IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio III

JGR III 3.30Imp. Basilii Porphyrogeniti de archiepiscopatu Bulgariae.

-- Πολλῶν ὄντων καὶ μεγάλων τῶν παρὰ τοῦ φιλανθρώπου θεοῦ δεδωρημένων τῇ βασιλείᾳ ἡμῶν ἀγαθῶν κατὰ διαφόρους καιροὺς καὶ ἀριθμὸν ὑπερβαινόντων, τοῦτό ἐστι παρὰ πάντα ἐξαίρετον τὸ προσθήκην γενέσθαι τῇ ῥωμαϊκῇ ἀρχῇ καὶ τὴν τῶν βουλγάρων γενέσθαι ὑπὸ ζυγὸν ἕνα ἐντεῦθεν οὖν καὶ τὸν εὐλαβέστατον μοναχὸν ἰωάννην ἀρχιεπίσκοπον βουλγαρίας ἐκυρώσαμεν εἶναι καὶ τὰ τῇ ἀρχιεπισκοπῇ προσήκοντα παρ αὐτοῦ ἰθύνεσθαι. καὶ ἐπεὶ ᾐτήσατο ὁ τοιοῦτος ἐγγράφως ἔχειν τοὺς ὀφείλοντας ταῖς ἐκκλησίαις τῆς ἐνορίας αὐτοῦ καὶ τῶν ἐπισκόπων αὐτοῦ κληρικοὺς καὶ παροίκους ὑπηρετεῖν, δεδώκαμεν αὐτῷ τὸ παρὸν σιγίλλιον τῆς βασιλείας ἡμῶν.

Abrir no leitor do IusCommune →

0

pr.Δὶ οὗ παρακελευόμεθα, αὐτὸν μὲν τὸν ἀρχιεπίσκοπον ἔχειν εἰς τὰ κάστρα τῆς ἐνορίας αὐτοῦ ἤτοι εἰς τὴν ἀχρίδα, τὴν πρέσπαν, τὸν μάκρον καὶ τὴν κίτζαβιν κληρικοὺς μ ' καὶ παροίκους λ΄· τὸν δὲ ἐπίσκοπον καστορίας εἰς τὰ κάστρα τῆς ἐνορίας αὐτοῦ ἤτοι εἰς αὐτὴν τὴν καστορίαν, εἰς τὸν κούρεστον, τὴν κολώνην, τὴν δεάβολιν, τὴν βοῶσαν καὶ τὸν μῶρον κληρικοὺς μ ' καὶ παροίκους λ΄· εἰ τάχα καὶ περισσοτέρους εἶχε πρώην, ἀλλ᾽ οὖν οὐ βουλόμεθα ὑπερβαίνειν τὸν ἀριθμὸν τῶν κληρικῶν καὶ παροίκων τοῦ ἀρχιεπισκόπου. τὸν δὲ ἐπίσκοπον γλαβινίτζης εἰς αὐτὴν τὴν γλαβινίτζαν καὶ εἰς τὰ κάνινα καὶ εἰς νεάνισκαν κελεύομεν ἔχειν κληρικοὺς μ ' καὶ παροίκους μ΄· τὸν δὲ ἐπίσκοπον μογλαίνων εἰς αὐτὰ τὰ μόγλαινα καὶ τὸν πρόσακον καὶ τὴν μυρίχοβαν καὶ τὴν σετίνην καὶ τὸν ὀστροβὸν καὶ εἰς τὰ ζαόδρυα κληρικοὺς ιὲ καὶ παροίκους ιε· καὶ τὸν ἐπίσκοπον βουτέλεως εἰς τὴν πελαγονίαν καὶ εἰς τὸν πρίλαπον καὶ εἰς τὴν δευρετὴν καὶ εἰς τὸν βελεσὸν κληρικοὺς ιὲ καὶ παροίκους ιε· καὶ τὸν ἐπίσκοπον στρουμμίτζης εἰς αὐτὴν τὴν στρούμμιτζαν καὶ τὸν ῥαδόβιστον καὶ τὸν κονέτζην κληρικοὺς ιβ ' καὶ παροίκους ιβ '· καὶ τὸν ἐπίσκοπον μοροβίσδου εἰς αὐτὸν τὸν μορόβισδον καὶ τὸν κοζίακον καὶ τὴν σλαβίστην καὶ τὴν σθλετοβὰν καὶ τὸν λουκόβιτζον καὶ τὴν πιάνιτζαν καὶ τὴν μολέσοβαν κληρικοὺς ιὲ καὶ παροίκους ιε· καὶ τὸν ἐπίσκοπον βελεβουσδίου εἰς αὐτὴν τὴν βελέβουσδαν καὶ τὸν σουντιασκὸν καὶ τὴν γερμάνειαν καὶ τὸν τερίμερον καὶ τὸν στοβὸν καὶ τὸν κάτω σουαδέασκον καὶ τὰ ῥαίλογα κληρικοὺς ιὲ καὶ παροίκους ιέ· καὶ τὸν ἐπίσκοπον τριαδίτζης εἰς αὐτὴν τὴν τριάδιτζαν καὶ τὸν πέρνικον (Reliqua desiderantur.)