IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio IV

JGR III 4.81Imp. Alexii Comneni II ne monasteriorum immobilia describantur. (A. 1181.)

᾿Απελύθη κατὰ τὸν ἰούλιον μῆνα τῆς ιδ΄ ἰνδ. τοῦ σχηθ ' ἔτους λύσις προσκυνητὴ τῶν θεοστέπτων κρατίστων καὶ ἁγίων ἡμῶν βασιλέων ἐπὶ ὑπομνήσει τῶν μοναστηρίων, ἐκκόπτουσα τὴν πραιτωρικὴν χρείαν καὶ τὴν κατεπανικὴν, καὶ διοριζομένη ἔχειν τὸ ἐνεργὸν τὰ προγεγονότα χρυσόβουλλα χάριν τοῦ μὴ ἀναγράφεσθαι τὰ τῶν μοναστηρίων ἀκίνητα, κατὰ ῥῆμα οὕτω διαλαμβάνουσα·

Abrir no leitor do IusCommune →

0

pr.Ἡ βασιλεία μου, τῆς ἐκ τῶν ὑμετέρων εὐχῶν συνάρσεως χρήζουσα καὶ ἐν πᾶσι κατ᾽ ἴχνος βαίνειν τοῦ ἐν μακαρίᾳ τῇ λήξει βασιλέως αὐθέντου καὶ πατρὸς αὐτῆς θέλουσα, καὶ τὸ περὶ τοὺς ἀνατεθειμένους ὑμᾶς τῷ θεῷ εὐεργετικὸν ἐκείνου μιμεῖσθαι προήρηται· ταύτῃ τοι καὶ διὰ μιᾶς ταύτης τῆς ἐφ᾽ ὑμῖν ἀγαθοποιΐας καὶ τῷ βασιλεύσαντι ταύτην θεῷ χαρίζεται, καὶ τῇ τοῦ αὐθέντου καὶ πατρὸς τῆς βασιλείας μου ἁγίᾳ ψυχῇ, καὶ τῷ ἡμετέρῳ δὲ κράτει τῆς εἰς τὸ ἀγαθὸν προκοπῆς ὑποβάθρα καὶ θεμέλιος τίθεται.

1

pr.Καὶ ἐπικλινὴς τῇ ὑμῶν γενομένη αἰτήσει, τὸ ἐνεργὸν ἔχειν καὶ ἀπαρασάλευτον καὶ ἀμετακίνητον τοὺς ἐπ᾿ εὐεργεσίᾳ τῶν καθ᾽ ὑμᾶς μονῶν ἀπολυθέντας τρεῖς χρυσοβούλλους λόγους παρὰ τῆς ἁγίας ἐκείνου βασιλείας διορίζεται, καὶ ἐπὶ τῆς αὐτῆς ἀμετακινήτως μένειν δυνάμεως ἐφ᾿ ἧς κατὰ τὴν ἀρχὴν ἐξετέθησαν· καὶ τὰ ἀκολούθως δὲ τούτοις προβάντα τῆς παραδόσεως πρακτικὰ τὸ ἀσφαλὲς ἐπιφέρεσθαι, κἂν μετὰ διετίαν γεγόνασι, κἂν ἴσως τινὰ τούτων τοῖς προσφόροις σεκρέτοις καταστρωθῆναι οὐκ ἔφθασαν· τῶν εἰς ἑρμηνείαν ἢ ἀνατροπὴν τῆς τῶν χρυσοβούλλων δυνάμεως μερικὴν ἢ καθόλου ἀπολυθέντων παντοίων προσταγμάτων, τῶν καὶ ἐν τῇ ὑπομνήσει ὑμῶν δηλουμένων, κἂν ὅπως ἄρα καὶ ἀπελύθησαν, τὸ ἄπρακτον καὶ ἀνίσχυρον ἀποφερομένων διὰ τῆς παρούσης λύσεως, καὶ ὥσπερ εἰ μηδὲ ὅλως γεγόνασι λογιζομένων.

2

pr.᾿Αργήσει δὲ καὶ ἡ μέχρι τοῦ νῦν ἐπεισκωμάσασα τοῖς ὑπὸ τὰς καθ᾽ ὑμᾶς μονὰς ἀκινήτοις, τοῖς κατὰ τὸ θέμα θρᾴκης καὶ μακεδονίας διακειμένοις, ἀπαίτησις τῆς τε πρακτορικῆς καὶ κατεπανικῆς γύρας καὶ χρείας, καὶ ἡ στυπίου καὶ ἀξουγγίου ἐξώνησις ἢ ἀπαίτησις, ὡς διὰ τῆς παρούσης λύσεως ἐκκοπτόμεναι καὶ ῥιζοτομούμεναι καὶ εἰς τὸ ἀνύπαρκτον καὶ ἀνονόμαστον ἀποκαθιστάμεναι· τῶν πραιτόρων καὶ πρακτόρων καὶ κατεπάνων, καὶ τῶν τὴν ἐξώνησιν ἢ ἀπαίτησιν τοῦ στυπίου καὶ τοῦ ἀξουγγίου κατὰ καιροὺς ποιουμένων, καὶ τῶν ἐξυπηρετούντων αὐτοῖς οὕτω παρατρέχειν τὰ τοιαῦτα ἀκίνητα ὀφειλόντων, ὡς εἰ μηδὲ ὅλως ἐν τοῖς ὑπ᾽ αὐτοὺς θέμασι ταῦτα διέκειντος, ἅτε καὶ αὐτῶν ἀκαταζητήτων μελλόντων διατηρεῖσθαι ἀπὸ τοῦ δημοσίου ἐπὶ πᾶσι τοῖς τοιουτοτρόπως ἐπιγνωσθεῖσιν αὐτῷ ἀπ᾿ ἀρχῆς τῆς σήμερον ἀπαιτουμένης ἐγχρονίας καὶ εἰς τοὺς ἑξῆς ἅπαντας καὶ διηνεκεῖς χρόνους δεχομένοις ἀναντιῤῥήτως, καὶ ὡς μηδὲ ἐν δημοσιακοῖς πρακτικοῖς καταγραφῆναι λογιζομένοις· κἂν μὴ κατεγράφησαν δὲ ἐν πρακτικοῖς, ἄλλως δέ πως ἐπεγνώσθησαν, δεχομένοις καὶ οὕτω. γ. Τοῦ κατατολμήσαντος ἕτερόν τι παρὰ τὰ διωρισμένα τοῖς τοιαύτοις χρυσοβούλλοις καὶ τῇ παρούσῃ λύσει τῆς βασιλείας μου ἐπὶ ταῖς ὑπὸ τὰς καθ᾽ ὑμᾶς μονὰς παντοίαις ἀκινήτοις κτήσεσι διαπράξασθαι, σὺν τῷ καὶ καθοσιώσει ὑποπίπτειν (καθὼς διὰ τῶν τοιούτων χρυσοβούλλων διωρίσθη) καὶ παρὰ τοῦ κατὰ τὴν ἡμέραν μεγαλεπιφανεστάτου μυστικοῦ καταναγκαζομένου εἰς τὸ τὴν ἐπενεχθεῖσάν τινι τῶν ὑφ᾽ ὑμᾶς κτήσεων βλάβην ἀποθεραπεύειν αὐτῇ. μελήσει μέντοι καὶ τῷ μέρει τῶν μονῶν πασῶν, τῶν τε ἐντὸς τῆς μεγαλοπόλεως καὶ ἐκτὸς, ὑπὸ τοὺς ἐμπεριειλημμένους μέντοι ὅρους τοῖς τοιούτοις χρυσοβούλλοις διακειμένων, τοῦ ἐν τοῖς μνημοσύνοις τοῦ ἐν βασιλεῦσιν ἀοιδίμου αὐθέντου καὶ πατρὸς τῆς βασιλείας μου ἐκτελεῖν ὅσα ἐν τῇ ὑπομνήσει ὑμῶν δεδήλωται, εἰ μὴ βούλονται τῆς τοιαύτης ἐξκουσσείας διαπεσεῖν ἐκ τοῦ ἅπαξ τούτων καταμελῆσαι.