IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio IV

JGR III 4.78Imp. Manuelis Comneni de impedimento matrimonii ob affinitatem sexti gradus.

Abrir no leitor do IusCommune →

0

pr.Ὅτι δὲ λόγος γέγονέ ποτε παρὰ τῷ βασιλικῷ βήματι περὶ τοῦ εἰ δύναται ὁ αὐτὸς καὶ εἷς δύο δευτέρας ἐξαδέλφας λαμβάνειν κατὰ λόγον γάμου, ὡς δῆθεν εἰς ζ΄ βαθμὸν ἐξ ἀγχιστείας ἀναγομένου τοῦ συναλλάγματος, ἀπελύθη πρόσταγμα τοῦ κραταιοῦ καὶ ἁγίου ἡμῶν βασιλέως, μὴ γίνεσθαί ποτε τοῦτο διοριζόμενον, διὰ τὸ ἑνὸς βαθμοῦ λογίζεσθαι τὸν ἄνδρα μετὰ τῆς γυναικὸς καὶ καταντᾶν τὸ συνάλλαγμα εἰς ἕκτον βαθμὸν ἐξ ἀγχιστείας.