IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio I

JGR III 1.11Imp. Tiberii I de relevatione publicorum. (Α. 575.)

Περὶ κουφισμῶν δημοσίων.

Abrir no leitor do IusCommune →

0

pr.Μέγιστα τῶν ἐν ἀνθρώποις ἐστὶν ἀγαθὰ δικαιοσύνη τε καὶ φιλανθρωπία, ἡ μὲν τὸ ἴσον ἑκάστῳ νέμουσα καὶ τῶν ἀλλοτρίων οὐκ ἐφιεμένη, ἡ δὲ πρὸς ἔλεον τρέχουσα καὶ χρεῶν τοὺς δεομένους ἐλευθεροῦσα δυσκόλων. ταῦτα τὴν βασιλείαν οἶδε κοσμεῖν καὶ ἀσφαλεῖν, καὶ τὸ πολίτευμα « διασώζειν, καὶ τὸν ἀνθρώπινον καλῶς διακυβερνᾶν βίον. ὅθεν καὶ ἡμῖν ἐκ θεοῦ τὰ σκῆπτρα λαβοῦσι γίνεται περισπούδαστον ἐκ τούτων δὴ τῶν ἀγαθῶν διαφαίνεσθαι πράξεων, ἵνα τὸ χρήσιμον τοῖς ὑπηκόοις παρέχοντες τὴν ἐξ ἀρετῆς τε καὶ δόξης ἔχοιμεν ἀμοιβήν. ἴσμεν τοίνυν τὰς ἐπαλλήλους τε καὶ πολυτρόπους τῶν ἀνθρώπων φθορὰς εἰς τοσοῦτον τὰς κτήσεις καταγαγεῖν ἀπορίας, μὡς μηδὲ προσόδους εἰσάγειν δύνασθαι τοῖς κεκτημένοις, μηδὲ μὴν τοὺς τῶν δημοσίων αὐταρκῶς εἰσκομίζειν φόρους, καὶ ταῦτα στρατιωτικῆς τε καὶ τῆς ἄλλης κατὰ τὸ ἀναγκαῖον προϊούσης ἐπικειμένης δαπάνης, καὶ σφόδρα συνωθούσης ἡμᾶς πολλοῖς περιῤῥεομένους πολέμοις συχνὰς ποιεῖσθαι χρημάτων τὰς ἐπι· Α δόσεις. ἐμεριμνήσαμεν οὖν ἱκανῶς, πῶς ἂν γένοιτο καὶ τὴν χρείαν πληρῶσαι καὶ τῶν ὑπηκόων τὴν ἔνδειαν θεραπεῦσαι, πρὸς πολλά τε μεριζομένης ἡμῖν τῆς περὶ ταῦτα γνώμης, ἐκράτησεν ὅμως τὸ μᾶλλον πρὸς φιλανθρωπίαν ἰδεῖν, καὶ τῆς ἀρεσκούσης θεῷ μεταδοῦναι τοῖς ὑποτελέσι βοηθείας, τὸ δὲ Η λοιπὸν τοῖς κοινοῖς δαπανήμασιν ἐκ τῶν βασιλικῶν ἀντεισαγαγεῖν θησαυρῶν. α. ᾿Αναθέντες τοιγαροῦν καὶ ταύτην ἡμῶν τὴν φροντίδα τῷ δεσπότῃ χριστῷ, καὶ πρέποντα πράττοντες ταῖς παρούσαις τῆς μεγάλης ἑορτῆς ἡμέραις τοῦ σωτηριώδους πάθους καὶ τῆς Κἁγίας αὐτοῦ ἀναστάσεως, προσάγομεν ὑπὲρ πολιτεύματος εἰκότως αὐτῷ καὶ τὴν ἐπὶ τοῦ παρόντος δωρεάν, δι ἧς concedimus γεωργοῖς τε καὶ συντελεσταῖς ἅπασι (ταὐτὸν δὲ ἐστιν εἰπεῖν τοῖς τῶν χωρίων κυρίοις) integrum unum canonem τῶν δημοσίων φόρων, αὐτῆς εἰς quadriennium διαιρουμένης, τουτγέστι τῆς μὲν εἰσελευσομένης ἐννάτης ἐπινεμήσεως τετάρτην τούτου μοῖραν, τῆς δὲ μετὰ ταύτην δεκάτης τοσοῦτον ἕτερον μέρος, ὁμοίως καὶ τῆς ἑνδεκάτης· ἐπινεμήσεως ἀνὰ τετάρτην μοῖραν, συναπομειοῦντες καὶ τὰς ὁπωσοῦν ὑπὲρ τούτων παρεχομένας τισὶ συνηθείας.

2

pr.Αφίεμεν δὲ τούτοις καὶ τὰ ἐλλείμματα τοῦ φθάσαντος χρόνου μέχρι πέρατος τῆς ἄρτι περιελθούσης quintae ἐπινεμήσεως, καὶ θεσπίζομεν μηδεμίαν εἴσπραξιν γενέσθαι τῶν παρ ἡμῶν φιλοτιμηθέντων εὐσεβῶν τελεσμάτων, εἴτε τὴν μεγίστην ἀρχὴν ὁρᾷ ταῦτα τῶν ἀνατολικῶν ἱερῶν πραιτωρίων, εἴτε τὴν παρ᾿ ἰλλυρίοις ἐπαρχότητα, ἢ τὴν ἀρχὴν τῶν νήσων καὶ τῶν ἐπὶ σκυθίας τε καὶ μυσίας στρατιωτικῶν ταγμάτων, ἢ τὰς θείας ἡμῶν λαργιτίονας, ἢ καὶ ἄλλην ἀρχὴν· ἀπαγορεύοντες βουλευταῖς τε καὶ ἐκλήπτορσι, σκρινιαρίοις τε καὶ ταξεώταις, παλατίνοις τε καὶ ἀνυταῖς, ἔτι γε μὴν καὶ ὑποδέκταις, καὶ παντὶ δημοσίων ἀπαίτησίν τε καὶ ὑποδοχὴν ποιησαμένῳ τε καὶ ποιουμένῳ περινοίαις χρῆσθαι κατὰ τῶν γεωργῶν τε καὶ ὑποτελῶν, ἢ καὶ τοὺς τῶν χωρίων δεσπότας, ὡς διαφόρους ἐκ δή τῶν συγκεχωρημένων ἐλλειμμάτων προβάλλουσιν ὑπὲρ αὐτῶνι ἢ καὶ ἀντιφωνήσεις ἢ ἐγγύας καὶ ὁμολογίας λαβοῦσι δολερῶς. ἀκυροῦμεν γὰρ πᾶσαν κατὰ τῆς ἡμετέρας φιλοτιμίας γενομένην ἢ καὶ γενησομένην περιγραφὴν, ἐκείνου δήλου ὄντος, ὡς εἴ τι φθάσαντές τινες τῆς ἡμετέρας δωρεᾶς εἰσέπραξαν ἐκ τῶν μέχρι τῆς πέμπτης ἐπινεμήσεως ἐλλειμμάτων καὶ τοῦτο μὴ καταθέντες / φανείησαν, τοῖς δημοσίοις αὐτὸ τρόποις ἅπασιν εἰσκομιοῦσι, λογισμοῖς. τοὺς γὰρ ὑποτελεῖς εὐεργετοῦντες τῆς παρούσης αὐτοῖς μεταδεδώκαμεν φιλανθρωπίας, οὐ μὴν καὶ τοῖς τὰ δημόσια τέλη λαβοῦσιν εἰς κέρδος οἰκεῖον ἀπενέγκασθαι βουλομένοις τήνδε τοῦ ῥηθέντος ἐγκαίρου κανόνος συγχώρησιν ἐποιησάμεθα· τῆς ἐτησίας ἐμβολῆς κατ᾿ οὐδένα τρόπον ἐλαττουμένης. δεῖ γὰρ τὸ μέτρον ἅπαν τοῦ τε σίτου καὶ τῶν ἄλλων εἰδῶν καὶ συντελεσθῆναι καὶ εἰσκομισθῆναι κατὰ τὸ εἰωθός τε καὶ νενομισμένον, τῶν τιμημάτων τῆς συγκεχωρημένης παρ᾽ ἡμῶν καθ ἕκαστον ἔτος τετάρτης μοίρας ἐπὶ τὸν τετραέτη χρόνον κατὰ τὴν δημοσίαν τράπεζαν λογιζομένων τοῖς ὑποτελέσι τοῖς ἄλλοις τοῖς παρ᾽ αὐτῶν ἐν χρυσίῳ συντελουμένοις ἤτοι καταβαλλομένοις ἐκ τοῦ δημοσίου. ταὐτὸ δὲ τοῦτο ἐν ὀσροηνῇ καὶ τῇ μέσῃ τῶν ποταμῶν πραχθήσεται χάριν τῶν ἐν εἴδεσι συντελουμένων ὑπέρ τε τῶν ἀποθέτων καὶ τῆς στρατιωτικῆς δαπάνης. ὁμοίως δὲ καὶ ἐπὶ τοῖς λεγομένοις τῶν εἰδῶν πλωΐμοις, γινομένοις ἐπί τε τῆς λαζῶν χώρας καὶ βοσπόρου καὶ χερσοννήσους. λήψονται γὰρ τὰ τούτων ἐκ τοῦ δημοσίου τιμήματα κατὰ τὸ τεταγμένον ἐπὶ ταῖς τραπέζαις τῶν ὑπάρχων ὅθεν εἰσάγεται ταῦτα, ὥστε καὶ αὐτοὺς τῆς ἡμετέρας ἀπολαύειν κατὰ τοῦτο φιλανθρωπίας. τὴν γὰρ τῶν αὐτῶν εἰδῶν εἰσκομιδὴν ῥᾳθυμεῖσθαι παντελῶς οὐκ ἐστιν ἀσφαλὲς, τῆς δαπάνης ἀπαραιτήτου καθεστηκυίας καὶ τὰ κοινὰ συνιστώσης ὡς εἰπεῖν πράγματα. πιστευόμεθα δὲ καὶ ἐκ ταύτης ἡμῶν τῆς δωρεᾶς μεγάλας ἔσεσθαι τῇ πολιτείᾳ προσθήκας, τοῦ θεοῦ πάντα αἴσια ἡμῖν διὰ τῶν τοιούτων ὑπαρεχομένου πράξεων. τῶν παραβαίνειν τολμώντων τὰ παρ ἡμῶν ὑπὲρ τῆς τῶν ἀρχομένων ὠφελείας διατυπωθέντα περί τε τὴν οὐσίαν καὶ τὴν σωτηρίαν αὐτὴν κινδυνευόντων. Τὰ τοίνυν παραστάντα ἡμῖν καὶ διὰ τοῦδε τοῦ παρόντος | δηλούμενα θείου νόμου ἡ σὴ ἐνδοξότης προγράμμασι χρωμένη Κκατά τε τὴν εὐδαίμονα πόλιν καὶ μὴν καὶ τὰς ὑπ᾿ αὐτῆς ἐπαρχίας φανερὰ πᾶσι ποιήσεται, ὡς μηδένα τῆς ἡμετέρας διαλαθεῖν φιλοτιμίας.