JGR III 5.20Imp. Andronici senioris aurea bulla de privilegiis metropolitae Monembasiae '. (A. 1293.)
Χρυσόβουλλον παρὰ τοῦ γαληνοτάτου ἐν βασιλεῦσι καὶ ἀηττήτου ἀνδρονίκου αὐτοκράτορος δωμαίων πρὸς τὸν ἁγιώτατον μητροπολίτην μονεμβασίας καὶ τοὺς αὐτοῦ διαδόχους.
Abrir no leitor do IusCommune →0
pr.Κἂν εἰ μήπω πρότερον ἔφθη πλεῖστα δὴ παραπλήσια γενέσθαι βασιλεῦσί τε καὶ ἄλλοις, καὶ οὐχ ἧττον ἡμῖν, καὶ νομισθῆναι τοῦ λοιποῦ γίγνεσθαι, ἴσως ἂν ἴσως ἡ γε νῦν αὕτη παροῦσά τε καὶ προτεθειμένη τῇ βασιλείᾳ μου πρᾶξις ἐφεῦρε τὸν τοιούτου καλοῦ τύπον· ἀμέλει καὶ ἐφ᾽ ἑαυτῇ κείμενον ἂν, μᾶλλον ἐρεῖν δι ἑαυτῆς ἐκαίνισε πάντως, ἀρχὴν οὕτω λαβόντα καλλίστην πρὸς τὸν ἑξῆς ἔπειτα χρόνον ἐνεργῆς δείκνυσθαι· οὕτω πολὺ πάντοθεν ἔχει τὸ πεῖθον αὕτη καὶ καταναγκάζειν εὔλογον. τὸ γὰρ δὴ κατὰ τὴν πελοπόννησον περιώνυμον ἄστυ μονεμβασίας ἐστὶ μὲν ὡς ἀληθῶς τῶν κατ᾿ αὐτὴν δὴ πάντων μακρῷ προέχον, καὶ τὰ πρῶτα δὴ σαφῶς ἁπάντων φερόμενον, ὡς μηδένα μηδενὶ τῶν ταύτῃ γε ἄλλων λείπεσθαι ξυγχωροῦν· νέον μὲν ἐπιεικῶς ὄνομα καὶ κλέος, καὶ οὐ πόῤῥωθεν τῶν ὄπισθεν χρόνων ἧκον, μυρίας δὲ ὅμως καὶ παμμήκεις τὰς εὐφημίας καὶ πανταχοῦ πομπεῦον, ὡς εἴ τι ' καὶ ἄλλο τῶν ἐπιφανῶν καὶ περιδόξων ἀκούειν, οὐκ ἐπὶ μόνης τῆς βασιλικῆς ἡγεμονίας τῆς ἡμετέρας, ἀλλὰ καὶ σχεδὸν τῆς ἀλλοτρίας ἁπάσης. καὶ γὰρ δὴ τὰ τε ἄλλα κοσμεῖ τὸ ἄστυ, καὶ θέσεως εὐκαιρία, καὶ πρὸς ἀσφάλειαν ἐρυμνότης, καὶ πλῆθος μάλιστα οἰκητόρων καὶ πολυολβία, καὶ πολιτείας εὐγένεια, καὶ τεχνῶν ἀσκήσεις, καὶ ἀγορᾶς δαψίλεια πάντων πᾶσα· εὐεμπορώτατόν τε εἰ δή τι καὶ ἄλλο μάλιστα, πρὸς͵ ἅπαντα πλοῦν καὶ θαλάσσης ἅπαντα μέρη θέσεως εὖ ἔχον. καὶ τοίνυν πολὺ τὸ τῶν οἰκούντων ἐνταῦθα ἱκανόπλοον καὶ θαλαττουργὸν, ῥωμαλαιότης τε καὶ φρόνημα δραστικόν τε καὶ ἔμπρακτον, καὶ (τὸ κάλλιστον τῶν ἄλλων μάλιστα) ἡ πρὸς τὴν βασιλείαν μου ἐνεργός τε καὶ ἄτρεπτος παντάπασιν εὔνοια, καὶ ἡ πρὸς τὸ γένος ἀναφορά τε καὶ κοινωνία πάντων ἀνάλωτος καιρῶν τε καὶ πραγμάτων, εὖ τε καὶ ἄλλως ἐχόντων, ἐν πολλοῖς ἤδη τῶν προλαβόντων χρόνων τὴν πεῖραν δοῦσα, καὶ τὸ πιστὸν καθάπερ ἄλλοτε ἐγνωσμένη. καὶ τὰ μὲν τοῦ ἄστεος, ὡς ἐν ὀλίγοις, οὕτω, φεύγοντι τῷ λόγῳ τὸ μῆκος. ξυλλαγχάνει δ᾽ ἔτι καὶ τοῦτο νῦν εἶναι θαυμάσιον οἷον, ὅτι τῆς κατ᾿ αὐτὸ πάντως ἁγιωτάτης ἐκκλησίας προέστη τα ἀρτίως πάντων ἄριστος, πολὺς τοῖς κατὰ θεὸν ἐκ νέου πάνυ τοι καὶ ἐς γῆρας ἡδ.. τοῦτο νῦν ἤδη καμάτοις ἐγκαρτερήσας, καὶ κατακεκοσμημένος εἰς ἄκρον τῆς μακαρίας αὐτῆς βιοτῆς, ἀτρέπτως ἐς τοσοῦτον τῆς ἐξ ἀρχῆς ἐνστάσεως καὶ παντάπασιν ἀνενδότως, καὶ ὥσπερ εἴ τις νέος θερμῶς ἅπτοιτο, καὶ μὴ παρὰ καὶ μὴν πλεῖστον ὅσον ὑπὸ τῆς οὕτω χρονίου καὶ πολυετοῦς καὶ βιαίου σφόδρα τε βιώσεως καὶ σωματικῆς δαπανήσεως, καὶ πρὸς ἅπαντα πόνον καὶ μόχθον σφόδρα ἐκτετηγμένος οὐ τῷ γήρᾳ μᾶλλον, ἢ τοῖς γε τοιούτοις πόνοις, ἔτι θαυμαστῶς ἐμμένει καὶ διακαρτερεῖ τὴν ἐξ ἀρχῆς ἀκλινῆ γνώμην, καὶ ὥσπερ νῦν μᾶλλον ἐπειγόμενος καὶ σπουδάζων δῆλός ἐστιν, ἀλλ᾽ οὐχ ὡς ἂν ἤδη τοσοῦτο προλαβὼν καταστῆναι ἤδη πως ἀσφαλεῖ ἐν λιμένι καὶ γαλήνῃ· ἀμέλει καὶ τῆς περὶ τὸ ἀγαθὸν τοσαύτης ἕξεως, καὶ σφόδρα ὑπ᾽ ἀμφοῖν, τοῦ τε πανσέμνου τοῦδε γήρως ὡς εἴρηται καὶ τῶν τοσούτων καμάτων καὶ ἀσκητικῶν ἱδρώτων, τὸ σῶμα κατακαμπτόμενος, οὐκ ἔπειθ ὅμως κάμπεται τὴν καλλίστην ταύτην γνώμην, οὐδὲ χαλᾷ κατὰ βραχὺ καὶ τῶν τόνων οὐκ ἐνδίδωσιν, οὐδὲ νικᾶται τὸ φρόνημα ἀλλὰ τὸ μὲν σῶμα ἥττηται ἤδη, καὶ νῶτα δίδωσί τε καὶ τρέπεται ἐπὶ τοσούτων τῶν προλαβόντων καὶ πόνων καὶ χρόνων, ὁ λογισμὸς δὲ ἀήττητος, κόρον οὐκ ἔχειν οὐδέπω τῶν καλῶν ἀξιοῦ, οἷα δὴ ἐπὶ πάντων γίγνεται, καὶ μόνον τὸν ἐπὶ τούτοις ἔρον ἀδαπάνητόν τε καὶ παντάπασιν ἀκάματόν τε καὶ ἀνεπίστροφον οἴεται δεῖν εἶναι. ταῦτ᾽ ἄρα, καὶ τοσαύτην καὶ ἐπὶ τοσούτοις ἤδη τοῖς ἔτεσι συλλεξάμενος τὴν πνευματικὴν ὡς ἔφην κατάστασιν, καὶ προειληφὼς οὕτω πάνυ τοι πόῤῥω καὶ καταπεράνας εὖ μάλα τελεσιουργὸν τοῦ βίου τὴν πρόθεσιν ἀσφαλῶς τε καὶ γενικῶς, ὡς καὶ τοῦ βίου τοῦδε καὶ τῆς ὑψηλῆς ταυτησὶ παιδείας παράδειγμα καὶ τύπος ἔμψυχος περιπολεῖν, ὡς ἀληθῶς δὲ καὶ εἶναι, καὶ τοῖς πολλοῖς ὑπειλῆφθαι οὐκ ἀγαπᾷ τοῦ λοιποῦ· ὁ δὲ διὰ παντὸς ἐν τοῖς αὐτοῖς ἔχει, καὶ ὥσπερ οἱ πλείους καὶ βελτίους μὲν οὖν τῶν εἰσαγωγῇ χρωμένων, νῦν εἶναι δὴ καὶ χθὲς καὶ πρότριτα καὶ αὐτὸς ἀεὶ παρασκευάζεται, καὶ ἔοικεν ὥσπερ ἀγωνιζομένῳ καὶ δεδιότι καὶ προσδραμεῖν σπουδάζοντι, καταγυμναζόμενος τὸν ἅπαντα χρόνον, καὶ κατατρύχων ἀπέραντα, κάμνων τὸ σῶμα πόνοις ἀνενδότοις, ἀσιτίαις τε καὶ ἀγρυπνίαις, καὶ στάσεσι συντόνοις, καὶ τίνι τῶν εἰθισμένων καὶ καλλίστων ἀγώνων οὔ; καὶ νομίμως, μᾶλλον δὲ καὶ πλέον ἢ τέως νομίζεται τοῖς καλῶς. ἠργμένοις καὶ περὶ τὸν πνευματικὸν δρόμον ἀκμάζουσιν αὐτὸς ἔτι πω καὶ νῦν ἐπὶ τοσούτων τῶν ἐτῶν κατατεινόμενος. καὶ μὴν καὶ τ᾽ ἄλλα κατὰ τὸ ἦθος ἅπαντα τοῦ θαυμασίου τοῦδε ποιμένος ἀναλογεῖ τε καὶ συμβαίνει πρὸς ταῦτά τε καὶ πρὸς ἄλληλα, οἷον ἡ τῆς ἀγάπης πρὸς ἅπαντας ἐλευθεριότης, τὸ ἀόργητον θαυμάσιον οἷον, τὸ φίλοικτον, ἡ τῆς ψυχῆς γαλήνη, τὸ μήτε λογισμοῖς μήτε λόγοις μήτ ' οἴεσθαι μήτε λέγειν περὶ ὁτιοῦν φλαῦρον οὐδὲν, ἀλλὰ περὶ πάντων καὶ βούλεσθαι καὶ δοκεῖν καὶ λέγειν πάντ᾽ ἀγαθὰ, ἐκ τῶν οἴκοι θησαυρῶν αὐτοῦ τὸ πιστὸν ἔχοντα. καὶ τ᾿ ἄλλα μὲν, καθόλου συνελεῖν, ἅπαντα, ὧν μεγίστης ὄντως ἐκκλησίας καὶ πολυθρέμμονος ἀρχιερεῖ καὶ ποιμένι δεῖ, καὶ ἐστὶν ἐργωδέστατον ὁμοῦ καὶ σφόδρα σπάνιον ἑνὶ ξυλλαχεῖν, ὥσπερ ἐπ᾿ αὐτῷ δὴ προδήλως περὶ οὗ νῦν ὁ λόγος ἐστίν· καὶ μηκύνειν ὡς ἔοικεν οὐ δεῖ περαιτέρω, πλὴν ὅπερ ἄνωθεν ὁ λόγος ξυνεωραμένος ἀπεφήνατο. τοσαῦτα δὴ τὰ τε τοῦ ἀνδρὸς κατὰ θεὸν εὐδοκιμήματα, καὶ τὸ τῆς πολιτείας καὶ τοῦ βίου περιφανὲς καὶ ὑπερηρμένον καὶ σχεδὸν ἀπαράμιλλον. καὶ τοῦγε τῆς ὑπ᾽ αὐτὸν ἐκκλησίας ἄστεος αὖθις τὰ προσόντα παντοῖα καλὰ, ὥστε κἂν μόνα δῆτα ἴσως κινῆσαι ταῦτα τὴν βασιλείαν μου πρὸς τὸ μεταποιῆσαι καὶ προβιβάσαι τὴν τοιαύτην ὑπ᾿ αὐτὸν ἁγιωτάτην ἐκκλησίαν εἰς κρείττω τινὰ καὶ ὑψηλοτέραν κατάστασιν καὶ ἀξίαν καὶ βαθμὸν ὑπερκείμενον, κἂν μήπω πρότερον, ὡς εἴρηται, τοιαῦτα παραπλήσια καὶ γε γένητο καὶ νενόμιστο γίγνεσθαι· καὶ ταῦτ᾽ ἴσως, ᾗπερ ἔφην, ἱκανῶς ἂν εἶχεν ἀφορμήν τε δοῦναι καὶ ὑποφῆναι τὸν ἐν τούτοις τύπον καὶ νόμον, ὃ δῆτα καὶ παραπλήσι ἄττα ἴσως ἕτερα πρότερον ὡς ἔοικε καὶ εἴργασται καὶ τὴν ἐν τούτοις ἀρχὴν δέδωκεν. ἐπεὶ δὲ ὅτε περὶ τούτων βασίλειος νόμος προλαβὼν ὡς ἔφην ἐπαίρει καὶ δίδωσι, καὶ αὐτὰ δὴ ταῦτα ἅπερ εἴρηται σφόδρα κινεῖ, σὺν θεῷ δ᾽ εἰρήσθω, καὶ τὸ τῆς ἡμετέρας βασιλείας φιλόκαλον τὸ πλεῖστον ἐν τούτῳ μάλιστα συναίρεται, καὶ ἡ περὶ τὰ κάλλιστα καὶ θεοφιλῆ τῶν ἔργων χάριτι τοῦ θεοῦ καὶ προμήθεια ταύτης συνιδεῖν τὰ δέοντα καὶ βουλεῦσαι, καὶ προθυμία τε καὶ σπουδὴ μάλα ἐνεργὸς ἐκτελέσαι τε καὶ περάναι· ἐκ πάντων ἄρα τούτων τὸ καινίσαι τὶ πρὸς τὸ κρεῖττον, καὶ προβιβάσαι τὰ τῆς ἁγιωτάτης ἐκκλησίας μονεμβασίας ἐδοκιμάσθη τῇ βασιλείᾳ μου. καὶ τοίνυν φθάνει μὲν ἤδη πρότέρον προθεσπίσασα καὶ βαθμόν τινα τῶν ὑψηλοτέρων ἔχειν ταύτην δὴ τὴν ἁγιωτάτην μητρόπολιν, καὶ τόπον τινὰ ἐκκλησίας ἑτέρας καὶ τάξιν προεσβεσμένης καὶ ὡσπερεὶ παρελθούσης, οὐ μὴν ἀλλὰ καὶ μεγίστης ἐνορίας ἐξαρχίαν τε καὶ ἐπισκοπὰς ἀναλόγως διαταξαμένη τε καὶ προσηκόντως. ἐπεὶ δὲ αὐτὰ δὴ ταῦτα καὶ χρυσοβούλλῳ βεβαιωθῆναι καὶ τὸ πιστὸν λαβεῖν καὶ ἄτρεπτον ἐξητήσατο ὁ ἀνωτέρω εἰρημένος ἱερώτατος τῆς τοιαύτης ἐκκλησίας ἀρχιερατικῶς προϊστάμενος, ἡ βασιλεία μου καὶ τὰ τῆς τοιαύτης αἰτήσεως προσεδέξατο καὶ πρὸς πέρας ἀγαγεῖν ηὐδόκησε.
1
pr.Καὶ τοίνυν τὸν παρόντα χρυσόβουλλον λόγον αὑτῆς ἀπολύει, δι οὗ καὶ βούλεται σὺν θεῷ καὶ εὐδοκεῖ καὶ θεσπίζει, τόν τε ὡς εἴρηται νῦν προϊστάμενον ἀρχιερατικῶς τῆς τοιαύτης ἁγιωτάτης μητροπόλεως μονεμβασίας καὶ τοὺς και θεξῆς τὸν, αὐτῆς διαδεξομένους θρόνον ἐπαπολαύειν τῆς ἀνηκούσης τῷ τοῦ σίδης θρόνῳ τιμῆς ἐν ἅπασι, καθέδραις τε δηλαδὴ καὶ προελεύσεσί τε καὶ στάσεσι, γραφαῖς τε, καὶ ὅλως τοῖς ἐθίμοις ἔργοις ἀρχιερατικοῖς καὶ λειτουργήμασιν ἅπασι· φορεῖν δὲ καὶ σάκκον ἐν ταῖς θείαις ἱεροτελεστίαις, ὁμοίως δὲ καὶ διβάμπουλον, καὶ ἁπλῶς πάντα τὰ ἐκείνης προνόμιά τε καὶ δίκαια ἔχειν· ἔξαρχον τοῦτον μόνον εἶναί τε καὶ λέγεσθαι πάσης δὴ τῆς πελοποννήσου τὸν τῆς τοιαύτης ἁγιωτάτης ἀρχιερατικῶς ἐκκλησίας προϊστάμενον, καὶ τῆς ἐντεῦθεν τιμῆς ἀπολαύοντα, ᾗ δὴ καὶ τοῖς ἄλλοις εἴθισται τῶν ἱερωτάτων ἀρχιερέων τοῖς ἠξιωμένοις διαφόρων ἐξαρχεύειν θεμάτων τε καὶ χωρῶν. ὡσαύτως δὲ πρὸς τοῖς ἄλλοις καὶ τοῦτο θεσπίζει καὶ παρακελεύεται, πάντας δηλαδὴ τοὺς ὑπ᾿ αὐτὸν ἐπισκόπους ἔν τε φήμαις καὶ γραφαῖς παναγιώτατον προσαγορεύειν καὶ ὀνομάζεσθαι, αὐτὸν δὲ πάλιν ἐν τοῖς σημειώμασι καὶ γράμμασιν ἐνδικτιῶνα ἐμφαίνειν πρὸς αὐτοὺς καὶ πρὸς πᾶσαν τὴν αὐτοῦ ἐπαρχίαν ἀνθ᾽ ἑτέρας ὑποσημάνσεως. ἐπεὶ δὲ ἔφθασαν προστεθῆναι πρότερον τῇ τοιαύτῃ ἁγιωτάτῃ μητροπόλει καὶ ἐπισκοπαὶ αὗται, ἡ τῆς κυνουρίας, ἡ τοῦ ἕλους, ἡ τῆς μαΐνης, ἡ τοῦ ῥέοντος, καὶ ἡ τοῦ ζεμενοῦ, προσβεβαιοῖ μὲν προηγουμένως καὶ προσεδράζει ταύτας αὐτῇ καὶ διὰ τοῦ παρόντος χρυσοβούλλου λόγου αὑτῆς ἡ βασιλεία μου· καὶ θεσπίζει καὶ διατάττεται καὶ εἰς τὸ ἑξῆς ὑπ᾿ αὐτὴν εἶναι, καθὼς εὑρίσκονται μέχρι καὶ ἐς τὸ νῦν. ἔτι μέντοι δι ' αὐτοῦ δὴ τούτου τὸ φιλότιμον προσεπαύξουσά τε ταύτῃ καὶ προσεπιτείνουσα εὐδοκεῖ καὶ παρακελεύεται ὑπ᾿ αὐτὴν εἶναι καὶ ἑτέρας ἐπισκοπὰς ταύτας· ἤγουν τὴν τῆς κορώνης, τὴν τῆς μεθώνης, καὶ τὴν τῆς ἀνδρούσης, καὶ ὑποκεῖσθαι ὁμοίως καὶ ταύτας τῇ αὐτῇ ἁγιωτάτῃ ἐκκλησίᾳ τῆς μονεμβασίας, ὡς καὶ τὰς ἄλλας, ὡς ἄρα μητροπόλει αὐτῶν, καὶ δέχεσθαι εἰς ἀρχιερεῖς ἑαυτῶν, οὓς ἂν ὁ ἐν τῇ εἰρημένῃ ἁγιωτάτῃ μητροπόλει εὑρισκόμενος ἀρχιερεὺς χειροτονῆσαι διακρίνοι καὶ ἐγκαταστῆσαι ἐπ᾿ αὐταῖς.
2
pr.Ἡ δὲ τῆς ἐπαρχίας ταύτης περίοδος ὡς ἐν τύπῳ περιγραφικῷ ἔχει οὕτω. πρῶτον μὲν οὖν ἐπίδαυρος ἀρχαία, ἡ καλουμένη· λιμηρά· μετὰ δὲ ταύτην ἐπὶ ἑῴαν προϊόντι ὁ ζάραξ· προελθόντι δὲ ἀπὸ ζάρακος παρὰ τὴν θάλατταν κατιόντι ἡ κυπαρισσία· εἶτα ναὸς τοῦ ἁγίου λεωνίδου· μετὰ δὲ τὸ τοῦ ἁγίου θεῖον τέμενος, τὸ καλούμενον ἄστρος· ἐπαναβάντι δὲ κώμη ἡ καλουμένη καστάνιτζα· μετὰ δὲ ταύτην ἀπέρχεται καὶ εἰς ἑτέραν κώμην λεγόμενα ζίντζινα· εἶτα εἰς ναὸν τῶν ἁγίων ἀναργύρων· ἔπειτα εἰς τὰς ἅλως τὰς ἀρχαίας, καὶ εἰς τὸ ξηρὸν φρέαρ, μεθ᾽ ὃ κατέρχεται εἰς ναὸν τοῦ ἁγίου εὐθυμίου· εἶθ᾽ οὕτως εἰς τὴν σεβασμίαν μονὴν τὴν εἰς ὄνομα τιμωμένην τοῦ ἁγίου γεωργίου καὶ ἐπικεκλημένην τοῦ λυκοβουνοῦ· ἀπὸ δὲ ταύτης τῆς σεβασμίας μονῆς διέρχεται διὰ τοῦ πεδίου, καὶ καταντᾷ εἰς τὴν ἀπέναντὶ θείαν μονὴν τῆς ὑπεραγίας Θεοτόκου, τὴν εἰς ὄνομα τιμωμένην καὶ αὐτὴν τῆς ἐλεούσης, οὖσαν πλησίον τῆς κώμης τοῦ ἀρκασᾶ· εἶτα ἀπέρχεται εἰς ἑτέραν κώμην ὀνομαζομένην [σοχά] πρὸς τοῖς ποσὶ τοῦ ὄρους τοῦ ταϋγέτου· κἀκεῖθεν ἀνέρχεται εἰς τὴν τούτου κορυφὴν, ἔνθα ἦν καὶ εὐκτήριον τοῦ προφήτου ἠλιοὺ, ἐπικεκλημένον πενταδάκτυλον· καὶ πάλιν κατέρχεται κατὰ δεξιὰν εἰς εὐκτήριον ἕτερον τοῦ αὐτοῦ προφήτου ἠλιοὺ, ὃ ἐπίκειται πρὸς τῷ τέλει τῆς κοιλάδος ' καὶ φάραγγος τῆς σκληρᾶς καὶ δυσβάτου, ἐν ᾧ καὶ ὕδωρ ῥεῖ· μετὰ δὲ τὸ εἰρημένον εὐκτήριον αὖθις κατὰ δεξιὸν μέρος τῷ καταβαίνοντι εἰσὶ ταῦτα τὰ λεχθησόμενα χωρία τε καὶ πολίσματα· δυῤῥάχιον, πόλις ἀρχαία οὕτω καλουμένη· μετὰ δὲ τοῦτο κατέρχεται εἰς τὸν σωρὸν τῆς ὀνομαζομένης γραός· εἶτα διέρχεται τῆς βασιλικῆς ὁδοῦ καὶ καταντᾷ εἰς τοὺς χοιρολάκκους· ἔπειτα ἀνέρχεται εἰς τὴν βουλκάνην καὶ διέρχεται εἰς τοῦ βουνοῦ τὴν λεγομένην ὀπήν· εἶθ᾽ οὕτως εἰς τὸ ὄρος τὸ ὄρθιον, καὶ κατέρχεται εἰς τὴν πύλον, τὸν καλούμενον ἀβαρῖνον, ἐν ᾧ καὶ λιμὴν μέγας. πάντα ταῦτα, καὶ ὅσα οἱ εἰρημένοι τόποι πρός γε τὰ νότια μέρη περικυκλοῦσι καὶ διορίζουσιν, οὗτός ἐστιν ὡς εἴρηται ὁ τῆς ἐπαρχίας περιοδικὸς τύπος ὡς ἐν συνόψει τῆς ἁγιωτάτης μητροπόλεως μονεμβασίας, ἄνευ τῶν δύο ἐπισκοπῶν τῆς κυνουρίας, καὶ τῆς ζεμενᾶς. πλὴν εἰ καὶ ἀρτίως εὑρίσκονταί τινες τῶν εἰρημένων ἁγιωτάτων ἐπισκοπῶν εἰς τὸ μέρος τῶν λατίνων, ἀλλ᾽ οὖν καὶ νῦν καὶ ὁπηνίκα θεὸς εὐδοκήσῃ ἐπανελθεῖν καὶ ἀνασωθῆναι αὖθις ταύτας εἰς τὸ μέρος τῆς βασιλείας, ὑπὸ τὴν τοιαύτην ἔσονται ἁγιωτάτην μητρόπολιν μονεμβασίας, ἐπ᾿ ἀδείας τε ἕξει μετὰ τοῦ ἀνήκοντος ἀρχιερεῦσι δικαίου ὁ ταύτης δὴ προϊστάμενος χειροτονεῖν ἐπισκόπους ἐν αὐταῖς, ὡς καὶ ἐν ταῖς εἰρημέναις ἑτέραις ἐπισκοπαῖς. Οὕτω γὰρ δὴ περὶ τούτων καὶ δεδοκίμακεν ἡ βασιλεία μου, καὶ διὰ τῆς δεδομένης ταύτῃ χάριτι τοῦ χριστοῦ περὶ τῶν τοιούτων ἐννόμου καὶ θείας ὄντως ἀδείας τε καὶ ἐξουσίας παρεκελεύσατο, προηγουμένως μὲν δηλαδὴ, ὡς εἴρηται, τὸν τόπον ἔχειν τῆς προεσβεσμένης καὶ πρὸ χρόνων ἀπολομένης ἐκκλησίας σίδης τὸν ταύτης δὴ τῆς ἁγιωτάτης μητροπόλεως μονεμβασίας ἀρχιερατικῶς προϊστάμενον, καὶ τῆς τῷ τοιούτῳ θρόνῳ ἀνηκούσης ὡς δεδήλωται πάντη τε καὶ πάσης καὶ διὰ πάντων ἀπολαύειν τιμῆς· ἔτι γε μὴν καὶ ἐξαρχεύειν ἁπάσης τῆς πελοποννήσου· πρὸς δ᾽ ἄρα τούτῳ ἔχειν καὶ τὰς ἄλλας εὐεργεσίας, ὡς ἀνωτέρω εἴρηται, ὡσαύτως καὶ τὰς ὑπ᾽ αὐτὸν διαληφθείσας ἐπισκοπὰς, ἃς τε δηλαδὴ πρότερον ὑποτεταγμένας εἶχε, καὶ ἃς νῦν ἐπιλοίπους προσεκύρωσεν ἡ βασιλεία μου, καὶ κατ᾿ ὄνομα καὶ περιγραφικῶς πᾶσαι δεδήλωνται. εἰς γὰρ τὴν περὶ τούτων ἁπάντων βεβαίωσιν, ἀσφάλειάν τε καὶ διαμονὴν ἄτρεπτον, ὥστε διὰ παντὸς. οὕτω στέργειν ' καὶ μὴ μετὰ βραχὺ μετατραπῆναι καὶ μεταβολὴν ἡντιναοῦν ἐπ᾿ αὐτοῖς συμβῆναι, καὶ ὁ παρὼν χρυσόβουλλος λόγος τῆς βασιλείας μου ἐπεβραβεύθη καὶ ἐπεχορηγήθη τῷ τε νῦν ἱερωτάτῳ μητροπολίτῃ τῆς τοιαύτης ἁγιωτάτης ἐκκλησίας μονεμβασίας, ὑπερτίμῳ καὶ ἐξάρχῳ πάσης πελοποννήσου καὶ τὸν τόπον ἔχοντι τοῦ σίδης, ἀλλὰ δὴ καὶ τοῖς μετ᾿ αὐτὸν διαδεξομένοις τὸν αὐτὸν θρόνον, ἀπολυθεὶς κατὰ μῆνα ἰούνιον τῆς ἐνισταμένης ἕκτης ἰνδικτιῶνος τοῦ ἑξακισχιλιοστοῦ ὀκτακοσιοστοῦ ἔτους, ἐν ᾧ καὶ τὸ ἡμέτερον θεοσεβὲς καὶ θεοπρόβλητον ὑπεσημήνατο κράτος. ᾿Ανδρόνικος ἐν χριστῷ τῷ θεῷ πιστὸς βασιλεὺς καὶ αὐτοκράτωρ ῥωμαίων δούκας ἄγγελος κομνηνὸς ὁ παλαιολόγος.