IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio III

JGR III 3.29286 Imp. Basilii Porphyrogeniti ne locum habeat XL annorum praescriptio in praediis a potentibus acquisitis: de finium descriptione aureis bullis inserta: de monasteriis: de tollenda praescriptione temporis adversus fiscum: de homicidio: de bullis aureis: et de nundinis. (Α. 996.)

Νεαρὰ νομοθεσία τοῦ εὐσεβοῦς βασιλέως βασιλείου τοῦ νέου περὶ τῶν δυνατῶν τῶν ἀπὸ πενήτων ἐπικτωμένων, καταδικάζουσα αὐτοὺς ἀπὸ τῆς πρώτης νομοθεσίας ῥωμανοῦ ' βασιλέως τοῦ πρεσβύτου ἤγουν ἀπὸ τῆς β ' ἰνδ. τοῦ ςυλζ ' ἔτους.

Abrir no leitor do IusCommune →

1

pr.Ἐπειδήπερ ἡ βασιλεία ἡμῶν, ἀφ᾽ οὗ τὴν αὐτοκρατο* ρικὴν ἀρχὴν θεοῦ χάριτα ἔλαβε καὶ τὰς ἐναγομένας ὑποθέσεις παρά τε τῶν πλουσίων καὶ τῶν πενήτων ἐπεχείρησε ζητεῖν, εὗρεν ὅτι οἱ βουλόμενοι πλεονεκτεῖν δυνατοὶ τῆς ἰδίας ἐπιθυμίας εὔλογον ἀφορμὴν ἔχουσι τὸν μέχρι τῆς τεσσαρακονταετίας χρόνον, καὶ σπουδάζουσιν εἴτε διὰ ξενίων καὶ δώρων εἴτε διὰ τῆς ἐνούσης αὐτοῖς δυναστείας τοῦτον διελθεῖν· καὶ τηνικαῦτα κατὰ τελείαν δεσποτείαν ἔχειν ἅπερ κακῶς ἐπλεονέκτησαν τοὺς πένητας, ἐξέθετο τὴν παροῦσαν νομόθεσίαν, τοῦτο μὲν καὶ τὰ προλαβόντα διορθουμένη, τοῦτο δὲ καὶ τοὺς νῦν δυνατοὺς ἀναστέλλουσα, καὶ τοὺς μετέπειτα κωλύουσα τοῦ μὴ τοῖς αὐτοῖς ἐπιχειρῆσαι γινώσκοντας ὡς οὐδεμίαν ἐντεῦθεν βοήθειαν εὑρήσουσιν, ἀλλ᾽ ἀφαιρεθήσονται τὰ ἀλλότρια οὐκ αὐτοὶ μόνον, ἀλλὰ καὶ οἱ παῖδες αὐτῶν καὶ οἷς ἂν ταῦτα καταλείψωσιν. ὅτι μὲν οὖν ἡ βασιλεία ἡμῶν οὐκ ἀσκόπως οὐδ᾽ ἀδοκιμάστως τὴν διὰ χρόνου δεσποτείαν ἀνατρέπει, ἀλλὰ τοὺς πένητας ἐλεοῦσα καὶ τοῦ κοινοῦ καὶ τῆς συστάσεως αὐτοῦ φροντίζουσα καὶ τὸ δίκαιον ἀσπαζομένη καὶ τὸ τῆς πλεονεξίας δεινὸν πάθος θεραπεύουσα, φανερὸν ἔσται ἀφ᾽ ὧν ἐθέλομεν εἰπεῖν. καὶ γὰρ πλεῖστα παρηνοχλήθημεν ὑπὸ τῶν πτωχῶν χάριν τούτου, καὶ τὰς γινομένας εἰς αὐτοὺς ὁσημέραι πλεονεξίας καὶ ἀδικίας οἰκείοις ὀφθαλμοῖς εἴδομεν διερχόμενοι τὰ θέματα τῆς βασιλείας ἡμῶν καὶ πρὸς τὰ ταξείδια ἀπερχόμενοι. πῶς γὰρ ἁπλῶς καὶ ὡς ἔτυχεν ἐνεργήσει χρόνος, ὅτε δυνατὸς ὢν ὁ τὸν πένητα πλεονεκτήσας, πολὺν χρόνον ποιήσει δυναστεύων καὶ εὐημερῶν, καὶ τὴν δυναστείαν αὐτοῦ καὶ εὐημερίαν εἰς τοὺς διαδόχους αὐτοῦ παραπέμψει; καὶ τυχὸν οὗτος μὲν πατρίκιός ἐστιν, εἰ δὲ ἐξ αὐτοῦ, διαρκέσει τῇ δυναστείᾳ καὶ τὸ δύνασθαι εἰς τοὺς. ἐξ αὐτοῦ παραπέμψει; καὶ τυχὸν οὗτος μὲν μάγιστρός ἐστι καὶ δομέστικος τῶν σχολῶν, οἱ δὲ ἐξ αὐτοῦ ὁμοίως δυνατοὶ καὶ μέχρι οἰκειότητα ἔχοντες πρὸς τοὺς βασιλεὶς καὶ μέχρι τῶν ἑβδομήκοντα ἢ ἑκατὸν χρόνων τὴν εὐπραγίαν αὐτῶν παρεκτεινομένην ἔχοντες. ἄρ᾽ οὖν τούτους οὐ κωλύσομεν, καὶ τὸ προσὸν δίκαιον τοῖς πένησι ἐφ᾽ οἷς κακῶς ἀφηρέθησαν καὶ ἐπλεονεκτήθησαν ἐπιβραβεύσομεν; τοῦ γὰρ εἰς χωρίων κοινότητας ἐπικτησαμένου ἢ πλέον ἐκτίσαντος δυνατοῦ τυγχάνοντος, καὶ τῶν αὐτοῦ διαδόχων μετὰ τῆς περιουσίας καὶ τὴν δυναστείαν διαδεχομένων καὶ μὴ διδόντων χώραν τῷ πένητι πρὸς τὸ κατ᾿ αὐτῶν κινῆσαι περὶ ὧν κακῶς ἀφείλοντο καὶ ἐπλεονέκτησαν αὐτὸν, πάντως πρόδηλόν ἐστιν, ὅτι ὅσος ἂν χρόνος ἐπὶ τούτων διέλθοι, ἀκώλυτος ὁ πένης ἔσται πρὸς τὸ ζητεῖν καὶ ἀναλαμβάνειν τὸ ἴδιον. εἰ μὴ γὰρ τοῦτο ποιήσομεν, πάροδον δώσομεν τῷ πλεονέκτῃ τοῦ λέγειν, ὅτι ἐπεὶ ἐγὼ σήμερον εὐημερῶ καὶ οὐ δύναται κατ᾿ ἐμοῦ ὁ πένης κινῆσαι, ἐὰν εὐημερήσῃ καὶ ὁ υἱός μου καὶ διὰ τῆς εὐημερίας ἡμῶν ὁ τοῖς νόμοις ἐγνωσμένος χρόνος διέλθοι, ἢ ἐγὼ χρονίσω εὐημερῶν, ἔχομεν ἀναφαίρετα τὰ ἐπικτηθέντα, καὶ συμφέρει μοὶ τὸ πλεονεκτεῖν. πάλιν δὲ πῶς οὐ λογισόμεθα δυνατὸν καὶ ἀδύνατον τὸν ἐξαρχῆς μὲν πένητα, ὕστερον δὲ τιμώμενον καὶ πρὸς ὕψος δόξης καὶ εὐτυχίας ἀναγόμενον; ἀδύνατον μὲν, ἕως ὑπάρχει τῶν κάτω· καὶ τὸν χρόνον βοηθεῖν αὐτῷ συγχωρήσομεν· δυνατὸν δὲ, ἀφ᾿ οὗ καιροῦ τῆς τιμῆς ἀξιωθῇ· καὶ τὸν χρόνον μηδὲν αὐτὸν ὠφελοῦντα δείξομεν. οἷα πολλάκις καθ ' ἑκάστην ἔστιν ἰδεῖν συμβαίνοντα, καὶ ἄρτι παρ᾽ ἡμῶν εὑρέθη. καὶ γὰρ εὕρομεν τὸν φιλοκάλην γενόμενον μὲν καταρχὰς τῶν εὐτελῶν καὶ χωριτῶν ἕνα, ὕστερον δὲ τῶν περιδόξων καὶ πλουσίων· ὃς ἕως μὲν ὑπῆρχε τῶν κάτω, συνετέλει τοῖς ἑαυτοῦ συγχωρίταις καὶ οὐδὲν αὐτοὺς ἐκαινοτόμει· ἀφ᾽ οὗ δὲ τοῦτον εἰς τιμὴν ὁ θεὸς ἀνῆγεν ἑβδομαδαρίου, εἶτα κοιτωνίτου, καὶ μετέπειτα πρωτοβεστιαρίου, καὶ τὸ ὅλον κατέσχε χωρίον καὶ προάστειον ἴδιον ἐποίη. σεν [ἐναλλάξας καὶ τὴν ἐπωνυμίαν τοῦ τοιούτου χωρίου] 29. ἐπεὶ οὖν οὕτως ἀνήχθη καὶ οὕτως ἐγένετο τὰ κατ᾿ αὐτὸν, ἐνδεχόμενόν ἐστιν, ἵνα δώσωμεν τούτῳ χρόνον εἰς βοήθειαν καὶ καταλείψωμεν ἔχειν ἃ κακῶς ἐπλεονέκτησεν; οὐδαμῶς 30. ὅθεν καὶ ἡ βασιλεία ἡμῶν κατὰ τὸν τόπον διερχομένη καὶ τὸ πρᾶγμα ἐγκλήσει τῶν πενήτων διαγνοῦσα, τὰ τούτου εἰκήματα πολυτελῆ ὄντα κατέστρεψεν ἕως ἐδάφους, καὶ τοῖς πένησι τὰ ἑαυτῶν ἀποδέδωκεν, ἐκείνῳ δὲ κατέλιπεν ὅπερ [ἐξαρχῆς] εἶχε δημόσιον, καὶ τῶν χωριτῶν ἕνα πάλιν ἐποίησεν. δυνατοὶ δὲ λογιζέσθωσαν μὴ μόνον οἱ τοιοῦτοι, ἀλλὰ καὶ ἅπαντες οἱ τῇ διατάξει τοῦ προπάππου ἡμῶν βασιλέως ῥωμανοῦ τοῦ γέροντος περιεχόμενοι καὶ κατὰ μέρος ἐν ἐκείνῃ ἀναγραφόμενοι· [οὗτος γὰρ καὶ αὐτοὺς τοὺς σχολαρίους δυνατοὺς ὠνόμασεν. ἡμεῖς δὲ λέγομεν καὶ τούτους δυνατοὺς, προστίθεμεν δὲ καὶ πρωτοκεντάρχους· καὶ γὰρ τούτους δυνατοὺς ἤδη πραγματικῶς διέγνωμεν.] διὰ ταῦτα τοιγαροῦν θεσπίζομεν διὰ τῆς παρούσης ἡμῶν νομοθεσίας, τὰ μὲν μέχρι τῆς πρώτης νομοθεσίας τοῦ προπάππου ἡμῶν βασιλέως ῥωμανοῦ τοῦ γέροντος ἐπικτηθέντα τοῖς δυνατοῖς εἰς χωρίων κοινότητας δι ἐγγράφων δικαιωμάτων καὶ συστατικῶν μαρτυριῶν τὸ βέβαιον ἔχοντα, φυλάττεσθαι καὶ εἶναι παρ᾿ αὐτοῖς, καθὰ καὶ τοῖς παλαιοῖς διηγόρευται νόμοις. διὰ τοῦτο γὰρ ἔγγραφα δικαιώματα καὶ συστατικὰς μαρτυρίας παράγεσθαι βουλόμεθα, ὅπως μὴ κατὰ περίνοιαν οἱ δυνατοὶ τὰ νεωστὶ αὐτοῖς ἐπικτηθέντα προφασίσωνται διαφέρειν αὐτοῖς ἐγγράφως ἔκπαλαι τῶν χρόνων 37. ἀπὸ τότε δὲ καὶ μέχρι τοῦ νῦν, ἥτις ἐστὶ πρώτη τοῦ ἰανουαρίου μηνὸς τῆς ἐννάτης ἰνδικτιῶνος τοῦ ςφδ΄ ἔτους, ἀλλὰ καὶ εἰς τὸ ἑξῆς, ἐπεὶ καὶ παραγγελία ἔγγραφος ἐξηνέχθη διὰ τῆς δηλωθείσης νομοθεσίας τοῦ προπάππου ἡμῶν βασιλέως ῥωμανοῦ τοῦ γέροντος, μηδὲν ὅλως δύνασθαι τὸν χρόνον μήτε τινὰ τὸ καθόλου κατὰ τῶν πενήτων ἐνέργειαν ἔχειν, ὅπου μετὰ δυνατῶν ἔχουσιν, ἀλλ᾽ ἀντιστρέφεσθαι τοῖς πένησι τὰ ἑαυτῶν, μηδὲ περὶ τὴν ἀνάληψιν τῶν τιμημάτων ἢ τῶν βελτιώσεων δικαιουμένων τῶν δυνατῶν, διότι καὶ τὴν εἰρημένην νομοθεσίαν παραβάντες εὑρίσκονται καὶ μᾶλλον ἄξιοί εἰσιν εὐθύνεσθαι. γράψας γὰρ ὁ ῥηθεὶς πρόπαππος ἡμῶν βασιλεὺς ῥωμανὸς ὁ γέρων καὶ εἰπὼν, ὅτι ἀπὸ τοῦ νῦν κωλύω τοὺς δυνατοὺς τοῦ μὴ ποιεῖν ἐπικτήσεις εἰς κοινότητας χωρίων, ἔδειξεν, ὡς δι αἰῶνος καὶ εἰς ἀπέραντον τούτους ἐκώλυσεν καὶ χρόνον οὐ δέδωκεν αὐτοῖς βοηθείας. οὐκ εἰς τὸ ἑξῆς δὲ μόνον ὡς εἴρηται ταῦτα νομοθετοῦμεν, ἀλλὰ καὶ τὸν ὄπισθεν χρόνον ὃν εἴπομεν τὴν νομοθεσίαν ταύτην εἰσάγομεν. εἰ γὰρ ὅσα τῶν παρελθόντων ἄρτι κινοῦνται μὴ διορθωσόμεθα, πῶς ἂν τὰ μέλλοντα φυλαχθεῖεν, καὶ οἱ μετέπειτα φοβηθεῖεν; β΄ 49. Ἐπεὶ δὲ καὶ δόλους πολλοὺς εὕρομεν εἰς τοὺς ἀναγραφομένους ἐν τοῖς χρυσοβουλλίοις περιορισμοὺς, καὶ τοιαῦτα πολλὰ πρὸ τοῦ βήματος ἡμῶν ἐκινήθησαν, διοριζόμεθα μηδὲν ὅλως ἰσχύειν τοὺς δηλωθέντας περιορισμοὺς, μηδέ τινα δικαίωσιν ἐκ τούτων ἔχειν ἀμφιβολίας παρεμπιπτούσης τοὺς προκομίζοντας αὐτούς. οὐ γὰρ εἰδήσει καὶ γνώμῃ βασιλικῇ ἀλλὰ τῶν λαμβανόντων αὐτοὺς ἐκτίθενται· ἀλλ᾽ οὐδὲ πάλιν οἱ τοῖς χρυσοβουλλίοις ἀναγράφοντες αὐτοὺς πρωτασηκρῆται πάρεισιν ἐπὶ τοῦ τόπου καὶ βλέπουσιν, ὅτε τὸ μέτρον ἢ ἡ ἔκθεσις αὐτῶν γίνεται 52. καὶ διὰ τοῦτο καθὰ δεδήλωται ἀκύρους εἶναι, καὶ μηδεμίαν ἔχειν ἐνέργειαν οἷς ἀμφιβολία παρεμπέσοι βουλόμεθα. εἰ δὲ καὶ οἱ τοιοῦτοι περιορισμοὶ ἐν τοῖς τοῦ γενικοῦ σεκρέτου κωδίκοις ἤ τισιν ἑτέροις συστατικοῖς δικαίοις τυγχάνουσι, καὶ ἀκούεσθαι καὶ τηρεῖσθαι τούτους παρακελευόμεθα. γ ' 53. Ἐπεὶ δὲ καὶ παρὰ πάντων σχεδὸν εἰπεῖν τῶν θεμάτων ἐκινήθη ἐνώπιον τῆς βασιλείας ἡμῶν, ὅτι πολλὰ τῶν χωρίων εὑρίσκονται βλαπτόμενά τε καὶ ἀδικούμενα, τινὰ δὲ ἀφανιζόμενα παρ᾽ ὀλίγον ἀπὸ τῆς τῶν μοναστηρίων ἀφορμῆς· – εὑρίσκεται γὰρ ὡς λέγουσιν εἰς πολλὰ τῶν χωρίων, ὅτι ἐποίησέ τις χωρίτης ἐκκλησίαν εἰς τὸν ἴδιον τόπον καὶ ἀφώρισε ταύτῃ τὴν ἰδίαν μοῖραν [βουλομένων καὶ τῶν συγχωριτῶν αὐτοῦ], ἐγένετο δὲ καὶ αὐτὸς μοναχὸς καὶ ἐκάθητο ἐν αὐτῇ ἕως ἔζη, ἐποίησε δὲ αὐτὸ καὶ ἄλλος χωρίτης καὶ ἕτερος ὁμοίως, καὶ ἐγένοντο δύο καὶ τρεῖς ἐκεῖ μοναχοί. εἶτα τελευτησάντων αὐτῶν κατέσχε τὴν ἐκκλησίαν ὁ ἐπὶ τοῦ τόπου μητροπολίτης τυχὸν ν ἐπίσκοπος καὶ ἰδιοποιήσατο ταύτην καὶ ὠνόμασε μοναστήριον, καὶ τὰ μὲν τῶν τοιούτων μοναστηρίων αὐτοὶ ἐκεῖνοι κατέχοντες οἱ μητροπολίται ἢ ἐπίσκοποι τὰ δὲ κατὰ δωρεὰν δυνατοῖς τισι διδόντες πλεονεκτοῦσι τὰ χωρία καὶ ἀδικοῦσι καὶ ἐξαλείφουσιν 5τ· κελεύομεν ὅσα τοιαῦτα καὶ οὕτω γενόμενα εὐκτήρια (οὐδὲ καὶ μοναστήρια λέγομεν) εὑρίσκονται, ἀποδίδοσθαι ταῦτα πάντα πάλιν τοῖς πένησιν, τὸ δὲ τῆς μητροπόλεως ἢ τῆς ἐπισκοπῆς μέρος ἐκεῖθεν τελείως ἐκβάλλεσθαι. εἰ δὲ καὶ προσ ώποις τισὶν ἐδωρήσαντο ταῦτα οἱ μητροπολῖται ἢ οἱ ἐπίσκοποι, καὶ τὰ τοιαῦτα πρόσωπα ἐκεῖθεν ἀποδιώκεσθαι, εἰ τάχα καὶ πολὺν ἔχουσι χρόνον [τὴν δεσποτείαν αὐτῶν. οὐδὲν γὰρ ἰσχύειν εἰς ταῦτα τὸν χρόνον] ὁρίζομεν, ἀλλὰ τὰ εὐκτήρια πάλιν ὡς εἴρηται τοῖς χωρίταις ἀποκαθίστασθαι, καὶ εἶναι μὲν εἰς τὸ ἑξῆς εὐκτήρια, ἀλλ᾽ ὑπὸ τὰ χωρία· καὶ καλογήρους ἐν αὐτοῖς ὑπάρχειν, ὅσοι καὶ πρώην ὑπῆρχον. μόνην δὲ τὴν ἀναφορὰν ἐν αὐτοῖς καὶ τὴν σφραγίδα καὶ τὴν διόρθωσιν τῶν ἴσως γινομένων σφαλμάτων παρὰ τῶν καλογήρων τῶν μητροπολιτῶν τυχὸν ἢ τῶν ἐπισκόπων εἶναι· καὶ μήτε συνήθειαν·· μήτε τὶ· ὁπασοῦν ἄλλο ἐκ τούτων λαμβάνειν, ὡς δῆθεν ἀπὸ μοναστηρίων. ἀναγκάζεσθαι δὲ τὰ τοιαῦτα χωρία ἔχειν ἐν τοῖς δηλωθεῖσιν εὐκτηρίοις καλογήρους, ὅσοι καὶ πρότερον ἐν αὐτοῖς ἦσαν. εἰ δὲ εἰς τινα τῶν αὐτῶν εὐκτηρίων σολέμνια παρὰ βασιλέως ἢ φωταψίαι γεγόνασιν, ἔχουσι δὲ τὰ τοιαῦτα εὐκτή· ρια καὶ καθίσματα, εἰ τάχα καὶ δίκαιον οὐκ ἐστὶν, ἀλλ᾽ οὖν ἐπεὶ προνοίας βασιλικῆς ἔφθασαν ἀξιωθῆναι, διαμένειν εἰς τὸ ἑξῆς εἴτε ὑπὸ μητροπολιτῶν εἴ τε ὑπὸ ἐπισκόπων· ὑφ᾽ ὧν καὶ νῦν εἰσὶν ἔχοντα καὶ πάλιν τὰ αὐτὰ καθίσματα, πλὴν μὴ παραπέμπεσθαι εἰς ἕτερα πρόσωπα. διὰ τοῦτο γὰρ ἡ βασιλεία ἡμῶν οὐδὲ μοναστήρια ὀνομάζει αὐτὰ, ἀλλ᾽ εὐκτήρια τοῦ χωρίου, ἔχοντα (ὡς εἴρηται) καὶ καλογήρους. ὅσα δὲ πάλιν ἀπὸ χωρίων καὶ τοῦ τοιούτου προσώπου συνέστησαν μοναστήρια, ἔφθαζον δὲ πολλοὶ τῶν πλησιαζόντων ἐν αὐτοῖς ἀποκαρῆναι, ἀφώρισάν τε καὶ τὰς οἰκείας ὑποστάσεις ἐκεῖ, καὶ γεγόνασι μετὰ ταῦτα μεγάλα καὶ εἰσὶν ἐν αὐτοῖς ἀνὰ ἡ ἢ ί ἢ καὶ ἐπέκεινα μοναχῶν, εἰ καὶ τάχα καὶ δίκαιον οὐκ ἐστὶν, ἀλλ᾽ οὖν εὐδοκοῦμεν εἶναι ταῦτα ὑπὸ τοὺς μητροπολίτας καὶ τοὺς ἐπισκό πους, καὶ μὴ διακωλύεσθαι τούτους τοῦ δωρεῖσθαι ἢ παραπέμπειν αὐτὰ ὅπου βούλονται· πλὴν εἴγε προεῖχον ἀλλὰ καὶ νῦν ἔχουσιν ἐπέκεινα τῶν ἡ ἢ ἱ μοναχῶν, καὶ ἰσχύουσι διὰ τῆς παρούσης αὐτοῖς εὐπορίας τούτους διοικεῖν. οὐδὲ γὰρ δύνανται νέας ἐπικτήσεις ποιεῖσθαι, κωλυθέντα πρότερον μὲν παρὰ τοῦ προπάππου ἡμῶν βασιλέως ῥωμανοῦ τοῦ γέροντος, νῦν δὲ παρὰ τῆς βασιλείας ἡμῶν. ἀπὸ γὰρ τῆς παρούσης διατάξεως καὶ πλείονας ἐὰν ἀφορίσωσιν εἰς αὐτὰ μοναχοὺς ἢ μητροπολῖται ἢ ἐπίσκοποι, διὰ τὸ τὴν βασιλείαν ἡμῶν ἄρτι διορίσασθαι μοναστήρια εἶναι τὰ ἐπέκεινα τῶν ἡ ἢ ί μοναχῶν ἔχοντα εἰ τάχα καὶ τὴν ἐξαρκοῦσαν τοῖς τοσούτοις μοναχοῖς γῆν ἔχουσιν, οὐ δεχόμεθα ταῦτα· ἀλλ᾽ ὡς εἰς ἀνακοινώσεις χωρίων γινόμενα εὐκτήρια λογιζόμεθα, οἷα καὶ προείπομεν, καὶ ὑπὸ τὰ χωρία πάλιν αὐτὰ ποιοῦμεν. τὰ δὲ ἰδιόστατα καὶ ὅσα μεγάλα μοναστήρια ἐκ παλαιοῦ ἦσαν, εἰ τάχα καὶ μοναχοὺς ἄρτι πολλοὺς οὐκ ἔχουσιν, ἀλλὰ τῇ ἀμελείᾳ τυχὸν τοῦ μητροπολίτου ἢ τοῦ ἐπισκόπου χωρὶς μοναχῶν εἰσι, διοριζόμεθα ταῦτα καὶ πάλιν ὑπὸ τὰς μητροπόλεις καὶ τὰς ἐπισκοπὰς εἶναι καὶ δωρεῖσθαι καὶ παραπέμπειν αὐτὰ τούς τε μητροπολίτας καὶ τοὺς ἐπισκόπους ὅπου καὶ ὅτε θέλουσιν. δ΄ 67. Πρὸς τούτοις θεσπίζομεν, μὴ εἶναι κατὰ τοῦ δημοσίου χρόνον τὸν ἀποκλείοντα τὸ ἴδιον αὐτοῦ δίκαιον, ἀλλ᾿ ἀνακαλεῖσθαι αὐτὸν τοῦτο ἀπὸ αὐγούστου καίσαρος, καὶ περὶ τὴν τούτου ἀνάληψιν δικαιοῦσθαι. πολλὰ γάρ εἰσι τὰ συνιστῶντα τοῦτον ἐκζητεῖν δι ὅλου τὰ ἴδια· πρῶτον μὲν τὸ μὴ δύνασθαι ἐξαρκεῖν τὸν κρατοῦντα τούτου βασιλέα πάντα ἐκεῖνον ἐπισκέπτεσθαι καὶ ἐπιτηρεῖν διὰ τὸ πολυάσχολον καὶ πολυφρόντιστον τοῦ κοινοῦ καὶ τὸ μυρίαις πανταχόθεν περιστοιχίζεσθαι φροντίσιν, ἔπειτα δὲ τὸ ἀνατιθέναι τὰ τούτου τοῖς ἐξερχομένοις εἰς τὰ θέματα. ὅθεν δῆλόν ἐστιν, ὡς ὅσα μὲν οἱ τοιοῦτοι καλῶς καὶ μετὰ δικαιοσύνης καὶ μὴ πρὸς περιγραφὴν τοῦ δημοσίου ποιήσουσι, βέβαια καὶ κεκυρωμένα ἔσονται· ὅσα δὲ παραλόγως καὶ πρὸς περιγραφὴν αὐτοῦ, ἀνίσχυρα μενοῦσι· μᾶλλον δὲ, εἰ χρή τι καὶ ὑπὲρ τοῦ δημοσίου εἰπεῖν, ὅταν ὁ βα- φι σιλεύειν λαχὼν βουληθείη, ἵν ἔχῃ ἐπ᾿ ἀδείας τὰ τοιαῦτα ζητεῖν καὶ ὡς ἀρεστὸν αὐτῷ ταῦτα διοικεῖν. ἄλλως τε καὶ οὐδὲ εὑρεθήσεται, ὡς ἀπερικόπως τεσσαρακονταετία διῆλθε καὶ οὐκ ἐξῆλθεν ἐπόπτης ἢ βασιλικὸς ζητήσων τὸ τοῦ δημοσίου δίκαιον. εἰ δὲ ὁ τοιοῦτος πρὸς σύστασιν καὶ τὸ ἀνακαλεῖσθαι τὰ τοῦ δημοσίου ἀποστελλόμενος δίκαια, αἰσχροκερδὴς καὶ δολερὸς εὑρισκόμενος, παρορᾷ μὲν τὸ ταῦτα ἐπιζητεῖν καὶ ἀναῤῥύεσθαι, πλεονεκτικῇ δὲ καὶ μοχθηρᾷ γνώμῃ προδότης μᾶλλον τῶν ἐκείνου δικαίων ἀναφανῇ, οὐδὲν παρὰ τοῦτο κατακριθήσεται ὁ δημόσιος ὁ μηδέποτε παυσάμενος τὸ ἑαυτοῦ δίκαιον ζητεῖν ο. καὶ τοῦτο ἐπ᾿ αὐτῶν τῶν ἔργων πρακτικῶς· εὗρεν ἡ βασιλεία μου, ὡς καὶ οἱ ἐπόπται καὶ οἱ ἄλλως προνοούμενοι τοῦ δημοσίου καὶ εἰς δουλείας ἀποστελλόμενοι μυρίους κατ᾿ αὐτοῦ τεχνάζονται δόλους, καὶ ὀλίγοι εὑρίσκονται οἱ τὰς προστάξεις ἡμῶν ἐκπληροῦντες. ε΄ 12. Ἐπὶ πᾶσι δὲ τοῖς εἰρημένοις καὶ τοῦτο θεσπίζομεν· εἰ τάχα καὶ νόμος παλαιός ἐστι, τοὺς πρωτοσπαθαρίους καὶ τοὺς ἀνωτέρω τούτων τῷ φονικῷ περιπίπτοντας μύσει μὴ ἀποθνήσκειν, ἀλλ᾿ ἀτιμοῦσθαι, πανθάνειν τε καὶ ἄλλα, ὅσα τῷ νόμῳ ἐκείνῳ διηγόρευται· ἀλλ᾽ οὖν τοὺς φανερῶς ἐλεγχομένους φονεῖς, καὶ τ δόλους ἢ συνωμοσίας ἢ συσκευὰς ἢ ἐπιθέσεις πρὸς τὸ μύσους ἄξιον τοῦτο ἔργον ποιοῦντας, ἢ τοὺς ὑπηρετουμένους αὐτοῖς παραπείθοντας καὶ τὸ πονηρὸν ἐκτελοῦντας τοῦτο, μηδὲν ἀπὸ τοῦ ἀξιώματος ὠφελεῖσθαι, ἀλλ᾽ ὡς ἀναξίους καὶ ἀτίμους κολάζεσθαι καὶ ἀποθνήσκειν. πλὴν τοῦτο λέγομεν γίνεσθαι, ὅταν ἡ συσκευὴ ἐκ μελέτης καὶ δόλου καὶ συνωμοσίας καὶ ἡ ἐπίθεσις ἀπὸ φανεροῦ καὶ ἀπὸ πονηρᾶς γνώμης ὑπάρχωσι, καὶ πᾶσι καταφανὲς εἴη, ὡς προτροπῇ καὶ συναινέσει καὶ εἰδήσει αὐτῶν εἴτε λαὸς συνέστη καὶ τὸν προβάντα φόνον ἐνήργησεν, εἴτε οἱ ὑπηρετούμενοι αὐτῶν διὰ τὴν προϋπάρξασαν μέσον αὐτῶν τε καὶ τοῦ φονευθέντος διαμάχην καὶ φιλονεικίαν τοῦτον ἐτέλεσαν, ἢ αὐτοὶ ἐκεῖνοι οἰκειοχείρως τὸ τοιοῦτον ἄθεσμον ἔργον εἰργάσαντο, ἢ ἄλλως γνωστοὺς αὐτοῖς καὶ φίλους παρέπεισαν τοῦτο διαπράξασθαι. 5΄. Ἐπὶ πᾶσι δὲ τοῖς ἀνωτέρω εἰρημένοις διοριζόμεθα καὶ τοῦτο. ἐπεὶ καὶ χρυσοβούλλια πολλὰ γεγόνασιν ἀφ᾽ οὗ ἡ βασιλεία ἡμῶν τῆς αὐτοκρατορικῆς ἐπέβη ἀρχῆς μέχρις οὗ ὁ πρόεδρος βασίλειος καὶ παρακοιμώμενος κατέβη, εἰς δὲ τοὺς τοιούτους χρόνους οὐ τὰ δοκοῦντα ἡμῖν ἐγίνετο, ἀλλ᾽ ἡ ἐκείνου ἐν πᾶσι θέλησις ἐνεργεῖτο καὶ πρόσταξις, παρακελευόμεθα τὰ ἐν ἐκείνοις τοῖς χρόνοις γενόμενα χρυσοβούλλια πάντα ἄκυρα μένειν καὶ ἀνενέργητα, ὅσα δηλονότι μὴ προεκομίσθησαν μετὰ τοῦτο τῇ βασιλείᾳ μου καὶ τὸ „ἐτηρήθη ἐν αὐτοῖς ἐγράφη. ἡ γὰρ βασιλεία ἡμῶν, ἡνίκα τὸν δηλωθέντα πρόεδρον καὶ παρακοιμώμενον κατεβίβασε, πρόσταξιν ἐξέθετο, ἵνα πάντες τὰ τοιαῦτα προκομίσωσι χρυσοβούλλια ὡς ἂν βεβαίωσιν δέξωνται, τοῦ „ἐτηρήθη οἰκειοχείρῳ ἡμῶν γραφῇ προστιθεμένου ἐν τοῖς τοιούτοις. ὅσα δὲ οὐ προεκομίσθησαν οὐδὲ ἐδέξαντο τὴν βεβαίωσιν, ἀκυρὰ καὶ ἀβέβαια ἔστωσαν ὡς νόθω καὶ ψευδῆ· εἰ γὰρ ἀληθῆ ἦσαν προεκομίσθησαν ἂν παρὰ τῶν ἐχόντων αὐτά. ζ΄ 82. Τελευταῖον δὲ καὶ τὸ περὶ τοῦ δικαίου τῶν πανηγύρεων στασιασθὲν βουλόμεθα τὴν προσήκουσαν τάξιν λαχεῖν. Ἐπεὶ γὰρ ἐδεήθησάν τινες διεγκαλοῦντες, ὡς ἔκπαλαι τῶν χρόνων ἐχόντων αὐτῶν πανήγυριν συνισταμένην ἐν τοῖς ἰδίοις τόποις, ἀφίστανται τούτων καὶ ἀναχωροῦσιν οἱ τὴν πανήγυριν συνιστῶντες πραγματευταὶ, καὶ τοὺς μὲν παλαιοὺς δεσπότας τῆς πανηγύρεως ἐρήμους καταλιμπάνουσιν, ἐν δὲ τοῖς τόποις τῶν ὑποδεχομένων αὐτοὺς καινίζουσι τὴν πανήγυριν· κελεύομεν, εἴπερ ποτὲ τοιοῦτόν τι γένηται, εἰ μὲν ἀθρόον πάντες καὶ ὁμοθυμαδὸν οἱ πανηγυρισταὶ καὶ ἔμποροι οἵ τε αὐτόχθονες καὶ οἱ ἐπήλυδες ἀφίστανται μὲν ἀπὸ τοῦ παλαιοῦ δεσπότου τῆς πανηγύρεως, προσέρχονται δὲ ἑτέροις τόποις καινίζοντες τὴν πανήγυριν, ἔχειν αὐτοὺς τὸ ἀκώλυτον καὶ ἐλεύθερον, καὶ ὡς ἂν δὴ βούλονται διενεργεῖν τῆς πανηγύρεως τοπικὴν μετάθεσιν, μὴ βιαζομένους πάντως, ἀλλ᾽ ἑκουσίως καὶ αὐθαιρέτως πρὸς τοῦτο φερομένους. εἰ δὲ διάστασις ἐν τοῖς πανηγυρισταῖς γένηται, καὶ οἱ μὲν αἱροῦνται εἶναι ἐν οἷς τόποις ἐπανηγύριζον καὶ πρότερον, οἱ δὲ τούτων ἀφίστανται καὶ πρὸς ἑτέρους μεθίστανται, τηνικαῦτα τὸ διαφέρον τῇ ἀρχαιότητι κρατεῖν, καὶ τοὺς ἀφισταμένους μᾶλλον ὁποῖοι ἄν τινες καὶ εἶεν συνελαύνεσθαι πρὸς τὴν ἕνωσιν τῶν αἱρουμένων, καὶ κρατεῖν τὸ παλαιὸν τοῦ τόπου προνόμιον. καὶ ἐπεὶ αἱ μεταστάσεις ἤτοι μεταθέσεις τῶν πανηγύρεων τετραχῶς τὴν διαίρεσιν δέχονται (ἢ γὰρ ἀπὸ δυνατῶν εἰς δυνατοὺς εἰώθασι μετατίθεσθαι, ἢ ἀπὸ ἀδυνάτων εἰς ἀδυνάτους, ἢ ἀπὸ δυνατῶν εἰς ἀδυνάτους, ἢ ἀπὸ ἀδυνάτων εἰς δυνατοὺς, τὰ μὲν ἤδη προθεσπισθέντα ἐπὶ τῶν τριῶν πρώτων καὶ μόνων τὴν ἰσχὺν ἕξει θεμάτων, ἤτοι ἐπί τε τῶν ἐκ δυνατῶν εἰς δυνατοὺς μεταθέσεων καὶ ἀπὸ ἀδυνάτων εἰς ἀδυνάτους καὶ ἀπὸ δυνατῶν εἰς ἀδυνάτους. τὸ γὰρ τέταρτον κεφάλαιον ἰδικωτέρας καὶ φιλανθρωποτέρας τεύξεται τῆς ἡμετέρας ἑρμηνείας· ἐπεὶ γὰρ εὐχέρεια τοῖς δυνατοῖς πολλή τίς ἐστι πρὸς τὸ τὰς πανηγύρεις ἀπὸ τῶν δικαίων τῶν ἀδυνάτων ἀποσπᾶσθαι, θεσπίζομεν ἐν τούτῳ τῷ κεφαλαίῳ μὴ ἄλλως τοῦτο παραχωρεῖν γίνεσθαι, ἤγουν τὴν ἀπὸ τῶν ἀδυνάτων εἰς δυνατοὺς τῆς πανηγύρεως μετάθεσιν, εἰ μὴ ὁμοθυμαδὸν ἀναχωρεῖ ἅπασα ἑκουσίως καὶ ἐκεῖσε μεθίσταται ἔνθα καὶ πρότερον καὶ ἐκ παλαιοῦ συνίστατο· ὡς συντρέχειν ἐνταῦθα τὰ δύο εὔλογα, τὸ τε τῆς ἀρχαιότητος δίκαιον καὶ τὴν τοῦ παντὸς πλήθους σύῤῥοιάν τε καὶ σύμπνοιαν. καὶ γὰρ, εἰ τάχα ἐν τοῖς ἄλλοις τρισὶ θέμασι καὶ τὸ ἓν εὔλογον ὂν μόνον οἶδεν ἀρκεῖν, οἷον μόνην τὴν σύμπνοιαν ὅτε ἅπασα μεθίσταται ἡ πανήγυρις, ἢ μόνην τὴν ἀρχαιότητα διϊσταμένης δηλονότι καὶ διατεμνομένης εἰς δύο τῆς πανηγύρεως, ἀλλ᾽ ἐπὶ τοῦ τετάρτου τοῦδε κεφαλαίου τὴν τῶν δύο εὐλόγων συνέλευσιν εἶναι κελεύομεν ἐπὶ τῷ κρατεῖν τὴν ἀπὸ ἀδυνάτων εἰς δυνατοὺς μετάθεσιν τῶν πανηγύρεων, τήν τε ῥηθεῖσαν τοῦ παντὸς σύμπνοιαν καὶ τὸ τῆς ἀρχαιότητος δίκαιον· τοῖς πένησι πάντη χεῖρα βοηθὸν ὀρέγοντες καὶ τὸ περιὸν τῆς δυνάμεως τῶν δυνατῶν ἀναστέλλοντες, ὃ καὶ τῷ μακαρίτῃ πάππῳ ἡμῶν βασιλεῖ κυρῷ ῥωμανῷ τῷ γέροντι μεμερίμνηται πάλαι ἄριστα ἐπὶ ταῖς τῶν ἀκινήτων δικαίων τῶν ἀδυνάτων πρὸς δυνατοὺς ἐκποιήσεσιν.