IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio I

JGR III 1.12Imp. Tiberii de divinis domibus. (Inter 578-582.)

Περὶ τῶν θείων οἰκιῶν. Ἐν ὀνόματι τοῦ δεσπότου ἰησοῦ χριστοῦ τοῦ θεοῦ ἡμῶν αὐτοκράτωρ καῖσαρ φλάβιος τιβέριος κωνσταντῖνος πιστὸς ἐν χριστῷ ἡμερώτατος μέγιστος εὐεργέτης εἰρηνικὸς ἀλαμανικὸς γοτθικὸς φραγγικὸς γερμανικὸς ἀλανικὸς οὐανδαλικὸς ἀφρικὸς εὐσεβὴς εὐτυχὴς ἔνδοξος νικητὴς τροπαιοῦχος ἀεισέβαστος αὔγουστος τῇ ἱερωτάτῃ συγκλήτῳ.

Abrir no leitor do IusCommune →

0

pr.Βασιλείας γνώρισμα θεῷ τε πρέπον ἀνθρώποις τε συγγενὲς᾽ ἡγούμενοι τοὺς δεομένους εὖ ποιεῖν, τὰς ἀδικίας τε ἐκκόπτειν, ὅσα τε τοῖς ὑπηκόοις χρήσιμα βουλεύεσθαί τε καὶ πράττειν, ἡμέρας ὡς εἰπεῖν ἁπάσης καὶ νυκτὸς οὐδὲν ἔμπροσθεν τῆς περὶ ταῦτα πεποιήμεθα σπουδῆς, ἐξ οὗ τῆς πολιτείας ἡμῖν τὸ κράτος δέδωκεν ὁ θεός. ἔνθεν τοι πολλῶν ἡμῖν διαφόρως προσεληλυθότων, τῶν τε ἐπὶ τῆς ἐνδόξου ταύτης πόλεως οἰκούντων, τῶν τε ἐξ ἁπασῶν σχεδὸν τῶν ὑπηκόων τας 0314 ἐπαρχιῶν, κτήσεις τινὰς ἢ οἰκήσεις βασιλικὰς περὶ τῶν οὔσας ἐχόντων, πράγμασί τε ἑτέροις καὶ δίκαις περιβεβλημένων, ποικίλων ἀδικημάτων προσαγγελλόντων τρόπους παρά τε προ - νοητῶν καὶ χαρτουλαρίων καὶ μισθωτῶν καὶ τῶν ἄλλως προσηκόντων ταῖς βασιλικαῖς οἰκίαις κατ᾿ αὐτῶν ἁμαρτάνεσθαι· τῶν· φέρεσθαι δυναμένων πραγμάτων, ἔστι δὲ ὅπη κτήσεως καὶ γηδίων καὶ γεωργῶν ἀφαιρέσεις ὀδυρομένων· τῷ δὲ ἐνεργολαβεῖσθαι παρ᾽ αὐτῶν προστασίαν ἄλογον τοῖς ἀλλοτρίοις χω - ρίοις τε καὶ ἀγροῖς ἀπονεμόντων, σανίδας τε βασιλικὰς ἢ σήμαντρα ἐπιτιθέντων, καὶ ἁπλῶς εἰπεῖν τὰ μὴ προσήκοντα οἰκειουμένων· τάς τε πρὸς ἑτέρους ἀμφισβητήσεις παραλόγους ἀναδεχομένων, καὶ τοὺς τε ἀνάγειν βουλομένους μηδὲ τῶν οἰκείων ὀφλημάτων ἀπολαύειν συγχωρούντων, τοῖς τε ἐναγο - μένοις δίκης χωρὶς καὶ σὺν βίᾳ τὰς ἀπαιτήσεις ἐπαγόντων ἀκρίτως· τινὰς δὲ καὶ χρεῶν συγγραφὰς εἰς τὰς αὐτὰς θείας οἰκίας συνθεῖναι στρεβλουμένους παρασκευαζόντων, συμβολαίοις τε ἀλλοτρίοις ὠνῶν ἢ δωρεῶν εἰ τύχοι παρεμβαλλόντων εἰς τὴν τῶν ἑτέροις ὀφειλομένων περιγραφήν· τὰ μὲν, ὅσα εἰς ἡμετέρας σ ἦλθεν ἀκοὰς, εὖ διατεθείκαμεν, τοῖς μὲν ἀποδοθῆναι τὰ ἀφῃρημένα κελεύσαντες, τάς τε ἀλόγους προστασίας εἴρξαντες, τοῖς δὲ τὰς εὐθύνας ἀφέντες, καὶ τὰ γραμματεῖα τῶν χρεῶν ἄκυρα καταστήσαντες, τάς τε ἐπὶ τοῖς συναλλάγμασι γενομένας περινοίας κεκωλυκότες, τοῖς νόμοις καὶ τῷ δικαίῳ τῆς ἡμετέρας εὐσεβείας σκοπῷ καὶ τοὺς τῶν βασιλικῶν οἴκων προνοητὰς ἀκολουθῆσαι προστεταχότες. ἐπειδὴ δὲ οὐχ οἷόν τε ἦν καὶ τοὺς ἔξω καὶ πόῤῥωθεν ἅπαντας εἰς ταὐτὸν ἐνθάδε συνελθεῖν, ἡμῖν τε ἕκαστα ἁπανταχοῦ κατὰ τοῦτον πεπραγμένα τὸν τρόπον φανερὰ καταστῆσαι, νόμῳ σαφεῖ τὰ περὶ τούτων διορίσαι συνείδομεν, ὡς μὴ μόνον τοῖς ἐφ᾽ ἡμῖν, ἀλλὰ καὶ τοῖς ἐς ὕστερον ἀνθρώποις τὰ τῆς ἡμετέρας δικαιοσύνης γενέσθαι κατάδηλα, καὶ ὡς οὐδὲ τῶν βασιλικῶν ἡμῶν οἴκων ἢ τῶν τούτοις ἐφεστώτων εἴ τί περ ἀδικοῖεν φειδόμεθα, εὐπορίαν τε καὶ εὐδαιμονίαν ἡμετέραν ἡγούμεθα τὴν τῶν ὑπηκόων εὐπάθειαν, οὐδέν τε τὰς αὐτῶν περιουσίας, ὅσα γε εἰς πρόνοιαν, τῶν βασιλικῶν διεστάναι, ἐπεὶ μηδὲ τὰ τῶν θείων οἴκων πράγματα μόνοις ἡμῖν, κοινὰ δὲ τοῦ καθ᾽ ἡμᾶς πολιτεύματος ἐννοεῖσθαι προσήκει.

1

pr.Θεσπίζομεν τοίνυν, μηδένα τῶν ἐνδοξοτάτων ἢ μεγαλο πρεπεστάτων κουρατώρων τῶν θείων ἡμῶν ἢ τῆς εὐσεβεστάτης βασιλίδος οἴκων, οἷς συναριθμητέον τήν τε πατριμωναλικὴν τήν τε τῶν νέων ἐκκλησιῶν προεστῶσαν βασιλικὴν οἰκίαν, ἢ χαρτουλαρίων αὐτῶν ἢ προνοητῶν ἢ μισθωτῶν ἢ ἄλλων τῶν Ηταῖς θείαις αὐταῖς προσηκόντων οἰκίαις θαῤῥεῖν τοῦ λοιποῦ σανίδας τὴν ἡμετέραν προσηγορίαν φερούσας ἢ εἰκόνας ἢ χαρακτήρας βασιλικοὺς ἀλλοτρίοις οἴκοις ἢ χωρίοις ἐπιτιθέναι ἢ σήμαντρα κινητοῖς πράγμασι τελευτώντων ἢ περιόντων, ἢ γεωργοὺς ἑτέρων ὑποδέχεσθαι, ἢ καταθέσεις τινὰς παρασκευάζειν ποιεῖσθαι εἰς τὴν βασιλικὴν οἰκίαν αὐτοὺς ἢ καὶ τὰς αὐτῶν προσόδους μεταφερούσας, μηδὲ εἰ μοῖράν τινα συμβαίη τῶν αὐτῶν οἰκήσεων ἢ χωρίων ἢ πραγμάτων ἢ γεωργῶν τοῖς τῶν θείων οἴκων προσήκειν δικαίοις, ὡς ἂν μὴ ταύτην ἔχοιεν τῆς κατὰ τῶν συγκεκτημένων ἐπηρείας τὴν πρόφασιν.

2

pr.᾿Αλλὰ καὶ εἴ τινας γεωργοὺς ὑπὸ τὴν ἑτέρων τυγχάνοντας νομὴν νῦν ἔχοντες φανεῖεν ἢ καταθέσεις οἵας ἔφαμεν εἰληφότες, καὶ αὐτοὺς ἀποδοθῆναι τοὺς γεωργοὺς καὶ τὰς καταθέσεις αὐτῶν ἀκύρους καταστῆναι κελεύομεν. εἰ δὲ περὶ τούτων ἢ καί τινων συμβολαίων πρὸς ἑτέρους ἐναγωγὴν ἔχειν Γ λέγοιεν, μηδαμῶς τὸν ἐναγόμενον παρ᾽ αὐτοῖς ἕλκειν δικαστάς (τῶν οἰκείων ὑποθέσεων καθεδεῖσθαι (τοῦτο ὅπερ τῶν ἀτο• πωτάτων τε καὶ παρανομωτάτων ἡγούμεθα), ἐξῇ δὲ αὐτοῖς ὑπὸ τῷ προσφόρῳ δικαστῇ, ὑφ᾽ ὃν ἂν οἱ τὰς εὐθύνας ὑφιστάμενοι τελοῖεν, τὴν δίκην κινεῖν καὶ τῶν δικαίων τυγχάνειν. εἰ δὲ καὶ αὐτοὺς τοὺς ἐνδοξοτάτους καὶ μεγαλοπρεπεστάτους κουράτωρας ὀνόματι τῶν παρ᾽ αὐτῶν προνοουμένων θείων οἴκων ὑφ᾽ ἑτέρων ἐνάγεσθαι συμβαίη, εἰ μὲν ἐνθάδε τὰ τῆς ἐναγωγῆς κινοῖτο, κοινῇ γνώμῃ τοῦ τε ἐγκαλοῦντος καὶ τοῦ τῆς θείας οἰκίας κουράτωρος ἕνα τῶν ἐνδοξοτάτων ἡμῶν ἀρχόντων ἐπιλεγῆναι πρὸς τὴν τοῦ πράγματος ἐξέτασίν τε καὶ κρίσιν, καὶ ἀμφισβητήσεως οἷα εἰκὸς εἰς τοῦτο γινομένης τῆς βασιλείας δεῖσθαι καὶ τὸν ἐκεῖθεν διδόμενον προσδέχεσθαι δικαστήν· εἰ δὲ ἐπὶ χώρας, τὸν ταύτης ἡγούμενον τὴν τῆς ὑποθέσεως παραλαμβάνειν ἀκρόασιν. εἰ δέ γε τῇ τῶν βασιλικῶν πραγμάτων προφάσει τῶν χαρτουλαρίων τὶς ἢ ἐμφυτευτῶν ἢ μισθωτῶν ἢ καὶ γεωργὸς ἐνάγοιτο, ἄδειὰν ἔχειν τὸν ἐγκαλοῦντα εἴ γε βούλοιτο ὑπ᾽ αὐτῷ τῷ τῆς θείας οἰκίας κουράτωρι, ἢ εἴπερ ὑπόπτως ἔχει πρὸς αὐτὸν, ἐν γοῦν ἑτέρῳ δικαστηρίῳ τῷ κοινῇ δοκοῦντι, ἢ καὶ τῷ θείᾳ κελεύσει αὐτῶν κἀνταῦθα κρατούντῶν. εἴπερ ἐν ἐπαρ- την δι χίαις τὰ τῶν ἀμφισβητήσεων τούτων κινοῖτο, τῆς κατὰ χώραν ἀρχῆς τὴν ἀκρόασιν παραλαμβανούσης. τῶν ἤδη πεπορισμένων ταῖς αὐταῖς θείαις οἰκίαις προνομίων οὐκ ἐπὶ τούτοις, ἐπὶ δέ γε τοῖς τῶν δικῶν δαπανήμασι φυλαττομένων, ὑπέρ τε τῶν Γ λεγομένων ἰνδουκέντων ἀναγνωσίμων τε ἐκδοσίμων καὶ τῶν ἄλλων τῶν περὶ τὰς δίκας δαπανημάτων, ὡς μηδένα θαῤῥεῖν τὸ τεταγμένον τούτων ὑπερβαίνειν μέτρον, ἀρκεῖσθαι δὲ τούτῳ τοὺς τῶν δικαστηρίων ὑπηρέτας. ἀδείας οὔσης καὶ τοῖς τὰς δίκας πρὸς τὰς αὐτὰς θείας οἰκίας ἢ τοὺς αὐτῶν κουράτωρας ἢ προνοητὰς ἢ μισθωτὰς ἢ χαρτουλαρίους ἢ γεωργοὺς λέγουσι ταῖς αὐταῖς προνομίαις χρῆσθαι, ὡς μηδὲ εἰς τοῦτο γοῦν πλεονεκτούμενοι φαίνοιντο, κατὰ τοῦτο δὴ τὸ τοῖς ἡμετέροις διωρισμένον νόμοις.

3

pr.Ἐπειδὴ δὲ ἴσμεν καί τινας ἀποστερεῖν τῶν οἰκείων ἐ· ὀφλημάτων βουλομένους πραγμάτων οἰκείων τοῖς χρεώσταις ὑποκειμένων ὠνὰς ἢ δωρεὰς ἢ ἕτερα συμβόλαια πρὸς ἐνίας τῶν ἡμετέρων οἰκιῶν ποιουμένους, καὶ διὰ μέσων αὐτῶν εἰς ἑτέρους τῶν συγγενῶν ἢ συνήθων παρασκευάζοντας κατά τινα συναλλάγματος μεταφέρεσθαι τρόπον, ὡς ταύτῃ τὰς ὑποθήκας ἐλε εινῶς τοῖς τὰ οἰκεῖα προϊεμένοις χρήματα σχεδὸν ἀναιρεῖσθαι, μηδὲ τοῦ προεστῶτος τῆς θείας οἰκίας δι οὗ ταῦτα πεπράχθαι λέγεται διὰ τὴν οὖσαν αὐτῷ δύναμιν τὴν ὑπὲρ τούτων ἐναγωγὴν ὑποδεχομένου, καὶ τοῦ τὸ πρᾶγμα εἰληφότος τὸ πρὸς θείαν οἰκίαν συνάλλαγμα προτεινομένου καὶ κατὰ τὴν δεδομένην αὐτῇ προνομίαν ἐγκαλεῖσθαι παρ᾽ οὐδενὸς ἀξιοῦντος· τινὰς δὲ οἴκους ἢ τόπους ἢ καὶ ἐργαστήρια μιᾶς τῶν θείων οἰκιῶν ἐπὶ μείζονι ἢ καὶ τῷ τυχόντι μισθῷ παραλαμβάνοντας, τῇ ἐκεῖθέν τε ἰσχύϊ χρωμένους τοῖς χρησταῖς ἢ καὶ τοῖς τὰς εὐθύνας αὐτοῖς ἐπάγουσιν ἐπηρεάζειν· εἴργοντες καὶ ταύτῃ κελεύομεν, μηδένα τοῦ λοιποῦ τῇ κατὰ τῶν οἰκείων δανειστῶν περινοίᾳ χρῆσθαι τολμᾶν καὶ διὰ μέσης θείας οἰκίας πρὸς ἕτερον δωρεάν συνάλλαγμα πράττειν, ὡς οὐδὲν τῆς οἰκείας πονηρίας ὠφεληθησόμενον, τοῦ πράγματος ἔνθα ἂν τύχοι καθεστῶτος εἴτε παρὰ τῇ θείᾳ οἰκίᾳ εἴτε παρ'᾽ ἑτέρῳ τινὶ οὐδὲν ἦττον ἐκδικουμένου, (πάντων τε ἐπ᾿ ἀκεραίῳ τῷ τὰς εὐθύνας ἢ καὶ ὑποθήκας ἔχοντι φυλαττομένων ὡς οὐδενὸς ἐπ᾿ αὐτῷ μεταξὺ προεληλυθότος· πρὸς τῷ καὶ εἴ τι ταύτης ἕνεκα τῆς περινοίας τῇ αὐτῇ θείᾳ οἰκίᾳ ἢ τῷ ταύτης προνοοῦντι θεραπείας τρόπῳ δεδόσθαι συμβαίη, ἐκπεσεῖν τούτου τὸν δόντα καὶ τῆς παρανομίας ταύτην εἰ καὶ τῆς ἀξίας ἥττονα λαβεῖν ἀμοιβήν.

4

pr.᾿Αλλ᾽ οὐδ᾽ ἐνοίκους τῶν ταῖς βασιλικαῖς οἰκίαις προσηκόντων οἰκημάτων, οὐδὲ γεωργοὺς ἀλλοτρίους ἢ ἑτερόν τινα τῶν πάντων ἐνεργολαβεῖν τοὺς τῶν θείων οἴκων προεστῶτας· καὶ προστασίαν αὐτοῖς ἀπονέμειν, ἢ τὸ λεγόμενον πατρωνίκιον. ἀπὸ χωρίων τινῶν ἐλευθερικῶν ἢ ἐξακτωρικῶν ἢ βουλευτικῶν ἢ ἑτέροις ὅλως προσηκόντων λαμβάνειν, ἀποστῆναι δὲ τούτων ἁπάντων. καὶ εἴ τινες ἤδη σανίδες ἢ χαρακτῆρες βασιλικοὶ τοιούτοις ἐπιτέθεινται χωρίοις ἢ οἴκοις ἢ ἐργαστηρίοις ἢ τόποις, ταῦτα καθελεῖν ἢ καὶ ὑφ᾽ ἑτέρων καθαιρουμένων μηδαμῶς ἀντιλέγειν, ὡς καθ᾽ ἡμετέραν τούτου κέλευσιν γινομένου. τὰς δὲ ἡσυχίας ἄγειν, καὶ συγχωρεῖν τὰς κατὰ τῶν ἐνοίκων τῶν τε ὁπωσοῦν ὑπευθύνων ἐναγωγὰς ἐν τοῖς προσφόροις κινεῖσθαι δικαστηρίοις, μηδεμίαν τε πάροδον ἔχειν πρὸς τὰς ἀλλοτρίας δίκας ἢ πράγματα ἢ δίκαια ἢ χωρία ἢ τοὺς τούτων γεωργοὺς, μηδὲ ἐκχωρεῖσθαι κατά τινων ἀγωγὰς, ταύτας τε οἰκειοῦσθαι καὶ ἐγκαλεῖν ἑτέροις ὡς δὴ ὑπευθύνοις ταῖς τοιαύταις ἀγωγαῖς καθεστῶσι. καὶ τοῦτον γὰρ τὸν τρόπον τῆς ἀδικίας παντοίως ἀναιρεθῆναι κελεύομεν, εἰ καὶ δωρεᾶς τρόπῳ τὰς τοιαύτας· ἀγωγὰς ὁ τούτων κύριος εἰς ἡμᾶς καὶ τὰς θείας ἡμῶν οἰκίας ποιούμενος φαίνοιτο, δίκαιά τε νενομισμένα ὀφλήματα ἔχειν λέγοιτο, ὡς ἂν μὴ τῇ σκήψει ταύτῃ καί τι παρανομίας ἐχόμενον καθ᾽ ἑτέρων ἀπαντήσῃ. ἡμῖν γὰρ οὐδὲ δωρεῶν τοιούτων μέλει, οὔτε συκοφαντίας δόξαν ἀποφέρεσθαι τοὺς τῶν θείων ἡμῶν οἴκων προνοητὰς βουλόμεθα, οἱ γε καὶ τὰ ἡμέτερα τοῖς ὑποτελέσι δωρούμενοι ἡμέρας ὡς εἰπεῖν ἑκάστης, κινητῶν τε καὶ ἀκινήτων πολλῶν πραγμάτων, χρημάτων τε πλῆθος σχεδὸν ἅπασι φιλοτιμούμενοι. ἀδείας οὔσης τῷ βουλομένῳ ἃς ἔχειν φησὶν ἀγωγὰς τοῖς ὑπευθύνοις κατὰ τὴν ἐπὶ τούτῳ κρατοῦσαν ἀκόλουθον κινεῖν τάξιν, μηδενὸς τῶν ταῖς βασιλικαῖς οἰκίαις ἐφεστώτων παρεμβάλλοντος, ἡνίκα δὲ τὰ οἰκεῖα κατὰ τὸν νόμον ἀπολάβοι, ταῦτα καθ᾽ ὃν ἂν ἐθέλοι διατιθέναι τρόπον. αὐτὰς γὰρ τὰς τῶν ἀγωγῶν ἐκχωρήσεις περινοίας τε καὶ συκοφαντίας Γ αἰτίαν ἐχούσας μισοῦμέν τε ἅμα καὶ ἀποστρεφόμεθα, ὥστε καὶ εἴ τινες τοιαῦται εἰς τοὺς αὐτοὺς θείους οἴκους ἤδη συγγεγράφαται, ταύτας ἀκύρους καθιστῶμεν, οὐδεμίαν ἀπαίτησιν ἔχειν αὐτὰς συγχωροῦντες, ἐλευθεροῦντές τε τῶν ἐντεῦθεν ἀγωγῶν τοὺς καθ᾽ οὓς γεγόνασι, ποινήν τε ταύτην ἐπιτιθέντες τοῖς τὰς ἐκχωρήσεις ταύτας πεποιηκέναι τεθαῤῥηκόσιν.

5

pr.Εἰ δὲ καὶ αὐτῶν τῶν βασιλικῶν οἴκων οἱ προεστῶτες ἢ χαρτουλάριοι ἢ ἐμφυτευταὶ ἢ μισθωταὶ ἢ διοικηταὶ ἢ ἄλλως αὐτοῖς διαφέροντες ὑπὲρ πραγμάτων ἰδίᾳ προσηκόντων αὐτοῖς ὑπό τινων ἐγκαλοῖντο τοῖς προσφόροις ἄρχουσιν, αὐτοὺς ἑτοίμως ὑπακούειν κελεύομεν, τάς τε εὐθύνας παρ᾽ αὐτοῖς ὑποδέχεσθαι κατὰ τὴν τοῦ νόμου προϊοῦσαν τάξιν καὶ τοῖς ἐκεῖθεν ἐκβιβασμοῖς εἴκειν ὡς οὐδὲν ταῖς θείαις οἰκίαις προσήκοντας, ὡς μὴ τῇ δυνάμει ταύτῃ τοῖς κατ᾿ αὐτῶν ἔχουσι τὰς ἐναγωγὰς ἐπηρεάζειν δοκοῖεν, ἀποστερεῖν τε τὰ παρ᾽ αὐτῶν ὀφειλόμενα. οὕτω δὲ ἄρα τῶν τοιούτων ἀδικημάτων τὰς θείας ἡμῶν οἰκίας ἀλλοτριῶσαι συνορῶμεν, ὅτι οὐδὲ τὰς ἤδη παρὰ τοῖς τούτων μεγαλοπρεπεστάτοις ἢ ἐνδοξοτάτοις κουράτωρσι κεκινημένας ὑποθέσεις εἴτε ἐν γράμμασιν εἴτε καὶ γραμμάτων χωρὶς ἔτι ποῤῥωτέρω προβαίνειν συγχωροῦμεν, εἰ μὴ μέρος ἑκάτερον Γ ἑκοντὶ τοῦτο πράττειν ἕλοιτο. θατέρου δὲ μὴ βουλομένου, ἕνα τῶν ἡμετέρων ἀρχόντων, ἐφ᾽ ᾧπερ ἂν τὰ μέρη συμβαῖεν ἢ καὶ ὃν ἂν ἡμεῖς ἀπονείμωμεν κατὰ τοῦτο δὴ τὸ παρ᾽ ἡμῶν ἀρτίως διατεταγμένον, τὴν παρ᾽ ᾧτινιοῦν τούτων ἐξεταζομένην ὑπόθεσιν παραλαβεῖν, τά τε οἷα εἰκὸς ἐπ᾿ αὐτῇ πεπραγμένα, τῶν ἐφεξῆς τε ἀκροᾶσθαι καὶ τὰ νενομισμένα τυπῶσαι. 5΄. Κἀκεῖνό γε μὴν διορίσαι συνείδομεν τὸ τῶν συνωνῶν τε καὶ μετάτων καὶ ἀγγαρειῶν καὶ ὁδοστρωσιῶν καὶ γεφυρῶν καὶ διαγραφῶν καὶ ἐπιβολῶν, ὡς ἂν μὴ καὶ ταῦτα ἀδιάκριτα μείνοι, ἀκόλουθος δέ τις τῷ ἡμετέρῳ δικαιοτάτῳ σκοπῷ καὶ ἐπ αὐτοῖς διατύπωσις προέλθοι. τῶν γὰρ προνομίων τῶν ἐκ παλαιοῦ ταῖς βασιλικαῖς οἰκίαις πεπορισμένων τούτων αὐτὰς ἐξαιρουμένων, ὀρθῶς ἡμῖν παρέστη χρειώδη τε καὶ ἀναγκαίαν ἐπιθεῖναι τῷ πράγματι τάξιν. εἰ μὲν γὰρ βασιλέως στρατευμάτων τῶν ἐπὶ βαρβάρους ἐκπεμπομένων πάροδον, ἢ καὶ καθ'᾽ ἡμετέραν κέλευσιν εὐετηρίας ἕνεκα τῆς ἐνδόξου ταύτης πόλεως ἢ καὶ ἑτέρων προφάσεων χάριν συνωνήν τινα εἰδῶν γενέσθαι συμβαίη,· τούτοις ἅπασιν οὐ μόνον τοὺς ἄλλους ὑποτελεῖς, ἀλλὰ γὰρ δὴ καὶ τὰς τῶν βασιλικῶν οἴκων κτήσεις καὶ οἰκήσεις ὑποκεῖσθαι βουλόμεθα. τῶν δὲ αἰτιῶν τούτων χωρὶς οὐδὲ τὰς θείας οἰκίας οὐδὲ ἕτερόν τινα τῶν ὑποτελῶν ἐνοχλεῖσθαι κελεύομεν, οὐδὲ σὺν ἀνάγκῃ τοιοῦτό τι γενέσθαι συγχωροῦμεν.