JGR III 4.42Imp. Alexii Comneni de chartophylace et de electionibus.
Πρόσταγμα τοῦ ἀοιδίμου βασιλέως κυρίου ἀλεξίου τοῦ κομνηνοῦ, τάδε κατὰ ῥῆμα διαλαμβάνον·
Abrir no leitor do IusCommune →0
pr.Ἡ βασιλεία μου τῆς ἐκκλησιαστικῆς εὐκοσμίας φροντίζουσα, καὶ τὸ εὔτακτον καὶ ἐν παντὶ μὲν ζητοῦσα τῷ πολιτεύματι, ἐπὶ πλέον δὲ τοῖς θείοις τοῦτο ἐμπολιτεύεσθαι διὰ σπουδῆς τιθεμένη, τὰ ἀρχῆθεν ἀπονενεμημένα προνόμια ἑκάστῳ τῶν ἐκκλησιαστικῶν βαθμῶν, καὶ τὴν ἄχρι καὶ δεῦρο ἐπικρατήσασαν ἐν τούτοις κατάστασιν κατὰ τὸ ἀναλλοίωτον καὶ εἰς τὸ ἑξῆς εἶναι καὶ διαμένειν βούλεταί τε καὶ εὐδοκεῖ, ἁγιώτατε δέσποτα, ὡς καὶ παραδεχθεῖσαν διὰ τοσούτων ἐτῶν καὶ τῷ μακρῷ χρόνῳ ἐμπολιτευσαμένην, καὶ ταῖς ἀπ᾿ ἄλλου εἰς ἄλλον κατὰ τὸ ἀνεξάλλακτον ἕως τοῦ νῦν μεταβάσεσιν ἐπικυρωθεῖσαν καὶ βεβαιωθεῖσαν καλῶς. α. Ἐπεὶ δὲ νῦν ἡ βασιλεία μου μάθοι, ὡς τινες τῶν ἀρχιερέων· ἀντιφιλοτιμούμενοι πειρῶνται τὸ τοῦ χαρτοφύλακος ὑποβιβάσαι προνόμιον, καὶ κανόνας εἰς μέσον προφέροντες διὰ τούτων φιλονεικοῦσι, μὴ προκαθῆσθαι αὐτὸν τῶν ἀρχιερέων, ὁπηνίκα δέοι τούτους συνέρχεσθαι κατά τινα χρείαν καὶ συνεδριάζειν κατὰ ταὐτὸν πρὸ τῆς εἰς τὴν ἁγιωσύνην σου εἰσελεύσεως, οὐκ ἀνασχετὸν τῇ βασιλείᾳ μου ἔδοξε, πρᾶγμα διὰ τοσούτου χρόνου βασανισθὲν καὶ τοῖς πρὶν πατριάρχαις καὶ τοῖς ἄλλοις ἀρχιερεῦσιν, ἀλλὰ δὴ καὶ αὐτοῖς τοῖς νῦν οὐκ ἐπ᾿ εὐλόγῳ ἐρίζουσι πράγματι διὰ τῆς πολυημέρου δεχθὲν σιωπῆς, κατὰ τὸ παρέλκον ἀθετηθῆναι καὶ ὡς τι τῶν ἠμελημένων παρασυρῆναι. τοίνυν καὶ διορίζεται πρᾶγμά τι εὔλογον καὶ πάνυ δίκαιον τοῦτο. εἰ μὲν γὰρ αἱροῖντο καὶ πάλιν οἱ ἀρχιερεῖς μὴ κινεῖν τὰ ἀκίνητα, μηδὲ τὰ τοῖς πρὶν δεδογμένα πατράσιν, ἀλλὰ δὴ καὶ αὐτοῖς διὰ τῆς μακρᾶς συνδόξαντα σιωπῆς καὶ τῆς ἕως τοῦ νῦν ἀνοχῆς ἐκ παλιμβολίας ὥσπερ ἀναπαλαίειν, εὖ ἂν ἔχοι, καὶ χάρις, ὅτι τὸ μάχιμον καταθέμενοι τὸ εἰρηναῖον προτετιμήκασιν. εἰ δὲ καὶ ἔτι τούτων τινὲς τῶν τοῦ κανόνος ῥημάτων ἀντιποιούμενοι (τῆς γὰρ ἐννοίας πόῤῥω ἀποδιεστήκασι) πειρῶνται τὸ οἰκεῖον συστῆσαι θέλημα, καὶ ἐπὶ τὸ ἄτακτον οὐ καλῶς τὴν τάξιν μεταβιβάζουσιν, ἐᾷ μὲν νῦν ἡ βασιλεία μου τὴν τοῦ κανόνος ἑρμηνεῦσαι καὶ σαφηνίσαι ὑφὴν, ῥᾴστην οὖσαν καταληφθῆναι καὶ διαγνωσθῆναι καλῶς τοῖς βάπτουσιν εἰς ἀκρίβειαν καὶ κανονικῆς ἐννοίας θιγγάνουσιν, αὐτὸ δὲ τοῦτο τοῖς ἀρχιερεῦσιν ἐπιτιμᾷ, τί δήποτε τὸν κανόνα εἰδότες καὶ τὰ ῥήματα τούτου ἐξακριβούμενοι τὴν ἑαυτῶν συνείδησιν ἀνευλόγως ἐπάτησαν, καὶ τοῦ κανόνος παραῤῥιπτομένου ἠνείχοντο καὶ τὴν ὑφεδρίαν· ἐπὶ τῶν πρὶν χαρτοφυλάκων ἠσπάζοντο; καὶ μισθὸν τούτοις τῆς τῶν ἱερῶν κανόνων περιφρονήσεως τὴν ἐπὶ τὰς λαχούσας αὐτοὺς ἐκκλησίας ἀπέλασιν δίδωσι, κανόνι στοιχοῦσα κἀνταῦθα ἐκκλησιαστικῷ, καὶ τοῖς περιφρονηταῖς τῶν κανόνων ἐκείνους αὐτοὺς τοὺς ἱεροὺς κανόνας εἰς ἄμυναν ἀντεξάγουσα. οὐδὲ γὰρ ἂν ἔχοιεν λέγειν οἱ τῶν δυτικῶν προεστῶτες ἀρχιερεῖς, ἐπὶ χρόνον μακρὸν τῶν ἐμπιστευθέντων αὐτοῖς μὴ φροντίσαντες ποιμνίων μηδ᾽ ὡς ἐχρῆν ἐν τούτοις ἐπιστατήσαντες, ὡς ἡ τὴν ἕω κατατρέχουσα τῶν ἐχθρῶν λύσσα προσέστη καὶ τούτοις, καὶ τὴν ἐπισκοπὴν ἐντεῦθεν τῶν λογικῶν προβάτων περιηρέθησαν. καὶ τὸ μὲν οὕτως οἰκονομηθὲν παρὰ τῆς βασιλείας μου τὴν κρίσιν αὐτοῖς τοῦ ἀποτελέσματος περιλέλοιπεν.
2
pr.Ἐπεὶ δὲ καὶ τοῦτο εἰς ἀκοὰς ἀνηνέχθη αὐτῆς, ὡς τινες τῶν τῆς ἐκκλησίας λογάδων ἐν ταῖς γινομέναις ψήφοις καταλιμπάνονται, προτιμῶνται δὲ τούτων ἔνιοι ὑποβεβηκότες ἴσως καὶ χρόνῳ καὶ καταστάσει βίου τῇ κρείττονι καὶ μηδὲ πολλὰ περὶ τῆς ἐκκλησίας πονήσαντες, οὔκουν ἔδοξεν οὐδὲ τοῦτο τὸ πρᾶγμα τῆς ἱερᾶς συνόδου τῶν ἀρχιερέων ἐπάξιον. ὅθεν καὶ ἐπισκήπτει πᾶσι φιλοθέως ὁμοῦ καὶ βασιλικῶς, μὴ παίζειν ἐν τοῖς οὐ παικτοῖς, μηδὲ πάθει περὶ τὰ θεῖα χαρίζεσθαι, (οὗ γὰρ ψυχὴ τὸ κινδυνευόμενον, τίνος φροντιστέον ἑτέρου;) ἐκείνους δὲ προτιθέναι τῶν ἄλλων, καὶ τὴν ἐν ταῖς ψήφοις ἐπιτιμίαν χαρίζεσθαι, οὓς μετὰ τοῦ λόγου καὶ βίος κοσμεῖ ἀνεπίληπτος, ἢ τοῦ λόγου σκάζοντος ἴσως ὁα μακρὸς χρόνος καὶ τὸ περὶ τὴν ἐκκλησίαν πολύπονον ἐπαναπληροῦσι τὸ ἐλλιπές. οὕτω γὰρ ἂν ταῖς ψήφοις καλῶς διαιτήσουσι, καὶ ἐπὶ κρίματι τῆς ἑαυτῶν ψυχῆς οὐκ ἂν ἁλοῖεν ψηφοφοροῦντες τῷ θεῷ.