JGR III 4.13Imp. Nicephori Botaniatae, confirmans decreta synodalia de incestis nuptiis. (A. 1080.)
Χρυσόβουλλον τοῦ μακαρίτου βασιλέως κυροῦ νικηφόρου τοῦ βυτανειάτου, ἐπικυροῦν τὰς συνοδικὰς ἀποφάσεις τὰς περὶ τῶν ἀθεμίτων γάμων καὶ τῆς μνηστείας γεγενημένας ἐπὶ ἰωάννου τοῦ ἁγιωτάτου καὶ οἰκουμενικοῦ πατριάρχου τοῦ ξιφιλίνου, οὗ μετὰ θάνατον ἐπεβραβεύθη τῇ ἐκκλησίᾳ ὁ ὑποτεταγμένος χρυσόβουλλος λόγος.
Abrir no leitor do IusCommune →0
pr.Τὸ ταῖς μεγίσταις τῶν διοικήσεων θεὸν ἀεὶ συνέρχεσθαι, λόγος θεῖος καὶ σοφὸς ἐπεκράτυνε· καὶ οὕτω διεξάγεσθαι τὰ μείζονα τῶν πραττομένων, οἴδαμεν ἅπαντες καὶ οὐκ ἀμφιβάλ λομέν. εἰ δὲ τῶν μεγίστων ἔργων τῶν ἐκ θεοῦ καὶ ἡ τῶν ἀνθρώπων· ἐστὶ ζωὴ, καὶ ἡ ἐκ τούτων παιδογόνησις καὶ εἰς τὸν βίον ἐπαύξησις οἰκονομίᾳ γίνεται τῇ ἐξ αὐτοῦ, πολλῷ μᾶλλον ἐκ τῆς τούτου κηδεμονίας καὶ προστάξεως γνωρίζεται ὁ γάμος ὁ τοῖς νόμοις θεμιτὸς καὶ μὴ ἐκ θεοῦ χωριζόμενος, ὥσπερ ἄραγε. ἀλλότριός ἐστὶ καὶ ἐθνικὸς ὁ τῆς αὐτοῦ προστάξεως ἀλ λοτριούμενός τε καὶ διαιρούμενος. εἰ γὰρ αὐτὸς ῥητῶς οὑτωσὶ διετράνωσέ τε καὶ ἐξεφώνησε, τοὺς ἐκ θεοῦ συνηνωμένους παρὰ ἀνθρώπων μὴ χωρίζεσθαι, καθά φησιν ἡ εὐαγγελικὴ καὶ θεία φωνὴ, τίς ἂν ἀπιστήσειε, μὴ κατὰ βούλησιν αὐτοῦ κωλύεσθαι τὰ ἀθέμιτα, προβαίνειν δὲ κατὰ τὴν ψῆφον αὐτοῦ τὰ κατὰ τοὺς θείους καὶ ἐκκλησιαστικοὺς κανόνας συνηνωμένα καὶ μὴ κωλυόμενα; ἢ εἴ τις ἀπαυθαδιάσαιτο πρὸς τὰ ἐκ τῆς τῶν θείων νόμων καὶ συνοδικῶν οἰκονομίας καὶ κελεύσεως ἀρίστης οἰκονο μούμενα, οὐκ ἄντικρύς ἐστιν ἀντίστασις θεοῦ καὶ ἀπόστασις τὸ πραττόμενον; ἀλλὰ μὴ οὕτω τὶς μανείη καὶ τῶν οἰκείων ἐκσταίη φρενῶν, ὡς ἐμπεσεῖν εἰς χεῖρας μείζονος καὶ ἀπαραιτήτου κριτοῦ ἐκ τῆς ἀντινομίας τοῦ καλοῦ καὶ πρὸς τὸ χεῖρον μεταφορᾶς. εἰ γοῦν ἅπαντας ὁ θεῖος νόμος καὶ συνοδικὸς καταναγκάζει καὶ μὴ βουλομένους μεταφέρεσθαι πρὸς τὰ κρείτ τονα, ὡς ἂν μὴ τῆς συνόδου τῆς θείας ψήφου ἐξοστρακίζοιντο, πολλῷ γε μᾶλλον ἄξιόν ἐστι μετὰ τῆς ψηφοφορίας τῆς συνοδικῆς καὶ ἀρχιερατικῆς καὶ τὸν κρατοῦντα ἐπιψηφίζεσθαι, καὶ ὥσπερ δὴ συμπράττειν καὶ συνεδριάζειν τοῖς καλῶς παρὰ τῶν ἱερωτάτων καὶ θειοτάτων ἀρχιερέων καὶ αὐτοῦ τοῦ πανιέρου πατριάρχου ψηφισθεῖσί τε καὶ οἰκονομηθεῖσι καλῶς. α. Καὶ γὰρ ἐπεὶ διακρίσεως συνοδικῆς τοῦ μακαρίτου πατριάρχου κυρίου ἰωάννου τοῦ ξιφιλίνου γεγενημένης κατὰ τὸν ἀπρίλλιον μῆνα τῆς παρελθούσης δ΄ ἐνδικτιῶνος, ἔτι τε καὶ τῶν τότε ἐνδημούντων κατὰ τὴν βασιλεύουσαν ἱερωτάτων μητροπολιτῶν καὶ ἀρχιεπισκόπων, ἀνέμαθεν ἡ βασιλεία μου, ὅτι συνοδικῶς ἐκρίθη τὰ περὶ τῶν ἀθεμίτων γάμων, πῶς τε ὀφείλουσιν οἱ κεκωλυμένοι κατὰ τοὺς θείους κακόνας καὶ νόμους ἀναχαιτίζεσθαι καὶ πῶς προβαίνειν οἱ κατὰ νόμους γινόμενοὶ καὶ μὴ συνοδικῶς κωλυόμενοι, καὶ ὑπεμνήσθη τούτου ἕνεκεν ἡ βασιλεία μου ὥστε ἐπικυρωθῆναι παρ᾽ αὐτῆς τὴν τοιαύτην κρίσιν, ὡς ἂν μὴ παρά τινος κατὰ φόβον τυχὸν ἢ δόλον ἢ τρόπον ἄλλον οὐκ ἐπαινετὸν ἀνατρέποιτο, καὶ ἦν τὸ πρᾶγμα θεῖον καὶ εὐσεβές· ἐπήκουσε τῆς τῶν αἰτουμένων - αἰτήσεως, καὶ ἐπεκράτυνε βασιλικῶς τὰ τῷ θεῷ ἀρέσκοντα, καὶ κατὰ τοῦτο καὶ τῇ θείᾳ καὶ ἁγίᾳ συνόδῳ συνδόξαντα, ὡς ἂν τὰ πάλαι πεπραγμένα καλῶς ἐκ καινῆς κακῶς μὴ ἀναμοχλεύοιντο καὶ ἀκίνητα μετακινοῖντο καὶ ὡς εἰπεῖν ἀνίερα γίνοιντο. διορίζεται γὰρ ἡ βασιλεία μου διὰ τοῦ παρόντος χρυσοβούλλου λόγου τὴν γενομένην πατριαρχικὴν καὶ συνοδικὴν κρίσιν βεβαίαν εἶναι, καὶ μὴ παρά τινος ἄχρι καὶ ψιλοῦ τοῦ λόγου τολμᾶσθαι ἀνακρίνεσθαί τε καὶ ἀνατρέπεσθαι. αὐτόχρημα γὰρ ὁ ἀντιπίπτων ταύτῃ τῇ θείᾳ καὶ συνοδικῇ κρίσει τῆς ἡμετέρας πίστεως προσανατρέπει τοὺς οἴακας καὶ ἀναθέματι καθυποβέβληται, καὶ ἀποκήρυκτος παρὰ τῆς μεγάλης ἐκκλησίας ἀποκαθίσταται, καὶ ἀντιπράττων τοῖς κανόσι καὶ ἀνατρέπων τούτους καὶ διασαλεύων· ἀπάνθρωπός τε καὶ παρανομώτερος. Καὶ γὰρ ἐπισφραγίζουσα ἡ βασιλεία μου τὰ κεκριμένα καλῶς καὶ οἰκονομηθέντα συνοδικῶς, καὶ τὸ παρὸν ἐξέθετο χρυσόβουλλον εἰς ἐπικύρωσίν τε καὶ στερεότητα, ὑποσημηναμένη ἐν αὐτῷ δ᾽ ἐρυθρῶν γραμμάτων καὶ διὰ τούτων τὴν ἀλήθειαν φανωτέραν ὑπαγορεύουσα, κορωνὴν ὥσπερ δή τινα χρυσῆν τὴν ἀληθῶς σφραγίδα τούτῳ ἀπαιωρήσασα, ἐν ἔτει τῷ ζφπή τῆς παρούσης τρίτης ἰνδικτιῶνος τοῦ ἰανουαρίου μηνὸς, ἐν ᾧ καὶ τὸ ἡμέτερον εὐσεβὲς καὶ θεοπρόβλητον ὑπεσημήνατο κράτος.