IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio IV

JGR III 4.12Imp. Nicephori Botaniatae, ne poena gladii intra XXX dies a sententia infligatur, et de aliis capitulis. (A. 1080.)

Χρυσόβουλλον τοῦ βασιλέως κυροῦ νικηφόρου τοῦ βοτανειάτου, τὸ ἐν τῇ τοῦ θεοῦ μεγάλῃ ἐκκλησίᾳ ἀποτεθὲν, περί τε τοῦ μὴ ἔσωθεν τῶν λ᾽ ἡμερῶν γίνεσθαι σωματικὴν ποινήν· καὶ περὶ τοῦ τοὺς ὑπηρετοῦντας τοῖς – βασιλεῦσι καὶ τοῖς συγγενέσιν αὐτῶν μετὰ τὸ αὐτοὺς 2', τῆς βασιλείας ἐκστῆναι μὴ ἐκπίπτειν τῶν διαφερόντων τι αὐτοῖς, καὶ δημοσιεύεσθαι ταῦτα καὶ τότε ἄνευ αἰτίας εὐλόγου ἢ ἐννόμου τινός· καὶ περὶ τοῦ καθ'᾽ ἕκαστον τετράμηνον τὸν κατὰ τὴν ἡμέραν πατριάρχην τῶν ἐξορίστων ὑπομιμνήσκειν.

Abrir no leitor do IusCommune →

0

pr.Ὥπλισε καὶ μελίττας ἡ φύσις κέντρῳ, καὶ κατὰ τῶν ἐπιόντων ταύτας ἐστόμωσεν, οὐκ ἔξωθέν ποθεν ἐνισχύσασα, ὃ δὲ λέγεται ἀφ᾽ ἑστίας χαρισαμένη τὴν ἄμυναν· ἀλλ᾽ οὐχὶ τῆς παντευχίας ταύτης καὶ ὁ τούτων μετείληχε βασιλεὺς, ταῖς δὲ κεν τροφόροις ταύταις ὡς δορυφόροις περικυκλούμενος ἔξωθεν, αὐτὸς τῆς τοῦ κέντρου βολίδος γυμνὸς ἐν μέσαις αὐταῖς ἀναστρέφεται· δηλοῦντος οἶμαι τοῦ λόγου, μὴ δεῖν περὶ τὸν κρατοῦντα φαίνεσθαι τὸ λυποῦν, μηδ᾽ εὔθετον εἶναι τοῦτον πρὸς τὸ πλήττειν ἑτοίμως καὶ κεντᾶν τὸ ὑπήκοον. νυνὶ δὲ τοσοῦτον ἔνιοι τῶν ἀνθρώπων κατεστράφησαν τῷ θυμῷ καὶ τῷ ἀλόγῳ μέρει κατεχαρίσαντο τῆς ψυχῆς, ὥστε παρεμπεσούσης προφάσεως, οἷα πολλὰ φιλεῖ συμβαίνειν ἑκάστοτε, οὐδὲ μαλακὸν φρονοῦντες οὐδὲ συμπαθὲς καὶ φιλάνθρωπον, τῷ δὲ τῆς ἀρχῆς ἀποχρησάμενοι κράτει καὶ ἐκ τοῦ παθητικοῦ τῆς ψυχῆς κρατῆρος πολὺ τὸ τοῦ θυμοῦ ἀρυσάμενοι μέθυ, εὐθὺ κατὰ τῶν ὁμοφύλων νεανιεύονται, καὶ ἀποτομίᾳ κερασάμενοι τὴν ἀπόφασιν οὐ τῇ ἐσύστερον σκέψει τὸ πρᾶγμα διδόασιν, οὐδὲ παλιμβουλίᾳ καὶ κρείττονι λογισμῷ μεταθέσει κλίνουσιν ἐκ τούτου εἰς τοῦτο, ἐκ τοῦ ἀπηνοῦς δηλαδὴ ἐπὶ τὸ φιλάνθρωπον, ἀλλὰ καθαπερεὶ τῆς τιμωρίας ἁρπάζοντες τὸν καιρὸν καὶ ἀνθρωπείας σάρκας μονονοὺ διαμασήσασθαι σπεύδοντες, εὐθὺς καὶ τὸ τέλος τῇ ἀποφάσει συναναμιγνύουσι, καὶ τῶν θυμῶν ζεόντων εἰσέτι θερμὸν τῶν βασιλικῶν ὁ δήμιος τὸ ξίφος ἐπανατείνεται καὶ καταφέρει τὴν πληγήν· πρᾶγμα κομιδῇ ἀπάνθρωπόν τε καὶ ἀφιλάνθρωπον. ἢ γὰρ ὑπερζέοντος τοῦ θυμοῦ τὸ δικάζεσθαι καὶ τῷ θυμικῷ μέρει καταδυναστευομένου τοῦ κρατοῦντος ἡ ἀκριβὴς περιήρηται γνῶσις, κἀντεῦθεν ἀθῶον αἷμα ἐπὶ γῆς ἀφορᾶ· ἐκχεόμενον ἥλιος· ἢ τοῦ πάθους ἴσως ὑπολωφήσαντος μετεβουλεύσατο μέν τι χρηστὸν ὁ βασιλεὺς καὶ σωτήριον, καὶ τὸ αὐστηρευόμενον ὑπανεὶς ἀφεῖναι τῷ κατακρίτῳ παρεκελεύσατο τὴν σφαγὴν, ὁ δὲ τοῖς δημίοις προκαταλειφθεὶς καὶ τὸ τραχὺ δουλεύσας τῆς ἀποφάσεως ἀνόνητον τῷ κρατοῦντι τὸν ἐπὶ αὐτῷ μετάμελον περιλέλοιπεν. ὅπερ ὡς μὲν τυραννικὸν, ὡς δὲ ἔκνομον, ἀλλὰ δὴ καὶ αὐτῆς τῆς χριστιανικωτάτης πολιτείας ἀνάξιον καὶ πρὸ ἡμῶν ὁ μέγας ἐν βασιλεῦσι καὶ ἀξιομνημόνευτος τῆς παρ᾽ ἡμῖν πολιτείας ἐξωστράκισε θεοδόσιος, αὐτῇ πείρᾳ συνεὶς τὸ μέγεθος τοῦ κακοῦ, καὶ τὴν θεραπείαν κατὰ καιρὸν αὐτός τε τηνικαῦτα δεξάμενος καὶ τοῖς ἐφεξῆς ἰάσιμον τὸ πάθος καταστησάμενος. διετάξατο γὰρ, τραχυτέρας ἐξαγομένης τῆς τιμωρίας κατά τινων μὴ εὐθὺς ὑπεισιέναι τούτους τὴν τιμωρίαν, ἀλλ᾽ ἐν ὅλαις ἡμέραις λ ' τοὺς περὶ τῆς αὐτῶν καταστάσεως κλήρους μετεωρίζεσθαι, ὡς ἀρκοῦντος τοῦ διαστήματος τοῦδε τοῦ καιροῦ τῷ παθητικῷ τῆς ψυχῆς διαιτῆσαι καὶ τὸ ἴσως ἀκροσφαλὲς τῆς ἀποφάσεως διορθώσασθαι. ἀλλ᾽ ὁ τὰ πολλὰ συγχέων χρόνος καὶ ἀλλοιῶν, ἢ τῶν ἀνθρώπων μᾶλλον τὸ πρὸς τὴν ἁμαρτίαν εὐπετὲς καὶ εὐόλισθον, ἐν γράμμασιν ὡς τὰ πολλὰ κεῖσθαι καὶ μόνοις τουτὶ τὸ νομοθέτημα παραλέλοιπε· καὶ ὁ βασιλεὺς, καθάπερ ἄρχων μόνον τῶν ὁμοφύλων κατασταθεὶς καὶ οὐ παρὰ θεοῦ καὶ αὐτὸς ἀρχόμενος ἄνωθεν, οὔκουν οὐδὲ μετριάζει πρὸς τὰς τῶν ὁμογενῶν συμφορὰς, οὐδέ τι φρονεῖ μετριοπαθὲς καὶ ἀνθρώπινον, ὡς κακούργου δέ τινος καὶ ὑπαιτίου παραγομένου εἰς μέσον πρὸς ἀλήθειαν ἴσως ἢ καὶ μὴ οὕτως (πολλὰ γὰρ καὶ κατὰ τῶν βασιλικῶν τὸ ψεῦδος παῤῥησιάζεται ἀκοῶν καὶ ταύτας πολλάκις συλαγωγῆσαν οἴχεται), εὐθὺς ἡ ἀπόφασις φονικὴ καὶ ὁ δήμιος εὔθετος εἰς ἔργον ἄγων τοῦ βασιλέως το ἐπίταγμα, καὶ κεῖται ἄνθρωπος παρὰ πόδας διαβολῆς ἐνίοτε γενόμενος πάρεργον. ἀλλὰ τοῦτο μὲν καὶ τοὺς πρὸ ἡμῶν αὐτοκράτορας ἔδει ἐπανορθώσασθαι κατὰ καιρὸν, βαλόντας εἰς νοῦν ὡς σάρκες εἰσὶ καὶ ὀστέα, κἂν πορφυρίδα περίκεινται, καὶ δόξαν οὕτω θεῷ στεφηφορῶσι κατὰ τῶν ὁμοφύλων, καὶ τῶν βεβιωμένων λόγον ὑποσχεῖν τῷ πάντων ὀφείλουσι δικαστῇ, ὃς καὶ ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. ἐπεὶ δὲ εἰσέτι τὸ πρᾶγμα ἔμεινεν ἀδιόρθωτον, ἡμῖν ὁ θεὸς ἀνῆκεν ὡς ἔοικεν ἐπαναπληρῶσαι τὸ ἔλλειμμα.

1

pr.Ὃ καὶ ὡς ἀνάθημα ἢ πρεσβεῖον ἢ καρπὸν ἀκροθίνιον καὶ ὅ τι ἂν τις εἴποι κατὰ καιρὸν προσαγόμενον τὴν παροῦσαν θεσμοθεσίαν προσάγομεν, ἀφ᾽ ἡμῶν τε νῦν ἀρξαμένην καὶ καθ ' ἡμῶν πρῶτον κρατεῖν ὀφείλουσαν· δι ἧς διοριζόμεθα ἀπό γε τοῦ νῦν καὶ εἰς τοὺς ἑξῆς ἅπαντας καὶ διηνεκεῖς χρόνους μὴ ἐπ᾿ ἀδείας ὅλως ἐξεῖναι, τὰς δι αἵματος ἐξαγομένας ἀποφάσεις εἰς αὐτοτελὲς προβαίνειν ἔργον, εἰ μὴ μετὰ τὴν βασιλικὴν ἀπόφασιν λ΄ ὅλαι ἡμέραι παρέλθωσι, μένειν δὲ τὸν κατάκριτον ἀθιγῆ καὶ τοῦ καιροῦ προσμένειν τὴν παρολκὴν, στρατιωτικῇ φρουρᾷ πρὸς ἀκρίβειαν φυλαττόμενον. καὶ εἰ μὲν τοῦ τριακονθημέρου ἐντὸς διαστήματος μεταμέλῳ ληφθεὶς ὁ κρατῶν φιλάνθρωπόν τι περὶ τὸν ἄνθρωπον ἀποφήνηται καὶ καταπράξηται, ἤρεσε τοῦτο τῷ θεῷ, καὶ τῆς δι αἵματος καταδίκης ἀπολελύσεται· εἰ δ᾽ ἐπὶ τῆς αὐτῆς προαιρέσεως ἵσταται καὶ θανάτου κρίνει τὸν ἄνθρωπον ἄξιον ἢ τῆς ἄλλης εἰς σῶμα διὰ σιδήρου πληγῆς μετὰ τὴν τριακονθήμερον ὑπομιμνησκόμενος, τὸ μὲν ἔνδικον εἶδέ τε καὶ οἶδεν ἡ δίκη, ἡ μέντοι βασιλικὴ ἀπόφασις τὸ ἐξ ἐκείνου ἐκβιβαζέσθω καὶ πέρας δεχέσθω τὰ ὡρισμένα. ἱκανὴ γὰρ ἡ τῶν λ΄ ἡμερῶν προθεσμία τὸ πολὺ τοῦ θυμοῦ κατευνάσαι καὶ τῷ λογιστικῷ τὴν κρίσιν χαρίσασθαι, οὗ κρίνοντος ὑγιῶς καὶ ἡ ἀπόφασις ὅπως ἂν ἔχῃ εὐσθενής ἐστιν. ὅτι μηδὲ τὰς τῶν δημίων χεῖρας ἀσυντελεῖς εἶναι τῇ πολιτείᾳ ὁρῶμεν κατὰ τῶν ἀξίων κολάσεως. ἀλλὰ ταῦτα μὲν ἔσται οὕτως. καὶ ἡ παροῦσα τῆς ἡμῶν εὐσεβείας διαταγή, ἀφ᾽ ἡμῶν ἀρξαμένη ὡς εἴρηται τὸ κράτος λαβοῦσα τῆς ἐνεργοῦ, τὴν ἴσην καὶ εἰς τὸ ἑξῆς προνομίαν ὡς πιστεύομεν εὑρήσει παρὰ πᾶσιν τοῖς μεθ ' ἡμᾶς αὐτοκράτορσιν, ὅσοις δηλονότι θεοῦ τε φόβος ἐγκατοικεῖ τῇ ψυχῇ καὶ τὸ ἀδέκαστον ἐκεῖνο πιστεύεταί τε καὶ ἐλπίζεται δικαστήριον. εἰ δέ τινες ἴσως τῶν μεθ᾽ ἡμᾶς, μὴ βασιλικὴν ἔχοντες ἀλλὰ μαγειρικὴν τὴν ψυχὴν, αἱμάτων ἀνθρώπων ἐφήδονται προχοαῖς, καὶ θυμῷ τὰ πρεσβεῖα, θεῷ δὲ τὰ δευτερεῖα βραβεύοντες τῶν ἡμῖν δεδογμένων τῇδε καλῶς παραβάται φανεῖεν, καὶ ἀδιαίτητον κατὰ τοῦ κατακρίτου τὴν τιμωρίαν προθυμηθῶσιν ἐπαγαγεῖν, μὴ τῷ διαμέσου τῶν λ΄ ἡμερῶν διαστήματι τὸ γενησόμενον ἀναλογισάμενοί τε καὶ κρίναντες καὶ οὕτω τὸ ποιητέον συνθέμενοι, μὴ ἀναίτιοι γένοιντο τῷ θεῷ, μηδὲ φῶς αὐτοῖς ἐν ἡμέρᾳ δίκης ἐπιλάμψοι σωτήριον, ἀντιλάβοι δὲ αὐτοὺς ἐκεῖθεν σκότος αἰώνιον, καὶ ἄγγελος κυρίου καταδιώξαι αὐτοὺς συνωθῶν εἰς τὸν τάρταρον, ἐπιλάβοιτο δὲ αὐτῶν κἀν ταῦθα σκότος καὶ ὀλίσθημα, καὶ μὴ ἴδοιεν ἑωσφόρον ἀνατέλλοντα, μηδ᾽ ἐπισκοπὴ θεοῦ αὐτοὺς ἐπισκέψοιτο, ὅτι λογικὸν ἐμπιστευθέντες ποίμνιον ἐκ θεοῦ ἀνθρωπίνως αὐτῷ οὐκ ἐχρήσαντο, ἀλλ᾽ ἱερεῖον καθάπερ καταδαιτρεῦσαι τοῦτο ἠνέσχοντο. κἂν γὰρ ἡ τοῦ πράγματος κρίσις ἀξία καὶ ὁ πάσχων ἴσως κατάλληλος τῇ ὀργῇ, ἀλλά γε τοῦτο τῶν τοῦ θεοῦ χειρῶν τούτους οὐκ ἐξαιρήσεται, ὅτι μηδὲ καλῶς ἐχρήσαντο τῷ καλῷ, μηδὲ κατὰ τέχνην ἀρίστης οἰκονομίας, ἀλλὰ κατὰ ψυχῆς ἄτακτον θηριωδίαν τον ἴσως ἄξιον τῆς διὰ σιδήρου πληγῆς κατειργάσαντο ἄνθρωπον.

2

pr.Αλλ ' οἷόν με καὶ τοῦτο εἰπεῖν ἐπῆλθε καὶ βασιλικὴν τῳ λόγῳ προσαναμίξαι προμήθειαν. πρᾶγμά τι καινοφανὲς τῶν ἀνακτόρων ἐντὸς ἔλαθε παρεισδυκὸς, οὔπω χρόνος πολὺς ἐξότου· καὶ τὸ πρᾶγμα ὡς μὲν θεομισὲς, ὡς δ᾽ ἀκοαῖς εὐγνώμοσιν οὐκ ἀνασχετὸν, καὶ ἵν᾽ ἐπιτρέχοντι λόγῳ ἐρῶ ὡς διὰ πάντων παρὰ πᾶσι τοῖς φιλαρέτοις ἀπόβλητον. τῶν γὰρ καθ ἡμᾶς πραγμάτων τοῦ ἄξονος ἄλλοτε ἄλλως ἔχοντος καὶ τῆς στροφῆς τῇ δινήσει ἄνω καὶ κάτω συστρέφοντος πάντα καὶ περιάγοντος, οἱ κατὰ διαδοχὰς τῶν βασιλείων ἐπιλαμβανόμενοι σκήπτρων μηδὲν ὁμαλὸν φρονοῦντες μηδὲ εὐγενὲς καὶ βασιλικὸν, μικροῦ δὲ καὶ μηνιῶντες τῷ θεῷ ὅτι καὶ τὴν βασιλείαν αὐτοῖς ἐνεπίστευσε, ἐπὶ τοὺς πρὸ αὐτῶν βασιλεύσαντας τοὺς κατὰ σφᾶς ὅλους θυμοὺς ἀνακαίουσι· κἀκείνους μὴ δυνάμενοι τίσασθαι (κωφὴν γὰρ γαῖαν αἰκίσασθαι, κἂν μεμήνασι λίαν, ἐπέχονται) ἐπὶ τοὺς καθυπηρετοῦντας τούτοις ἢ κατὰ γένος ἅμα προσήκοντας πόσαις φέρονται ταῖς ὁρμαῖς· καὶ ὃ πάσχει φορὰ ποταμοῦ, ἀντιτυπίᾳ κωλύματος τῆς εἰς τοὔμπροσθεν ἀναχαιτισθεῖσα ὁρμῆς ἐφ᾽ ἕτερον μετατίθεται ὄχθον, κακεῖσε πολλῷ συνωθισθεῖσα τῷ ὁοίζῳ ἅπαν τὸ παρατυχὸν παρασύρει τῇ πλημμύρᾳ τοῦ ὕδατος, τοῦτο κἀκεῖνοι ἀγεννῶς καὶ ποιοῦσι καὶ πάσχουσι. τῶν γὰρ πρὸ αὐτῶν βασιλέων ἀποτυγχάνοντες ἐπὶ τοὺς ἐκείνοις προσανέχοντας τὸν ὅλον θυμὸν ἀναῤῥήσουσι, καὶ ἀπληστίαν μίξαντες τῷ θυμῷ, καὶ καθαπερεὶ ποταμοὺς δύο ἐπὶ μίαν συνελάσαντας φάραγγα τὰς τῶν ἀναιτίων οὐσίας τῇ παρόδῳ εὐθὺς κατασύρουσι, καὶ τοὺς μηδὲν ἁμαρτήσαντας ὡς ὑποδίκους εἰς δίκην πρὸ καταδίκης ὑπάγουσιν. ἐφ᾽ ᾧ τίς οὐκ ἂν ἀλγήσοι μέτριος ἄνθρωπος καὶ τοῦ καλοῦ στοχαζόμενος, ἢ πῶς τοῖς κακῶς παθοῦσιν οὐ συστενάξει ἐπικαιρότατα; δέον ἢ ἁλῶναι τούτους ἡμαρτηκότας νομίμως καὶ τὴν ἀπὸ νόμου ποινὴν κατὰ τοῦ τένοντος δέξασθαι, ἢ μὴ ἔρημον τοῦ δικαίου τὰ τῶν καταδίκων οὕτω παθεῖν καὶ βαρυσυμφορωτάτους ἐξ οὐδενὸς αἰτίου γενέσθαι. ὅπερ ἵν᾽ ἐνταῦθα στῇ τῆς συμφορᾶς καὶ μηκέτι καὶ εἰς τοὔμπροσθεν προοδεύσαι, τῷ μακρῷ χρόνῳ εἰς ἔθους τάξιν προβιβαζόμενον καὶ οὕτως εἰς νόμου τύπον μετατιθέμενον, εὐγενῶς καὶ λίαν βασιλικῶς ἡ γαληνότης τοῦ κράτους ἡμῶν ἵστησι νῦν καὶ τὴν τοῦ κακοῦ σηπεδόνα καθαπερεὶ καυτῆρι τῷ παρόντι χρυσοβούλλῳ λόγῳ πατάξασα, δι οὗ πᾶσι τοῖς μεθ᾽ ἡμᾶς ἐλευσομένοις βασιλεῦσιν εὐσεβέσι καὶ τὴν τοῦ χριστιανισμοῦ κλῆσιν ἐπαληθεύουσιν αὐτοκράτορσιν ἀδελφικῶς καθεξῆς ἐπισκήπτομεν, μὴ ζηλωτὰς γενέσθαι τοῦ ἀγεννοῦς τοῦδε καὶ παρανομωτάτου πράγματος καὶ τολμήματος, μηδὲ ἐπὶ τοὺς τοῖς πρὸ αὐτῶν καθυπηρετήσαντας ἢ καὶ ἀφ᾿ αἵματος ἴσως ᾠκειωμένους ἀναξιοπρεπῶς τὴν ὀργὴν ἐπαφεῖναι, καὶ τὰ διαφέροντα τούτοις πάντα μηδὲν δέον δημοσιεῦσαι, καὶ εἰς ἀνάγκην αὐτοὺς συμφορᾶς περιστῆσαι ἢ τὸ τοῦ αἵματος προσγενὲς ἢ τὸ τῆς γνώμης κακοθελὲς, δι ὃ κἀκείνοις πρὶν ᾠκειώθησαν. καὶ γὰρ εἰδέναι πρὸς ἀνάγκης καὶ οὗτοι ὀφείλουσιν, ὡς κἂν τὸ στέφος περιεβάλοντο ἄνωθεν, ἀλλά γε ὁ χρόνος αὐτοῖς ἀριθμητὸς τῆς ζωῆς καὶ (ὅ φησιν ὁ προφήτης καὶ βασιλεὺς) παλαιστὰς αὐτοῖς τὰς ἡμέρας ἔθετο ὁ θεὸς, καὶ χρεία τούτοις καὶ φίλων καὶ συγγενῶν καὶ ὑπηκόων οὐκ ἀγεννῶν εἰς τὴν τῆς βασιλείας ἀντίληψιν, εἰ μέλλοιεν ὑγιῶς οἰκονομῆσαι τὰ πράγματα· μέτρῳ δὲ μὴ καλῷ μετροῦσιν ἀντιμετρηθήσεται ἰσοτάλαντον, καὶ τὰ ἀδικίας ζυγὰ οὐκ ἐνδίκως οὐδ᾽ ἐπ᾿ αὐτοὺς ἑτεροζυγήσαντα τῷ ἀδίκῳ τὸ δίκαιον καταστήσεται, καθαπερεί τινος φθόγγου εὐαρμοστία ἐξ ἀντιφώνων συνισταμένη χορδῶν. ἀλλὰ γὰρ τὸ τῆς πλεονεξίας ἴσως διακαὲς ἢ τὸ τῆς μανίας περιφλεγὲς ἐνίους ἴσως τῶν μεθ᾽ ἡμᾶς αὐτοκρατόρων ἐκκαύσαντα κατὰ τῶν ἡμῖν δεδογμένων ἐνταῦθα παροινῆσαι συμπείσουσι· χρημάτων γὰρ ἀλλοτρίων ἔρως καὶ θυμὸς βακχεύων ἀλλόκοτος τῆς ψυχῆς προκαταλαβόντα τὸ λογιζόμενον ὁμίχλην ἐνσείουσι τῷ νοϊ, καὶ πρὸς τὸ φῶς διαβλέψαι τῆς ἀληθείας κωλύουσι. μανίας δὲ καὶ πλεονεξίας μαργῶσαν στῆσαι πυρκαϊὰν καὶ ἀποτεφρῶσαι φλόγα παφλάζουσαν, οὐκ εὐχερὲς ἀλλὰ δύσεργον. ἀμέλει καὶ τὸν ἁγιώτατον καὶ οἰκουμενικὸν πατριάρχην σύναμα τῇ ἱερωτάτῃ καὶ θείᾳ τῶν ἀρχιερέων συνόδῳ κοινωνὸν προσλαβομένη τοῦ σκέμματος ἡ εὐσεβὴς ἡμῶν βασιλεία, καὶ τὴν αὐτῶν χεῖρα τῷ γραμματείῳ τῷδε προσχρήσασα, τῷ μὲν θεῷ διὰ τούτων (ὡς κοινῶν τῶν ψυχῶν ποιμένων καὶ ἡμῖν τὸν δεσπότην ταῖς ὑπὲρ ἡμῶν λατρείαις ἱλασκομένων) ὡς ἱερὸν ἁγνὸν καὶ ἀμόλυντον ἁγιοπρεπῶς ἀναφέρομεν· τοῖς δὲ ἀθετῆσαι τὰ δεδογμένα τῇδε τολμήσουσι καὶ εἰς ἐναντίωσιν τούτων καθάπαξ ἐλθεῖν, οὐ γλῶσσαν χρυσῆν κατὰ τὸν ἄχαν ἱεροσυλήσασιν, ἀλλ᾿ ἱερεῖον καὶ θεῖον ἀνάθημα περιελεῖν ἀνιέρως οὐκ ἀποκνήσουσιν, οὐ λίθων βολὰς ἀνατείνομεν ἐκ πάσης φυλῆς υἱῶν ἰσραὴλ, ἀλλ᾽ ἀναθέματι τούτους καθυπάγομεν αἰωνίῳ ἐκ παντὸς γένους, ἐκ πάσης συνόδου χριστιανῶν, καὶ τῆς μερίδος αὐτοὺς τῶν πιστῶν ἐκκηρύττομεν ὡς περιφρονητὰς θεοῦ καὶ τῶν θείων καὶ ἀνέδην πατοῦντας τὰ τίμια.· γ '. Ἐπεὶ δὲ τὸ μὲν μὴ ἀπολισθαίνειν τοῦ κρείττονος μόνου θεοῦ, θαῤῥῶ δὲ λέγειν καὶ τῶν ἐγγιζόντων ταγμάτων θεῷ, τὸν δὲ χθόνιον τοῦτον χῶρον κῆρες πολλαὶ κακίας συνέσχον καὶ περιέλαβον, κάντεῦθεν οὐδὲν θαυμαστὸν ὑπερορίους τίθεσθαι τῆς πατρίδος ἐνίους τὸν βασιλεύοντα, τοῦτο δόξαν αὐτῷ εἰς ἄμυναν πλημμελούσης γνώμης ἐπενεγκεῖν, τοῦ χρόνου δὲ προϊόντος ὑπολήγειν μὲν οὐδὲν ἀπεικὸς τῆς ὀργῆς τὸ φλεγμαῖνον καὶ τὸ ζέον αὐτῆς ἀναψύχεσθαι, λήθης δὲ τῶν πασχόντων τὸν βασιλέα ὑποτρεχούσης διὰ τὴν πολυμερῆ τῶν πραγμάτων καὶ πολυάσχολον μέριμναν, ἐπὶ μακρὸν αὐτοὺς κακουχεῖσθαι συμβαίνει καὶ βίον ἕλκειν ὀδυνηρὸν καὶ πολύμοχθον. ἐπεὶ οὖν οὕτω πολλάκις συμβαίνειν φιλεῖ καὶ τὸ πρᾶγμα τῆς προσηκούσης δεῖται διορθώσεως, ἐστοχασμένην ταύτην τοῦ δέοντος ποιούμεθα τὴν διαίτησιν. διοριζόμεθα γὰρ, ἐπ᾿ ἀδείας εἶναι τῷ κατὰ καιροὺς ἁγιωτάτῳ καὶ οἰκουμενικῷ πατριάρχῃ τρὶς ἑκάστου ἐνιαυτοῦ, ἤγουν καθ ' ἑκάστην τετραμήνου περίοδον, τὸν κατὰ καιροὺς βασιλεύοντα περὶ τῶν ὑπερορίων ὑπομιμνήσκειν καὶ ἀναφέρειν περὶ αὐτῶν, ὡς ἂν, εἰ μὲν ἀρκούντως δόξει τετιμωρῆσθαι ὁ ἄνθρωπος, τῆς ὑπερορίας ἀνακληθεὶς οἴκαδε πάλιν ἀφῖχθαι· εἰ δὲ τι ἐνδεῖν πρὸς κόλασιν ἄξιος κρίνεται, πρὸς τὸ δοκοῦν μέτρον τῷ βασιλεύοντι αὖθις ἐαθῇ τιμωρούμενος. οὐδὲ γὰρ τὸ πρὸς ἀξίαν τῆς τῶν μοχθηροτέρων κολάσεως ἀφαιρούμενοι τὴν νομοθεσίαν ταύτην εἰσφέρομεν, ἀλλ᾽ ἐν ταὐτῷ καὶ τῆς τῶν μεθ᾽ ἡμᾶς βασιλέων σωτηρίας φροντίζοντες, καὶ τοῖς ἀθλίως ἔχουσι τὴν ἀπὸ τῆς λήθης περιτρέποντες ἄμυναν. Ταῦτα οὖν ἡμῖν ἐμμερίμνως ἠκρίβωται καὶ τετύπωται, καὶ ἡ ἐπὶ τούτοις πᾶσι τῆς εὐσεβείας ἡμῶν διαταγὴ ὡς δεκτὴ θυσία καὶ καλλιέρημα τῷ θεῷ προσενήνεκται. φυλάξαι δὲ ταῦτα καὶ τοῖς μεθ᾽ ἡμᾶς αὐτοκράτορσιν, ἡμῖν μὲν εὐκταῖον καὶ περισπούδαστον· εἰ δὲ μὴ δοκεῖ ἐκείνοις, τῷ περιφρονουμένῳ θεῷ τῆς ἐπὶ τούτοις ἐκδικήσεως μελήσει· ὧν ἕκαστος, ἵνα μὴ ἔχῃ καταφεύγειν εἰς ἀπολογίαν ὅλως εὐπρόσωπον, διὰ τοῦ ἁγιωτάτου καὶ δἰκουμενικοῦ πατριάρχου ἐφ᾽ ἑκάστῳ κεφαλαίῳ τῶν τῇδε τεθεσπισμένων ὑπομνησθήσεται, καὶ ἀπειθὴς εὑρισκόμενος ἴσως κρίμα ἑαυτῷ θησαυρίσει ἐν ἡμέρᾳ ἀποτομίας θεοῦ, καὶ ταῖς γεγραμμέναις τῇδε ἀραῖς ὑποκείσεται. καὶ αὐτοῦ τοῦ ἁγιωτάτου καὶ οἰκουμενικοῦ πατριάρχου ἐξ ἀνάγκης πάσης εἰδέναι ὀφείλοντος ὡς, εἰ τῶν ἡμῖν δεδογμένων ἐνταῦθα περιφρονητής οὐκ ἐνδίκως φανείη, καὶ καθ ' οἱονδήτινα λόγον μὴ παῤῥησιάσηται τὴν ἀλήθειαν καὶ τὸν κατὰ καιροὺς αὐτοκράτορα ἐν εἰδήσει τῶν διωρισμένων ποιήσηται καὶ καθ᾽ ὅσον σθένει τοῦ ποιμνίου ὑπεραγωνίσηται, αὐτὸς τῷ θεῷ τοὺς λόγους ὑφέξει, μισθωτὸς ἀντὶ ποιμένος φαινόμενος καὶ ἐπὶ κρίματι τῆς ἰδίας ψυχῆς τὴν ἐμπιστευθεῖσαν αὐτῷ ποίμνην καθαπερεί θηρίοις τοῖς μοχθηροῖς εἰς βορὰν προτιθέμενος. διὰ γὰρ τοῦτο καὶ ὁ παρὼν χρυσόβουλλος ἐξετέθη λόγος, γεγενημένος κατὰ τὸν δεκέμβριον μῆνα τῆς γ΄ ἰνδικτιῶνος ἐν ἔτει τῷ σφπή, ἐν ᾧ καὶ τὸ ἡμέτερον εὐσεβὲς καὶ θεοπρόβλητον ὑπεσημήνατο κράτος. Νικηφόρος ἐν χριστῷ τῷ θεῷ πιστὸς βασιλεὺς καὶ αὐτοκράτωρ ῥωμαίων ὁ βοτανειάτης.