JGR III 4.41Imp. Alexii Comneni de electionibus et clericis. (Α. 1107.)
Νεαρὰ νομοθεσία τοῦ βασιλέως κυροῦ ἀλεξίου τοῦ κομνηνοῦ διατυποῦσα τὰ περὶ τῶν ψήφων, καὶ ὁποίους δεῖ εἶναι τοὺς ἁπανταχοῦ ἀρχιερεῖς, πρὸς δὲ καὶ τοὺς ἱερεῖς, ἐν ταῖς ἐπαρχίαις καὶ ταῖς μητροπόλεσι καὶ ταῖς ἐπισκοπαῖς.
Abrir no leitor do IusCommune →0
pr.῾Αγιώτατέ μου δέσποτα καὶ ἡ θεία καὶ ἱερὰ σύνοδος· εἰ καὶ ἀφρονέστερός εἰμι πάντων, ἀλλά γε ἐπὶ τῇ ὑποθέσει τῆς ἐκκλησίας μὴ ὡς ἄφρονά με λογίσησθε. ἥψατο γὰρ τῆς καρδίας μου ὁ τῆς ἐκκλησίας ἤδη ὑφορώμενος κίνδυνος. ἰδοὺ γὰρ κινδυνεύουσιν αἱ ψυχαὶ τῶν ὀρθοδόξων καὶ μᾶλλον τῶν ἁπλουστέρων. ἐπεὶ κεφαλή ἐστι τῶν ὀρθοδόξων ὁ ἱερατικὸς σύλλογος· καὶ καλῶς μὲν ἔχοντος αὐτοῦ ὅλον τὸ σῶμα καὶ πάντα τὰ μέλη αὐτοῦ πρὸς ἀξίαν ἄγονται· τούτου δὲ πάλιν νοσήσαντος καὶ τὸ σῶμα πᾶν πρὸς παντελῆ ὄλεθρον ἀφορᾷ. ἰδοὺ τοίνυν κιν δυνεύει ὁ χριστιανισμὸς τῆς ἐκκλησιαστικῆς καταστάσεως ἐπὶ τὸ ἔλαττον καθεκάστην ὑποχωρούσης, καὶ θεὸς παροργίζεται, χαίρει δὲ παμπόνηρος καὶ μισόκαλος δαίμων ὁ τοῖς ἀγαθοῖς ἀεὶ βασκαίνων. αἴτιον δὲ τῆς τοιαύτης ἀτοπίας οὐδὲν ἄλλο ἐστὶν ἢ χρονία ῥᾳθυμία καὶ ἀμέλεια ἐκ μακροῦ μὲν ἀρξαμένη, προϊοῦσα δὲ μέχρι καὶ νῦν. αὕτη γὰρ παρεσκεύασε τὸ κακὸν τοῦτο ἤδη καὶ ὡς νόμον εἶναί τινα, καὶ πράττεται οὐχ ὡς κακὸν ἀλλ᾽ ὡς ἀγαθὸν καὶ σωτήριον, εἰ καὶ ὀλέθριον πάντη ἐστίν. ὀλέθριον οὐχὶ σώμασιν οὔτε εἰς χρηματικὴν ζημίαν ἀφορῶν, ἀλλὰ ψυχικὴν καὶ εἰς ἀπώλειαν χριστιανῶν καταντῶν. ποίαν οὖν ἀπολογίαν ποιήσομεν ἐν ἡμέρᾳ κρίσεως τῷ δημιουργῷ καὶ πλάστῃ θεῷ οἵ τε βασιλεῖς καὶ ἀρχιερεῖς, εἴπερ χριστιανοὺς ἀνθρώπους παραλαβόντες παραδιδόαμεν τούτους τῷ σατανᾷ διὰ θελήματα πάντως ἀνθρώπινα, πρόσκαιρον ἔχοντα, καὶ οὐδὲ πρόσκαιρον ἀλλ᾽ ἐπὶ βραχίτατον πάνυ χρόνον διαρκοῦσαν, τὴν θεραπείαν τῶν τε τὰς ψήφους καὶ τὰς χειροτονίας ποιούντων καὶ τῶν προχειριζομένων παρ ' αὐτῶν οὐ μόνον εἰς τὴν ἀρχιε ρωσύνην ἀλλὰ καὶ εἰς τὸν ἄλλον τῆς ἱερωσύνης κατάλογον; οὐχ ἕξομεν πάντως ἀπολογίαν τινὰ, εἰ μὴ διεγερθῶμεν πάντες καὶ διόρθωσιν τοῦ κακοῦ ποιησόμεθα, ἀνακαινίζοντες τὸ καταφρονηθὲν καλὸν, τὸ ἀσυγκρίτως μεῖζον πάντων τῶν καλῶν, τὸ οἰκειοῦν ἡμᾶς δηλονότι τῷ θεῷ, τὸ διὰ χρονίας ἤδη ἀμαυρούμενον ἀμελείας. θεοῦ γὰρ χάριτι πάντες χριστιανοί ἐσμεν οἵ τε βασιλεῖς, οἱ ἀρχιερεῖς, ὁ ἱερατικὸς ἅπας σύλλογος καὶ ὁ λαός· ἔτι συνεχόμενοι καὶ συνδεόμενοι ἐν τῇ πίστει διὰ τῶν μακαρίων ἐκείνων ἀρχιερέων καὶ διδασκάλων καὶ τῶν λοιπῶν θεοφόρων πατέρων καὶ τῆς τε σῆς ἁγιότητος καί τινων ἐκ τῆς νῦν ἀρχιερατικῆς ὁμηγύρεως τῷ λόγῳ καὶ ἀρετῇ τοὺς ἄλλους ὑπερβαλλόντων. λοιπὸν οὖν δεῖ ἡμᾶς ὡς χριστιανοὺς θεοῦ χάριτι τὴν ἀναζήτησιν τοῦ καλοῦ ποιῆσαι. τὸ γὰρ ἐμποδίζον οὐκ ἐστίν. ὡς εἰ μὴ οὕτω γένηται καὶ τὸ πρᾶγμα διόρθωσιν δέξηται, συμφέρει καὶ ἡμῖν πάντως τὸ δεθῆναι περὶ τὸν τράχηλον ἑκάστου μύλον ὀνικὸν καὶ ῥιφῆναι εἰς τὴν θάλασσαν. ἁρμόσοι δὲ ἂν ἐφ᾽ ἡμῖν καὶ τὸ καλὸν ἦν εἰ οὐκ ἐγεννήθημεν. καὶ θρήνου γενήσεται ἄξιον τοῦτο, καὶ θρήνου οὐ πηγαῖς δακρύων ἀλλὰ κρουνοῖς αἱμάτων συμπληρουμένου περὶ τούτου καὶ μόνον οὐ τὸν θρῆνον ποιήσασθαι· ὥσπερ οἱ ἐν σκάφεσιν ὄντες καὶ ἐν μέσῳ πελάγους χειμαζόμενοι καὶ πηδάλια μὴ ἔχοντες καὶ ἄλλως φυγεῖν τὸν ἐπηρτημένον κίνδυνον μὴ δυνάμενοι πρὸς μόνον τὸν θεὸν ἀφορῶντες ἐλεεινῶς καὶ παρὰ τούτου τὴν ἑαυτῶν ἐξαιτούμενοι σω τηρίαν. εἰ τοῦτο οὕτως ἐπιγνωσόμεθα, πάντως ὁ φιλάνθρωπος θεὸς τὴν ὁδηγίαν πρὸς τὴν διόρθωσιν τοῦ κακοῦ παρέξει τοῖς τε ἀρχιερεῦσι καὶ πᾶσι τοῖς ἕως τοῦ νῦν ἴσως ἀγνοήσασι τὸ καλόν· ὡς ἂν τὸ πρὸ χρόνων τινῶν ἐξ ἀμελείας ἀμαυρωθὲν ἀγαθὸν ἀνακαινισθῇ νῦν ἄνευ ὑπερθέσεώς τινος· ὅπως θεραπευθῇ ὁ θεὸς διορθουμένης τῆς ἐκκλησιαστικῆς καὶ χριστιανικῆς καταστάσεως κατὰ τὰς παραδόσεις τῶν θείων καὶ κορυφαίων ἀποστόλων καὶ τῶν μετ᾿ αὐτοὺς ἁγίων καὶ θεοφόρων πατέρων, ἣν ἡ χρονία ἡμῶν ῥᾳθυμία διέφθειρε. καὶ οὐδὲν θαυμαστὸν εἰ καὶ τὸ ἀγαθὸν τοῦτο καὶ σωτήριον ἔργον, ὅπερ αὐτοὶ οἱ μαθηταὶ τοῦ κυρίου τῇ τῶν πιστῶν ἐκκλησίᾳ παρέδωκαν καὶ μετ᾿ ἐκείνους οἱ λοιποὶ ἅγιοι πατέρες, ὁ χρόνος διέφθειρεν. ἄνθρωποι γὰρ φθαρτοὶ ὄντες καὶ τοῖς ὑλικοῖς πράγμασι καθ ἑκάστην ἐνασχολούμενοι, πρὸς ταῦτα καὶ κρημνιζόμεθα. 9ολοῦσι γὰρ τὰ αἰσθητὰ ταῦτα καὶ ἡ περὶ αὐτὰ σχέσις τοὺς λογισμοὺς τῶν ἀνθρώπων, καὶ σπανίως εὑρίσκεται ὁ τοῖς θείοις ἀεὶ ἐνασχολούμενος πράγμασι καὶ ταῦτα μόνα ζητῶν καὶ τὸν ἔσω· ἄνθρωπον καθ ' ἑκάστην ἀναψηλαφῶν καὶ ἀνακαθαίρων. καὶ διὰ τοῦτο καὶ τὸ κάλλιστον τοῦτο ἔργον καὶ θεῖον, ὃ τὴν εὐσέβειαν ταῖς ψυχαῖς τῶν ἀνθρώπων ἐκ θεοῦ παρέχει, τελείως κατεφρονήθη καὶ καθ᾽ ἑκάστην ἐλάττωσιν δέχεται, ὡς μικροῦ δεῖν καὶ εἰς παντελῆ φθοράν καταντῆσαι καὶ ὡς οὐδὲν λογι σθῆναι. οὐκ ἐστὶ γὰρ ἀναζήτησις τοῦ ὀρθοδόξου κηρύγματος, οὐκ ἐστὶν ἔφεσις τῆς καταλήψεως τούτου, ἀλλ᾽ ὡς ἐν σκότει πάντες σχεδὸν διαπορευόμεθα. κινδυνεύομεν πάντες ὁμοῦ οἱ τε τοῦ ἀρχιερατικοῦ καταλόγου, τοῦ μοναχικοῦ καὶ τοῦ λαϊκοῦ, καὶ εἰς χάος ἐζοφωμένον καὶ ἀχανὲς κατακρημνιζόμεθα. ἡ δὲ τοῦ ἀληθινοῦ χριστοῦ καὶ θεοῦ ἡμῶν πρὸς τὸν αὐτοῦ πατέρα παράκλησις περὶ τῶν ἀποστόλων ἀλλὰ καὶ περὶ πάντων τῶν πιστευόντων εἰς ἐκεῖνον διὰ τοῦ λόγου αὐτῶν ἀπρακτεῖ. πῶς γὰρ πιστεύουσι διὰ τοῦ λόγου τῶν ἀποστόλων εἰς ἐκεῖνον αἱ τῶν ἀνθρώπων ψυχαὶ ἀδίδακτοι καὶ ἀμύητοι τοῦ τῆς εὐσεβείας μυστηρίου καταλιμπανόμεναι; ὡς γὰρ τὸ κρυβὲν ἐν εὐαγγελίοις τάλαντον, οὕτω σχεδὸν τὸ ὀρθόδοξον δόγμα κρύπτεται νῦν καὶ κρυπτόμενον οὐκ ἀναζητεῖται, ἀλλὰ τὸ μεῖζον τοῦτο τῶν ἄλλων ἁπάντων ἀσυγκρίτως δεύτερον παρὰ πᾶσι σχεδὸν λογίζεται. καὶ γὰρ ἐὰν τις ἀτιμότερόν τι καὶ ἔσχατον ὧν ἔχει ἀπολέσῃ, πολλὴν τὴν ἀναζήτησιν ποιεῖται καὶ τὴν ἔρευναν καὶ φίλους συγκαλεῖ πρὸς βοήθειαν, ἵνα τὸ ἀπολλόμενον εὕρῃ, καὶ εὑρὼν αὐτὸ χαίρει. τοῦτο δὲ τὸ μέγιστον χρῆμα, τὸ τῆς εὐσεβείας δηλονότι μυστήριον ὃ αὐτὸς ὁ ἀληθινὸς χριστὸς καὶ θεὸς ἡμῶν τοῖς ἰδίοις παρέδωκε μαθηταῖς, λέγων αὐτοῖς· πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη καὶ τὰ ἑξῆς, ἀπολλόμενον τί οὐκ ἀναζητοῦμεν μετὰ σπουδῆς ὑπερβαλλούσης καὶ ζεούσης καρδίας; αὐτοῦ γὰρ τοῦ ἀληθινοῦ χριστοῦ καὶ θεοῦ ἡμῶν ὑστερούμεθα, εἰ τοῦ τῆς εὐσεβείας μυστηρίου καταφρονήσομεν· καὶ οὐχὶ πάντες ὁμοῦ σπουδῇ μεγίστῃ τὴν ἀναζήτησιν αὐτοῦ ποιησόμεθα, δάκρυα χέοντες ἐξ ὀδυνηρᾶς καρδίας καὶ τὸν θεὸν ἐξαιτούμενοι, ἵνα ἐκεῖνος πάλιν φανερωθῇ τοῖς νοητοῖς ἡμῶν ὀφθαλμοῖς; ἅμα γὰρ τῷ θελῆσαι ἡμᾶς γενήσεται τοῦτο. οὕτως ἐστὶ φιλάνθρωπος καὶ ἐλεήμων καὶ τὴν σωτηρίαν ἡμῶν διψῶν, ὥστε οὐ μακρὰν ἡμῶν ἐστὶν ἀλλ᾽ ἐγγύς. πάρεστι γὰρ καὶ ἀναζητεῖ ἡμᾶς, καθὼς αὐτὸς εἶπεν, ὅτι ἡ βασιλεία τῶν οὐρανῶν καὶ ἐντὸς ὑμῶν ἐστιν, ἐὰν καὶ ἡμεῖς βουλώμεθα. α. Πῶς δὲ γενήσεται ἡ διόρθωσις τῆς ἐκκλησιαστικῆς καταστάσεως; οἱ ἔμβαθμοι κληρικοὶ τῆς μεγάλης ἐκκλησίας εἰσὶν εὐαρίθμητοι, οἵτινες καὶ ῥόγας λαμβάνουσιν. οἱ δὲ περισσοὶ, ἀπογεγραμμένοι μὲν ὑπάρχουσι καὶ δουλεύουσι τῇ ἐκκλησίᾳ, οὐ λαμβάνουσι δέ τι, ἀλλ᾽ ἐλπίδι καὶ μόνῃ τρέφονται προκοπῆς. καὶ εἰ καὶ πάντες ἄξιοι πάσης ἱερωσύνης ἐμαρτυρήθησαν, ἀλλ᾽ ἔργῳ καὶ ἀληθείᾳ τινὲς τῶν τε ἐμβάθμων καὶ τῶν περισσῶν ἴσως τοιοῦτοι οὐκ εἰσίν. ἀλλὰ τὸν μὲν ἐνάρετον βίον ἴσως ἵνα ἔχωσιν ὡς ὀφειλόμενον πᾶσι τοῖς χριστιανοῖς φυλάττειν τὰς ἐντολὰς τοῦ θεοῦ, καὶ μᾶλλον τοῖς ἱερωμένοις, ἀλλά γε ὁ διδασκαλικὸς λόγος οὐκ ἐστὶ παρὰ τοῖς πολλοῖς· καὶ ἴσως τοῦτο καὶ ἐπί τισι τῶν ἱερωμένων εὑρεθήσεται. οἱ μὲν οὖν ἔχοντες καὶ τὸν ἐπαινετὸν βίον καὶ τὸν διδασκαλικὸν λόγον, ἔμβαθμοί τε ὁμοίως καὶ περισσοὶ, ἐπεὶ καὶ οὗτοι κἀκεῖνοι τὴν ἐκκλησιαστικὴν ὑπηρεσίαν πληροῦσι, καὶ προκοπτέτωσαν εἰς τε τὴν ἀρχιερωσύνην καὶ τὰ ἀρχοντίκια καθὼς εἰρήσεται ἀκωλύτως. οἱ δέ γε λοιποὶ ἀγωνιζέσθωσαν μετ᾿ ἐπιμελείας ὅτι πολλῆς, ἵνα καὶ τὸν βίον ἐπὶ τὸ κρεῖττον ῥυθμίζωσι καὶ τὸν διδασκαλικὸν λόγον καρπίζωνται. τότε δὲ τῆς ἐν τῇ ἐκκλησιαστικῇ τάξει προκοπῆς τυγχανέτωσαν ἕκαστος τούτων, ὅτε ἄξιον κατ᾿ ἀμφότερα ἑαυτὸν ἀπεργάσεται. εἰ γὰρ καὶ ἐμαρτυρήθη ἄξιος πάσης ἱερωσύνης καὶ διὰ τοῦτο τῇ ἐκκλησίᾳ προσιερώθη, ἀλλὰ τῷ μὲν ψευδῶς μαρτυρήσαντι μέμψις προστριβήσεται, ἡ δὲ τοιαύτη μαρτυρία τῷ μὴ ἔχοντι τὸν διδασκαλικὸν λόγον σὺν τῷ ἀνεπιλήπτῳ οὐ βοηθήσει ὅσον τέως εἰς τὴν ἐπὶ τοὺς μείζονας βαθμοὺς πρόοδον. οὔτε γὰρ τὸν διδασκαλίας δεόμενον ὠφε λήσει πάντως ἡ μαρτυρία τοῦ προσμαρτυρήσαντος τὴν τοῦ διδακτικοῦ δύναμιν τῷ ταύτης ἀμετόχῳ, οὔτε τῷ μαρτυρηθέντι ἀρκέσει πρὸς τὸ ἀναδέξασθαι βαθμὸν διδασκαλικόν. τί οὖν οἰκονομήσει ἐπὶ τούτοις ἡ ἱερὰ καὶ ἁγία σύνοδος; τοὺς μὴ καλῶς μαρτυρηθέντας ἐξώσει οὗ ἔτυχεν ἕκαστος βαθμοῦ; ἀλλὰ τοῦτο λύπην ἐντίθησι ταῖς ψυχαῖς τῶν ἤδη ἀφιερωθέντων τῇ ἁγιωτάτῃ τοῦ θεοῦ ἐκκλησίᾳ. ἀποδεξάσθω οὖν ἡ ἱερὰ καὶ ἁγία σύνοδος καὶ πρὸ πάντων ἡ ἁγιωσύνη σου τοῦ ἁγιωτάτου μου δεσπότου καὶ κοινοῦ πατρὸς καὶ διδασκάλου τῆς οἰκουμένης τὸ πρόθυμον τῶν ἤδη καθιερωθέντων καὶ τὸ θέλειν αὐτοὺς ὁλοψύχως ὑπηρετεῖν τῇ ἁγίᾳ ἐκκλησίᾳ, καὶ τὸ ἐλλεῖπον τούτοις ἀναπληρωθήτω παρὰ τῆς σῆς ἁγιότητος σπουδὴν ὑπερβάλλουσαν ἐνδεικνυμένης. ἡ δὲ σπουδὴ ἔστω τοιαύτη καλῶς ἐχούσης τῆς ἁγιωσύνης σου ὡς τὸ καλὸν κρεῖττον πάντων βουλομένης.
2
pr.Πρὸ μὲν παντὸς ἄλλου ἀδνούμιον κοινὸν γενέσθω τῶν όλων τῶν τε ἤδη κατηρτισμένων ἀξίων κατ᾿ ἄμφω, λόγον τε δηλονότι καὶ βίον, καὶ τῶν ἴσως κατά τι τούτων λειπομένων. τὸ δὲ τοιοῦτον ἀδνούμιον μὴ ἁπλῶς καὶ ὡς ἔτυχε γένηται, ἀλλὰ μετὰ ἐρεύνης μεγίστης, ἐρεύνης προηγουμένως τοῦ ἐν ἑκάστῳ διδασκαλικοῦ λόγου καὶ τοῦ χρηστοῦ ἤθους. καὶ τὸν μὲν ἔχοντα καὶ ἦθος χρηστὸν καὶ λόγον διδασκαλικὸν σημειωθήτω ἡ ἁγιωσύνη σου ὡς ἐξῃρημένον τῶν ἄλλων. τούτῳ γὰρ τῷ τρόπῳ καὶ ὁ μήπω καταρτισθεὶς καταρτισθήσεται ζήλῳ τοῦ ἤδη σημειωθέντος καὶ τῶν ἄλλων προκριθέντος. ἐπεὶ δὲ ἤδη ἄνωθεν εἴπομεν δεῖν ἀποδεκτέαν λογισθῆναι τὴν προθυμίαν τῶν μὴ τοιούτων, ὅτι προθύμως ἔχουσι προσκαρτερεῖν τῇ δουλείᾳ τῆς ἐκκλησίας, παραγγελθήτωσαν οἱ τοιοῦτοι ὡς ἂν τοῦ λοιποῦ ἐπιμελῶνται καὶ λόγου καὶ ἀρετῆς, καὶ οὕτως ἐν γνώσει γινόμενοι τοῦ συνοίσοντος διὰ τῆς σῆς χρηστῆς ὁμιλίας καὶ ἐπιφωνητικῆς παραγγε λίας τὸ πρόθυμον αὐτῶν ἅπαν κατακενώσουσιν εἰς τὸ μαθεῖν ἀκριβῶς καὶ τὰ θεῖα διδάγματα ἕκαστον καὶ πρὸς τὸ χρηστότερον τὸν βίον ἑαυτῶν καταστήσασθαι καὶ ἄξιον ἑαυτὸν ἀπαρτίσαι πάσης ἱερωσύνης καὶ οὕτως ἀποδεῖξαι τὴν ὑπὲρ αὐτοῦ μαρτυρίαν ἔργοις αὐτοῖς βεβαίαν, καὶ μὴ ἅπαξ ἡ ἐπιφωνητικὴ αὕτη ὁμιλία τε καὶ παραγγελία γένηται, ἀλλὰ καὶ πολλάκις γινέσθω· καὶ ἀπαιτείσθω ἕκαστος παρὰ τῆς σῆς ἁγιότητος τί μετὰ τὰς ἐπιφωνητικὰς παραγγελίας ἐκαρπώσατο. καὶ ὁ καρπὸν εὐθαλέστερον τῶν ἄλλων προσενεγκὼν ἀπόδεκτος παρὰ τῆς σῆς ἁγιότητος λογιζέσθω καὶ ἐγκρινέσθω καὶ μείζονος παρὰ τοὺς ἄλλους τιμῆς ἀξιούσθω, ὅτι ηὐπείθησεν οὗτος τῷ κυριακῷ παραγγέλματι. αὐτὸς γὰρ εἶπεν ὁ κύριος· αἰτεῖτε [καὶ δοθήσεται ὑμῖν· ζητεῖτε] καὶ εὑρήσετε· κρούετε καὶ ἀνοιγήσεται ὑμῖν. πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει καὶ ὁ ζητῶν εὑρίσκει καὶ τῷ κρούοντι ἀνοιγήσεται. καὶ ὁ τοιοῦτος ἐπεὶ ἐζήτησεν εὗρεν, ἤτησε καὶ ἔλαβεν, ἔκρουσε καὶ ἠνοίγη αὐτῷ. τὸν οὖν ἐκ θεοῦ λαβόντα τοιαύτην τιμὴν διὰ τῆς οἰκείας σπουδῆς δεῖ καὶ τὴν ἁγιωσύνην σου τῆς προσηκούσης τιμῆς ἀξιοῦν καὶ τῇ βασιλείᾳ μου γνωρίσαι μᾶλλον αὐτὸν, ἵνα καὶ αὕτη πρὸς αὐτὸν τὴν προσήκουσαν κατὰ τὸ δυνατὸν τιμὴν ἐπιδείξηται. καὶ ὁ τοιοῦτος γνώριμος γενήσεται πάσῃ τῇ ἐκκλησίᾳ εἰς ὠφέλειαν οὐχ ἑαυτοῦ μόνον ἀλλὰ καὶ ἄλλων πολλῶν. μεταδίδοται γὰρ τὸ ἀγαθὸν, ποῖον πρᾶξις καὶ λόγος, ὧν χωρὶς οὐδεὶς ὄψεται τὸν κύριον. εἰ δέ τις, ὅπερ οὐ δοκεῖ τῇ βασιλείᾳ μου, τοσοῦτον γέγονε ῥᾴθυμος, ὥστε μηδὲ μετὰ παραγγελίαν μηδὲ μετὰ χρόνον καρπώσασθαί τι καλὸν, μενέτω καὶ αὐτὸς αἰτιώμενος, καὶ μᾶλλον αὖθις μετὰ χρόνον τινὰ ἐπιφωνηθήτω, ὡς εἰ καὶ ἔτι τῇ αὐτοῦ ῥᾳθυμίᾳ ἐμμείνοι, καὶ τοῦ ἱερατικοῦ καταλόγου παντελῶς ἐκπεσεῖται. τοῦτο δὲ οὐ περὶ τῶν ἐσχάτως γεγηρακότων καὶ τὰς αἰσθήσεις ἤδη ἀσθενησάντων λέγει· ἡ βασιλεία μου. τοὺς τοιούτους γὰρ ὁ χρόνος ἀξιοῦ συγγνώμης ὅσον ἐπὶ τῷ μὴ ἐκπεσεῖν τοῦ οἰκείου βαθμοῦ διὰ τὸ μὴ ἀπαρτισθῆναι κατὰ τὸν διδασκαλικὸν λόγον. ὅμως μέντοι καὶ αὐτοὶ βελτίους γενήσονται εἰ δυνατῶς ἔχουσι γνῶναι· τέως γοῦν οὐκ ἐκδιωχθήσονται τῶν οἰκείων βαθμῶν. οἱ δὲ δυνάμενοι καὶ μὴ ἐπιμελόμενοι ἑαυτοὺς ἐκδιώξουσι μετὰ τὸν προσήκοντα χρόνον εἰ ἀδιόρθωτοι μείνωσι, καὶ ἔκτοτε ἑαυτοὺς αἰτιάσθωσαν, καὶ μήτε τὴν βασιλείαν μου μήτε τὴν σὴν ἁγιότητα μήτε τὴν ἱερὰν καὶ ἁγίαν σύνοδον. καιρὸς γὰρ ὑφαπλούσθω αὐτοῖς ὁ προσήκων, καὶ πρόφασιν εἰ βούλοιντο βελτιωθῆναι οὐκ ἔχουσιν.
3
pr.Καὶ ταῦτα μὲν περὶ τοῦ νῦν ὄντος πληρώματος τῆς ἐκκλησίας. ἡ δὲ ἐκ τῶν ἔξωθεν εἰς τὸν κλῆρον εἰσαγωγὴ ἀπό γε τοῦ νῦν σχολασάτω, ἕως ἂν ὁ κλῆρος εἰς τὸν ὡρισμένον ἀριθμὸν περιστῇ· εἰσὶ δὲ ὀφφίκια ἕτερα ἐκκλησιαστικήν τινα ὑπουργίαν ἔχοντα, καὶ εἰ κελεύει ἡ ἁγιωσύνη [σου], τασσέσθωσαν εἰς αὐτὰ οἱ παρά τινων προσαγόμενοι, καὶ εἰ βούλονται ἱερωθῆναι, ἀγωνιζέσθωσαν πεῖράν τε λαμβάνειν τῶν θείων διδαγμάτων πάντων, ὡς οἱ θεῖοι κανόνες διαγορεύουσι, καὶ βίου ἐπιμελεῖσθαι χρηστοῦ καὶ ἀνεπιλήπτου. καὶ ὅταν τὶς τούτων ἄξιος σὺν θεῷ γένηται πάσης ἱερωσύνης, τότε καὶ μαρτυρείσθω καὶ εἰσαγέσθω εἰς τὸν κλῆρον τῆς ἐκκλησίας καὶ τῆς προκοπῆς ἀξιούσθω κατὰ τάξιν. πλὴν εἰ καὶ σχολάσαι τὴν ἔξωθεν εἰς τὸν κλῆρον εἰσαγωγὴν ἄχρις ἂν εἰς τὸν ὡρισμένον περιστῇ ἀριθμὸν ἡ βασιλεία μου προετρέψατο ἀνωτέρω, ἀλλ᾽ εἴ τις ἐγνωσμένος καὶ μεμαρτυρημένος ἀνὴρ ἐπί τε τῇ κατὰ λόγον καὶ ἀρετῇ δοκιμότητι βούλεται καθιερωθῆναι, ἢ καὶ σπουδάζων τὶς περὶ τὸ καλὸν καὶ ἀμφοτέρων τῶν εἰρημένων λόγου καὶ βίου ἐναρέτου ἐπιμελόμενος, τοὺς τοιούτους οὐκ ἀπαγορεύει καὶ παραδέχεσθαι καὶ καθιεροῦσθαι τῇ ἁγίᾳ τοῦ θεοῦ ἐκκλησίᾳ. τί οὖν βούλεται ἡ ὑμετέρα ἁγιότης καὶ περὶ τῶν λειπόντων ἐμβάθμων κληρικῶν καὶ περὶ τῆς εἰς τοὺς τόπους ἐκείνων προκοπῆς τῶν περισσῶν; ἐστὶ γάρ τις καθ ' ὑπόθεσιν ἔσχατος μὲν τῷ βαθμῷ, ἄξιος δὲ πάσης ἱερωσύνης κατά τε λόγον καὶ βίον· ἔλειψεν ἔμβαθμός τις τοῦ ἱερατικοῦ καταλόγου· τίς ἀντ᾽ ἐκείνου ταχθήσεται; ὁ μήπω ἄξιος πάσης ἱερωσύνης γενόμενος, τὸν δὲ πρῶτον ἔχων βαθμὸν, ἢ ὁ ἔσχατος τῷ βαθμῷ, ἄξιος δὲ τῷ λόγῳ καὶ τῇ πράξει, εἰς τὸν τοῦ λείψαντος ἐμβάθμου τόπον ταχθήσεται; ὁ ἀπὸ τοῦ βαθμοῦ βοηθούμενος ὑστερεῖται τῆς ῥόγας, ἧς ὁ βαθμὸς αὐτὸν ἀξιοῦ, καὶ λυπηθήσεται. πῶς οὖν παραφυλάξομεν καὶ τούτων τὸ ἄλυπον, καὶ τοῦ ἀξίου μὴ καταφρονήσομεν; ἀμφότερα γὰρ ἀναγκαῖα, καὶ τὸν κοπιάσαντα μὴ στερηθῆναι τῆς ῥόγας αὐτοῦ καὶ τὸν ἄξιον μὴ παροραθῆναι· ἀτιμάζεται γὰρ τὸ καλὸν, καὶ γίνεται τὰ ἀτιμώτερα τιμιώτερα, κἀντεῦθεν καταφρονεῖται τὸ καλόν. ἡ μὲν οὖν εἰς τὴν ῥόγαν προκοπὴ γενέσθω κατὰ τὸν ἑκάστου βαθμόν. οἱ δὲ ἀξιόλογοι κατά τε λόγον καὶ πρᾶξιν εἰσαγέσθωσαν εἰς τὴν τῆς διδασκαλίας διακονίαν καὶ διὰ τῶν διδασκάλων προβαινέσθωσαν εἰς τὰ ἀρχοντίκια. ἀφορισθήτω δὲ τοῖς διδασκάλοις καὶ τὸ προσῆκον σιτηρέσιον. ἄξιος γὰρ ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ, καθὼς γέγραπται. ἐργάτης δὲ μὴ τυγχάνων μισθοῦ τοῦ προσήκοντος δοκεῖ ἀδικεῖσθαι, καὶ δοκῶν ἀδικεῖσθαι παθαίνηται ἴσως τὸν λογισμὸν ὡς ἄνθρωπος, κἀντεῦθεν καὶ περὶ τὴν γνῶσιν ῥᾳθυμότερος γίνεται, καὶ ἐμποδιζόμενος πῶς μετ᾿ ἐπιμελείας τὴν διδασκαλίαν ποιήσεται; μὴ μετ᾿ ἐπιμελείας δὲ τὴν διδασκαλίαν ποιούμενος πῶς μεταδώσει τῆς ἐκ ταύτης ὠφελείας τῷ λαῷ; καὶ λοιπὸν ἀπομένει ἡ διδασκαλία τοῦ ὀρθοῦ δόγματος καὶ τοῦ χρηστοῦ ἤθους ἀμετάδοτος ταῖς τῶν ἀνθρώπων ψυχαῖς. καὶ τὸ ἐκ τούτου κακὸν ὑμεῖς οἱ ἀρχιερεῖς κρειττόνως γινώσκετε. τυποῖ δὲ τοῖς διδασκάλοις καὶ ἡ βασιλεία μου ὡς ὑπὲρ πάντων τὸν ἀγῶνα ὑποδυομένοις σιτηρέσιον ἤγουν ἑκάστῳ αὐτῶν ἀνὰ νομισμάτων [λίτρας τρεῖς καὶ ἀνὰ σίτου μοδίους πεντήκοντα] εἰς περισσοτέραν παρηγορίαν αὐτῶν, ὥστε καλῶς μεταδιδόναι τούτους τῷ λαῷ τοῦ ὀρθοδόξου δόγματος καὶ τῆς χρηστῆς πολιτείας. καὶ ὅσοι μὲν τῶν τοιούτων διδασκάλων ἔχοντες δηλονότι βίον ἐνάρετον καὶ τὴν τοῦ διδασκαλικοῦ λόγου δύναμιν προθυμοῦνται γενέσθαι ἱερεῖς, γενέσθωσαν. καὶ ἐχέτωσαν μὲν οὗτοι τιμὴν ἔν τε ταῖς εἰσόδοις καὶ ἐν ταῖς καθέδραις· ἔμβαθμοι μὲν ὄντες κατὰ τοὺς οἰκείους βαθμούς, περισσοὶ δὲ εὐθὺς μετὰ τοὺς ἐμβάθμους, τῶν ἄλλων δηλονότι περισσῶν προτιμώμενοι ὡς ἐκπροσωποῦντες τῷ μεγάλῳ ἀρχιερεῖ. ἀκούομεν γὰρ τὸν πληροῦντα τὸν τόπον τούτου μεγίστην ἀεὶ ἔχειν τιμὴν, καὶ οὐδεὶς πρὸς τοῦτο δυνήσεται ἀντειπεῖν. ἐπιβλεπέτωσαν δὲ καὶ τὰς γειτονίας μὴ μόνον διδάσκοντες τὸν λαὸν καὶ ὑποτιθέντες ἅπασι τὸ καλὸν, ἀλλὰ καὶ τοὺς ἴσως διαβεβλημένου βίου εὑρισκομένους ἀναστέλλοντες, ποτὲ μὲν διὰ συμβουλῆς ὡς τὴν τοῦ λόγου δύναμιν ἔχοντες, ποτὲ δὲ δι ἀναφορᾶς αὐτῶν εἰς τὸν ἁγιώτατον πατριάρχην, ἐκείνου δὲ εἰς τὴν βασιλείαν μου ἢ καὶ τοὺς τὰς ἐν τῇ μεγαλοπόλει διοικοῦντας ἀρχὰς, ὅτε καὶ χειρὸς δηλονότι καὶ ἐξουσίας τὸ πρᾶγμα δεῖται πολιτικῆς. δεῖ δὲ αὐτοὺς ἐπισκεπτομένους τὸν λαὸν καὶ ἵνα πάντες γνωρίμους ἔχωσι τοὺς πνευματικοὺς πατέρας αὐτῶν, ἵνα μὴ ἀντὶ ποιμένων λύκοι εὑρεθῶσί τινες τοὺς λογισμοὺς τῶν ἀνθρώπων ἀναδεχόμενοι. οἱ δὲ αὐτοὶ διδάσκαλοι οὐ μόνον ὡς τὸ ἀξιόπιστον ἔχοντες τοῖς λαϊκοῖς τὴν ὠφέλειαν παρέξουσιν, ἀλλὰ καὶ τοῖς μοναχοῖς. δεῖται γὰρ καὶ τῶν καὶ αὐτοὺς ἔνια διορθώσεως. μηδεὶς δὲ τῶν οὕτως ἀξίων διδασκάλων ἀπρόθυμος ἔσται εἰς τὸ γενέσθαι ἱερεὺς καὶ οὕτως μεταδιδόναι τῷ λαῷ τοῦ διδασκαλικοῦ λόγου κατὰ προτροπὴν τοῦ μεγίστου ἀρχιερέως, ἀλλὰ μᾶλλον προθυμείσθω εἰς τοῦτο ὡς κατὰ ἀκολουθίαν τῆς ἐκκλησιαστικῆς εὐταξίας γινόμενον. εἰ γὰρ καὶ κατὰ τὸ ἀνθρώπινον ἔδοξε νῦν ἔχειν ὑπόπτωσίν τινα ἡ ἱερωσύνη, πλὴν οὐχ οὕτως ἔχει καὶ ἡ ἀλήθεια· τῇ δὲ παραλόγῳ συνηθείᾳ πάντως ἀκολουθῶν τις κρίνει τὴν τιμὴν ἀτιμίαν. τίς γὰρ τῶν εὖ φρονούντων. οὐκ ἐπιγινώσκει τὸν ὑψηλότερον βαθμὸν τοῦ ἱερατικοῦ καταλόγου; ὅτι ὥσπερ ὁ ἀρχιερεὺς μείζων ἐστὶ τοῦ ἱερέως, οὕτω καὶ ὁ ἱερεὺς τοῦ διακόνου. κἂν πρωτοδιάκονός τις εἴη, πρῶτος μὲν τῶν διακόνων ἐστὶν, ἔσχατος δὲ τοῦ ἐσχάτου τῶν ἱερέων. ὁ μὲν γὰρ ἱερεὺς συνεδριάζει τῷ ἀρχιερεῖ, ὁ δὲ παρέστηκε καὶ ὑπηρετεῖ. λοιπὸν προθύμως καὶ ἄξιος διάκονος εἰς τὸ πρεσβυτερεῖον εἰσελεύσεται. ἀπονέμει δὲ τοῖς τοιούτοις διδασκάλοις τοῖς γενομένοις ἱερεῦσιν ἡ βασιλεία μου καὶ μεῖζον τὸ σιτηρέσιον ἤγουν ἑκάστῳ νομισμάτων.. οἱ δὲ μὴ προθυμούμενοι ἔτι τὸ τῆς ἱερωσύνης ὑψηλὸν ἀξίωμα δέξασθαι καὶ ἐν διακόνοις ὄντες ἀναδεχέσθωσαν τὴν τῆς διδασκαλίας διακονίαν, ἱκανοὶ δηλονότι κατά τε λόγον ὄντες καὶ ἀρετήν. λήψονται δὲ οὗτοι τὴν ἀνωτέρω εἰρημένην παραμυθίαν τοῦ κόπου αὐτῶν ἐν ταῖς στάσεσι καὶ ἐν ταῖς εἰσόδοις τοὺς οἰκείους βαθμοὺς καὶ τόπους ἔχοντες. οἱ ὀφείλοντες δὲ προχειρίζεσθαι διδάσκαλοι κατ᾿ ἐπιλογὴν ὀφείλουσι προχειρίζεσθαι, ἵνα καὶ τὸν διδασκαλικὸν λόγον ἀκέραιον καὶ τὸν βίον ἔχωσιν ἀνεπίληπτον. εἰ γὰρ ὁ ἄξιος παρορᾶται καὶ ὁ ἀνάξιος προβιβάζεται, κρίμα προξενεῖ τοῦτο τῷ προκρί ναντι μὲν τὸν ἀνάξιον, παρορῶντι δὲ τὸν ἄξιον, καὶ ζημίαν ψυχικὴν ἀφόρητον οἷς ὁ μὴ ἄξιος διδάσκαλος ἐφίσταται. διδάσκαλον γὰρ ἡ βασιλεία μου τὸν ἄξιον ὡς ἄνωθεν εἴρηται ὀνομάζει τε καὶ τυποῖ τὸν κρείττονα δηλονότι τῶν ἄλλων οὐ μὴν τὸν μὴ τοιοῦτον. ἵνα δὲ εἴη εὐπορία τῶν ἀξίων, καὶ ἀπὸ τῶν λαϊκῶν καὶ ἀπὸ τῶν μοναχῶν ἐὰν εὑρεθῇ τις ἔχων καὶ τὸν διδασκαλικὸν λόγον καὶ τὸν ἀνεπίληπτον βίον ὥστε μὴ κωλύεσθαι εἰς ἱερωσύνην, καλείσθω καὶ προχειριζέσθω, ὅτε ἀξιολογώτερος δηλονότι ἐστὶ τῶν τῆς ἐκκλησίας. τῷ γε μὴν μοναχῷ οὐδὲν οὔτε περὶ καθέδρας οὔτε περὶ στάσεως ἢ εἰσόδου διοίσει. εἴποι δὲ ἄν τις ἴσως περὶ τῶν κεκληρωμένων ἤδη μήπω δὲ κατηρτισμένων κατά τε λόγον καὶ πρᾶξιν, ὡς παρὰ τοὺς θείους κανόνας ἡ ἐκκλησία τούτους ἔτι νῦν παραδέχεται. ἀλλὰ σκοπησάτω ὅτι τὸ ἐκ μακρῶν χρόνων γινόμενον κἀντεῦθεν ὡς ἔθος κρατῆσαν εἰ καὶ παράλογον, ὡς ἀπ᾿ ἐναντίας τοῖς θείοις κανόσι γινόμενον, εἰσδέξεται τὴν διόρθωσιν δι οἰκονομίας ἀρίστης τὸ ἄλυπον πᾶσι περιποιουμένης, οὐκ ἄρα τοῦ εἰκότος ἀπᾴδουσα δόξειεν ἂν ἡ οἰκονομία. οὐ γὰρ τὸ παράλογον δεχόμεθα οὔτε μὴν τοῦτο προτρεπόμεθα γίνεσθαι, ἀλλὰ μᾶλλον τὸ μὴ καλῶς γινόμενον ἐπιτρέπει διορθωθῆναι ἡ βασιλεία μου. ἐθέλει γὰρ εἰ καὶ μὴ ἐν τοῖς ἄλλοις καλοῖς ἀλλ᾽ ἐν τούτῳ γοῦν τῷ ἀναγ καιοτάτῳ ὡς εἰς τὴν εὐσέβειαν ἀφορῶντι σύμβουλος καὶ συνεργὸς ὑμῖν γενέσθαι εἰς ἐκπλήρωσιν τοῦ ἀγαθοῦ.
4
pr.Ἐπὶ τούτοις ἀναγνωσθήτω καὶ τὸ τοῦ νομοκανόνος βιβλίον ἅπαν ἐνώπιον τῆς ἱερᾶς καὶ ἁγίας συνόδου.· καὶ ἀπὸ τῶν παραθεωρουμένων νῦν θείων κανόνων οἱ μὲν πρὸς εὐσέβειαν ὁρῶντες καί τι συστατικὸν τοῦ ὀρθοῦ δόγματος παραδιδόντες ἡμῖν παντὶ τρόπῳ ἀνανεωθέντες τηρείσθωσαν· οἱ δὲ λοιποὶ παρεκβληθέντες δοθήτωσαν καὶ τῇ βασιλείᾳ μου, ἵνα κοινῇ τῇ ὑμετέρᾳ ἁγιότητι περὶ τούτων συνδιασκεψαμένη τὸ δέον οἰκονομήσῃ. πρὸς τοῖς ἄλλοις δὲ καὶ τὸν περὶ τῶν μοναχῶν τῶν ἐν ταῖς ῥύμαις καὶ ταῖς τριόδοις περινοστούντων ἀνακαινισθέντα δεῖ συντηρεῖσθαι. Ταῦτα οὐκ εἰκῆ καὶ μάτην ἡ βασιλεία μου ἔγραψεν, οὐδὲ ὥστε μένειν ἐν λόγοις καὶ γράμμασιν, ἀλλὰ πρὸς ἔργον τέλειον. ἔργον δὲ τέλειόν ἐστιν, ὅταν τὸ παραλόγως γινόμενον διόρθωσιν δέξηται. δοκεῖ δὲ τῇ βασιλείᾳ μου, μᾶλλον δὲ εἰ καὶ τολμηρὸς ὁ λόγος κατάληψιν ἔχει αὕτη τελείαν, ὅτι θεὸς διανέστη ἐπὶ ταύτῃ τῇ ὑποθέσει καὶ γενέσθαι τὴν διόρθωσιν ηὐδόκησε τοῦ κακοῦ, καὶ τοσοῦτον ἑαυτὸν δ᾽ ἡμᾶς καὶ νῦν ἐταπείνωσεν, ὥστε καὶ παρακαλεῖν ἡμᾶς ὑπὲρ τῆς ἰδίας ποίμνης, δ᾽ ἣν καὶ ἐνηνθρώπησε καὶ σαρκὶ ἔπαθε καὶ τὸ ἴδιον αἷμα ἐξέχεε καὶ θάνατον ὑπέστη τὸν ἐπονείδιστον, καὶ μὴ διανισταμένοις πρὸς τὸ καλὸν, ἀλλὰ τῇ αὐτῶν ῥᾳθυμίᾳ ἐμμένουσι, καὶ τὰ φρικωδέστατα ἀπειλεῖν. οὐκοῦν οὐδὲ ἡ βασιλεία μου ἀνέξεται ὅλως ἔτι παρεκτανθῆναι τὴν διόρθωσιν τῆς ἐκκλησιαστικῆς καταστάσεως, ἀλλὰ τοῖς ἐμποδίζουσι τοῦ λοιποῦ πρὸς τὸ ταύτην κατορθωθῆναι κανονικὴ εὐθύνη ἐπενεχθήσεται. καὶ μηδεὶς ὑπολάβῃ κατὰ πάθος λέγειν τὴν βασιλείαν μου ταῦτα. οὐκ ἔχει γὰρ θεοῦ χάριτι πρός τινα ἔχθραν, οὐδένα μισεῖ, οὐδένα κατακρίνει, ἀλλὰ πρὸς τοῦτο μόνον παθαίνεται τὸ γινόμενον καὶ οὐκ ἀνέχεται ὁρᾶν τὴν ἐκκλησιαστικὴν καὶ χριστιανικὴν κατάστασιν καταλυομένην. μακάριος δὲ εἶ, ἁγιώτατέ μου δέσποτα, καὶ ἔτι μακαριώτερος ἀναδειχθήσῃ, εἰ μετὰ τῶν ἄλλων ὧν κατώρθωσας καὶ ταῦτα ἃ ἀνωτέρω γέγραφα ἀποτελέσεις. καὶ ὑμεῖς, θεοφιλέστατοι ἀρχιερεῖς, ὁμοίως μακάριοί ἐστε, εἰ κἀνταῦθα τῷ ἁγιωτάτῃ πατριάρχῃ καὶ ἀρχιποίμενι ὑμῶν ὡς εἰκὸς συνεργήσετε τὸ ὑμέτερον ἀνεπισφαλῶς ἐν ταῖς ψήφοις πληροῦντες, καὶ πάντα ταῦτα καὶ ἐν ταῖς ὑμετέραις ἐπαρχίαις κατωρθώσετε. οὐ γὰρ ἐν τῇ μεγαλοπόλει μόνον ἀλλὰ καὶ ἐν πάσαις ταῖς ὑπὸ τὴν τῶν ῥωμαίων ἐπικράτειαν χώραις βούλεται ἡ βασιλεία μου ταῦτα κρατεῖν τε καὶ ἐνεργεῖν, καὶ νόμον κοινὸν καὶ θέσπισμα τὴν παροῦσαν γραφὴν ἐκτίθεται, οὐ καινόν τι ἐπὶ τοῖς ἐκκλησιαστικοῖς καὶ ἱεροῖς παρεισάγουσα πράγμασιν, ἀλλὰ τὰ τοῖς θείοις ἀποστόλοις καὶ τοῖς ἱεροῖς πατράσιν ὁρισθέντα τε καὶ κανονισθέντα, ἀμελείᾳ δὲ παραθεωρηθέντα καὶ ἤδη σχεδὸν τελείως ἀγνοηθέντα ἀνανεοῦσά τε καὶ κρατύνουσα. καὶ ἴστω πᾶς τοῦ λοιποῦ, ὡς ὅστις ἂν ἔτι ἐναντίον τὶ τούτοις ἐν τῇ ὑπ᾿ αὐτὸν ἐνορίᾳ ἐν ψήφῳ ἢ χειροτονίᾳ ἢ ἑτέρᾳ σφραγίδι ἐκκλησιαστικοῦ βαθμοῦ οἱουδήτινος διαπράξηται, ἀσυμπαθῶς τῇ ἐκ τῶν θείων κανόνων εὐθύνῃ ὑποπεσεῖται. δεῖ δὲ καὶ ἀξιολόγους ἱερεῖς ἐγκαθιδρυνθῆναι ταῖς τῶν χωρίων καθολικαῖς ἐκκλησίαις, ὡς ἂν αὐτοὶ πάλιν οἱ ἱερεῖς φωτίζωσι τὸν λαὸν καὶ τοῦ ὀρθοδόξου κηρύγματος πᾶσι μεταδιδόασιν. ἴσως δὲ οὐκ εὐπορήσετε τοιούτων ἀνθρώπων ἐξ ἀρχῆς. ἀλλ᾽ ἐπιμεληθέντες καθ ' ὑπερβολὴν τάχιον καταστήσετε ἀνθρώπους ἀξίους τοῦ μεταδιδόναι καὶ ἑτέροις τοῦ ἀγαθοῦ καὶ διαφωτίζειν τὸ ὀρθόδοξον κήρυγμα. σκοπητέον γὰρ δ᾽ ἣν αἰτίαν οἱ ἀπόστολοι τὴν οἰκουμένην περιέτρεχον· δ᾽ οὐδὲν ἕτερον πάντως ἢ διὰ τὸ μεταδιδόναι τοῦ ὀρθοῦ κηρύγματος παντὶ τῷ λαῷ. δεῖ τοίνυν καὶ τοὺς ἀρχιε ρεῖς τὴν ἐκείνων τιμὴν διαδεξαμένους ἕκαστον ἐν τῇ ὑπ᾿ αὐτὸν ἐνορίᾳ ὁμοίως ποιεῖν. ἐπεὶ οὐδὲ πρὸς ὕβριν τοῦτό ἐστι τοῦ ἀρχιερέως, ἀλλὰ μᾶλλον καὶ εἰς μεγίστην τιμὴν, ὅταν καὶ εἰς κατάλυμα πένητος εἰσέλθῃ καὶ τὰ κατ᾿ αὐτὸν ἐρευνήσῃ καὶ πρὸς θεοσέβειαν αὐτὸν ἀναγάγῃ. μιμητὴς γὰρ γίνεται ὁ τοιοῦτος ἀρχιερεὺς τῶν μαθητῶν τοῦ χριστοῦ καὶ αὐτοῦ τοῦ χριστοῦ, καὶ ἐν τούτοις μᾶλλον πληροῖ τὰ τοῦ ἀρχιερατικοῦ ἀξιώματος. ἀλλὰ καὶ τὸ κανονικὸν διὰ τοῦτο ἀφωρίσθη τοῖς ἀρχιερεῦσιν, ἵνα διερχόμενος ἕκαστος καὶ διδάσκων ἐξ αὐτοῦ διατρέφηται. γνωριζέτω οὖν πᾶς ἀρχιερεὺς, ὅτι πρὸς κόπον ἀπεδύσατο τὸ τοιοῦτον πνευματικὸν καὶ ὀφείλει τοῦτο ἐκπληροῦν, καθὼς καὶ οἱ μακαριστοὶ ἐκεῖνοι πατέρες καὶ αὐτοὶ οἱ θεῖοι ἀπόστολοι διὰ βίου ἐποίουν. εἰ γὰρ σκοπήσετε καλῶς οἱ ἀρχιερεῖς καὶ ἐννοήσετε, ὅτι διὰ παράβασιν μιᾶς ἐντολῆς ἣν παρέβησαν οἱ πρωτόπλαστοι παρεδόθημεν ἅμα ἐκείνοις τῷ θανάτῳ καὶ τῇ φθορᾷ, καὶ εἰ μὴ διὰ τῆς ἐνσάρκου οἰκονομίας τοῦ σωτῆρος ἡμῶν ἰησοῦ χριστοῦ τῆς ἀπολυτρώσεως τῶν ἁμαρτιῶν ἡμῶν καὶ τῆς ἀναστάσεως ἐτύχομεν, πάντες ὁμοῦ ἀπολλόμεθα, καὶ ὅτι διὰ τοῦτο ἐδέησεν αὐτὸν τὸν κύριον εὐδοκίᾳ τοῦ πατρὸς καὶ συνεργείᾳ τοῦ ἁγίου πνεύματος ἐνανθρωπῆσαι καὶ σάρκα φορέσαι καὶ σαρκὶ παθεῖν καὶ ἀποθανεῖν, ἵνα ἐξέληται ἡμᾶς τῆς φθο ρᾶς ἣν κατεκρίθημεν. εἰ΄ ταῦτα οὖν ἐπιγνῶτε καὶ εἰς οἷον κακὸν συνελαύνεται ὁ ἀρχιερεὺς μὴ διαδιδοὺς τὸ ὀρθόδοξον κήρυγμα τῇ ὑπ᾿ αὐτὸν ποίμνῃ, οὐδέποτε κόπον ἡγήσεταί τις ὑμῶν τὸ αὐτὸς δ᾽ ἑαυτοῦ διέρχεσθαι πᾶσαν τὴν ὑπ᾽ αὐτὸν ἐνορίαν συνεχέστερον καὶ διδάσκειν τὴν πρὸς τὸν θεὸν καθαρὰν πίστιν καὶ τὸν σεμνὸν βίον, ἀλλ᾽ ὁ κόπος οὗτος μᾶλλον ἀνάπαυσις αὐτῷ λογισθήσεται, ὡς καὶ ἀνάπαυσιν τῇ ἑαυτοῦ ψυχῇ καὶ τοῦ οἰκείου λαοῦ προξενῶν· τὸ γὰρ ὀφειλόμενον πληροῖ. ἐπειδὴ καὶ λόγους διδόναι μέλλει πάντως ἐν τῇ φοβερᾷ ἡμέρᾳ τῆς κρίσεως ὑπὲρ τοῦ ὑπ᾽ αὐτὸν λογικοῦ ποιμνίου. τί δὲ ὁ ἴσως μὴ βουληθεὶς ἐπιμελήσεσθαι ἀρχιερεὺς τῆς τοιαύτης ὑποθέσεως διανοήσεται, ἢ ποίαν πρόφασιν ἕξει εἰς τὸ ἀναβολῇ δοῦναι τὸ πρᾶγμα καὶ ὑπερθέσει; ἑτέραν πάλιν ἐνανθρώπησιν τοῦ υἱοῦ καὶ λόγου τοῦ θεοῦ προσδοκήσει γενέσθαι; τοῦτο οὐδὲ ἐπὶ λογισμὸν ἀνθρώπου ἀναβήσεται, ἀλλ᾽ ἐλεύσεται πάντως ὁ ἀληθίνὸς χριστὸς καὶ θεὸς ἡμῶν ἀποδώσων ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. λοιπὸν οὐ δεῖται ἀναβολῆς οὐδὲ ὑπερθέσεως ἡ παροῦσα ὑπόθεσις.