JGR III 4.82Imp. Alexii Comneni II de laesae majestatis reis. (Α. 1182.)
Abrir no leitor do IusCommune →0
pr.Σημείωμα τοῦ βασιλέως κυροῦ ἀλεξίου, τοῦ υἱοῦ τοῦ βασιλέως κυροῦ μανουὴλ τοῦ κομνηνοῦ κατεστρωμένον ἐν τοῖς προσφόροις σεκρέτοις, γεγονὸς κατὰ μῆνα ἰούλιον τῆς ιε΄ ἰνδ., καὶ διαλαμβάνον μὴ ὑποκεῖσθαι εἰς καθοσίωσιν τοὺς τότε συνομοσαμένους μεγάλους καὶ ὑψηλοὺς ἄρχοντας, διὰ τὸ μὴ λογίζεσθαι συνωμοσίαν τὸ γεγονὸς, ἀλλὰ θεμιτὸν ὅρκον διὰ τὸ ὑπὲρ τῆς βασιλείας αὐτοῦ τὸν ὅρκον γενέσθαι.