JGR III 4.79Imp. Manuelis Comneni subnotatio confirmans consuetudinem, secundum quam mulier a marito in monasterium divertens post tres demum menses tondetur.
Abrir no leitor do IusCommune →0
pr.Νόμος ἔγγραφος οὐκ ἐστὶ διοριζόμενος τὴν θέλουσαν ἀποκαρῆναι καὶ διαζυγῆναι τοῦ οἰκείου ἀνδρὸς μὴ ἀπεντεῦθεν ἀποκείρεσθαι, ἀλλ᾽ εἰς μοναστήριον ἀπάγεσθαι καὶ διὰ τριμηναίου καιροῦ δοκιμάζεσθαι, μή ποτε καθ᾽ ἁψιμαχίαν τὴν ἀπόκαρσιν ἐξῃτήσατο· ἀλλ᾽ ἐξ ἀγράφου συνηθείας δοκιμασθείσης πολλάκις ἐπὶ δικαστηρίου καὶ βεβαιωθείσης νενόμισται μη ἄλλως τὴν ἀπόκαρσιν ἐπιτρέπεσθαι τῆς γυναικὸς, εἰ μὴ μετὰ τρίμηνον ἐρωτωμένη τῷ ἀγαθῷ τούτῳ σκοπῷ ἐμμένει. καὶ ἐγυμνάσθησαν τὰ περὶ τούτου ἐφ᾽ ἱκανὸν ἐπὶ βασιλικοῦ βήματος. πολλῶν γὰρ λεγόντων ὀφείλειν τὴν γυναῖκα τοῦ πυῤῥογεωργίου ἐκείνου απεντεῦθεν ἀποκαρῆναι διὰ τὸ εἶναι αὐτὴν φρονήματος στερεοῦ ὡς καὶ μ ' ἔτη οὖσαν, μὴ εἶναι δὲ νόμον ἔγγραφον χάριν τοῦ τριμήνου, ὁ θεοστεφὴς, κράτιστος καὶ ἅγιος ἡμῶν βασιλεὺς τὴν μακρὰν συνήθειαν, κυρωθεῖσαν ὡς εἴρηται, ἀντὶ νόμου ἐγγράφου ἐδέξατο καὶ σημειώματι ἐπεστήριξεν.