ἣν δὴ νεαρὰν ὑποσημαίνεται μὲν πατριάρχης, ὑποσημαίνονται δ᾽ ἱεράρχαι, καὶ πάντες, πλὴν δυοῖν, τοῦ τε σμύρνης καὶ τοῦ περγάμου, συγκάταινοι γίνονται.