IusCommune
IusCommune › Textos › Paráfrase de Teófilo › Liber 2

Theoph. 2.8Quibus alienare licet uel non.

Abrir no leitor do IusCommune →

8

pr.Ἀναγκαῖον ἐντεῦθεν ἐξαριθμῆσαι παράδοξα θέματα, πότε ὁ δεσπότης τὸ ἴδιον ἐκποιεῖν οὐ δύναται πρᾶγμα καὶ πότε δ μὴ ὢν δεσπότης ὀρθῶς ἐκποιεῖν τὸ μὴ οἰκεῖον· καὶ εἴπωμεν κατὰ πρώτην τάξιν πότε ὁ δεσπότης οὐ δύναται ἐκποιεῖν. οἷον γυνή τις ἀνδρὶ συναπτομένη πρὸς γάμον ἐπιδέδωκε διάφορα πράγματα λόγῳ προικὸς, ἐπιδέδωκε δὲ καὶ ἀγρὸν καὶ διὰ τῆς traditíonos δεσπότην αὐτὸν ἐποίησε τῆς πάσης προικός. ὁ τοίνυν ἀνὴρ πάντα τὰ ἐπιδοθέντα αὐτῷ ἐν προικὶ ὡς δεσπότης ἐκποιῶν μετατίθησιν ἐπὶ τὸν λαμβάνοντα τὴν δεσποτείαν, τὸν δὲ dotálion ἀγρὸν ὁ Iúlios νόμος ἐκποιεῖσθαι κωλύει καὶ ταῦτα δεσπότου ὄντος τοῦ ἀγροῦ, ἀλλ᾽ ὁ μὲν Iúlios νόμος τὰ ἀκίνητα μόνα πράγματα τὰ ἐν τῇ Ἰταλίᾳ διακείμενα ἐκώλυσεν ὑπὸ τοῦ ἀνδρὸς ἐκποιεῖσθαι παρὰ γνωμὴν τῆς γυναι κός, ὑποτίθεσθαι δὲ ταῦτα ὁ ἀνὴρ οὐδὲ συναινούσης ἠδύνατο τῆς γυναικός. ἀλλ᾽ ἐδόκει ἀλόγιστον εἶναι, ὅτι τὴν μὲν ἐκποίησιν, συναινούσης τῆς γυναικὸς, ὀρθῶς ἐποίει, ἔνθα ἀπαλλοτρίωσις ἦν τοῦ πράγματος, τὴν δὲ ὑποθήκην, ἔνθα ἐσώζετο ἡ δεσποτεία ἔτι παρὰ τῷ ἀνδρὶ, οὐδὲ κατὰ γνώμην συνεχωρεῖτο ποιεῖν. ἀλλὰ λέγομεν ὅτι ἐκ τοιαύτης ἐννοίας ὁρμηθεὶς ἦλθεν ἐπὶ τοῦτον τὸν λογισμὸν ὁ νόμος. ᾔδει γὰρ ὁ νόμος ὅτι λεγομένης ὑπὸ τοῦ ἀνδρὸς ἐκποιήσεως τῇ γυναικὶ τοῦ dotalíu κτήματος καὶ πρὸς αὐτὴν συμβαίνει τὴν ἀκοὴν ἐκταράττεσθαι τὴν γυναῖκα καὶ συναινεῖν οὐκ ἀνέχεσθαι. εἰ δὲ περὶ ὑποθήκης εἴπῃ τι ὁ ἀνὴρ, εὐκόλως ἡ γυνὴ γενήσεται πρὸς πειθώ. εἰκότως οὖν τὸ μὲν τῆς ὑποθήκης διὰ τῆς οἰκείας ἠσφαλίσατο νομοθεσίας, τὸ δὲ τῆς ἐκποιήσεως εἴασε τῇ δυσχερείᾳ τῆς γυναικός. ὁ τοίνυν Iúlios τὴν μὲν παρὰ γνώμην τῆς γυναικὸς ἐκποίησιν ἐπεῖχε, τὴν δὲ ὑποθήκην ἐκώλυσεν εἰ καὶ κατὰ γνώμην αὐτῆς ἐγένετο καὶ χώραν εἶχεν ἐπὶ μόνων τῶν ἐν Ἰταλίᾳ ἀκινήτων πραγμάτων. ὁ δὲ ἡμέτερος βασιλεὺς ἐπωφελεστάτη διανοίᾳ τὰ δύο μετατέθεικεν· ἐκέλευσε γὰρ οὐ μόνον ἐπὶ τῶν ἐν Ἰταλίᾳ κτημάτων ἀλλὰ καὶ ἐπὶ τῶν ἐν ἐπαρχίαις ἀπηγορεῦσθαι τῷ ἀνδρὶ ἐκποίησιν καὶ ὑποθήκην τῶν προικιμαίων πραγμάτων εἰ καὶ τοῖς γενομένοις ἡ γυνὴ συναινεῖ, ἵνα μὴ τὸ τῆς γυναικείας φύσεως σαθρὸν ἀπώλειαν τοῖς αὐτῆς πράγμασιν ἐμποιήσῃ.

Recensenda sunt mira quaedam exempla, quibus dominus rem suam alienare non possit, uel qui dominus non sit recte alienet quod suum non est. et in primis dicamus quando dominus alienare nequeat. ut ecce mulier quaedam uiro in matrimonium coniuncta res complures dotis nomine dedit; dedit etiam fundum et per traditionem omnis dotis uirum dominum constituit. itaque uir utpote dominus quaeque ei in dotem data sunt alienando transfert dominium in accipientem; fundum autem dotalem lex Iulia alienare ei uetat, quamuis ipse fundi dominus sit. set lex Iulia res soli, quae in Italia sunt, alienare uetuit a uiro contra uxoris uoluntatem; obligare autem eas, ne consentiente quidem uxore, uir poterat. set absurdum uisum est recte eum uendere, consentiente uxore, posse, ubi rei alienatio locum habet, hypothecam autem, qua dominium adhuc apud uirum seruabatur, ne uoluntate quidem uxoris constituere posse. set admonendi sumus hac ratione ductam legem ita disposuisse. probe enim nouerat legislator, si de fundi dotalis alienatione a uiro uxori sermo fieret, fore ut, eius rei mentione facta, conturbaretur mulier neque consentire pateretur: sin autem de hypotheca uir loqueretur, facilius mulierem iri persuasum. iure igitur hypothecae prohibitionem lege sua confirmauit, quod uero ad alienationem, id ipsius uxoris animo difficiliori reliquit. lex igitur Iulia alienationem contra uxoris uoluntatem uetuit; hypothecam autem etiam si ex eius fieret uoluntate prohibuit; ipsaque in italicis tantum praediis locum habebat. noster uero princeps optima usus ratione utrumque mutauit: iussit enim non solum in italico solo set etiam in prouinciali alienationem et hypothecam uiro praediorum dotalium etiam consentiente uxore non esse permittendam, ne muliebris sexus fragilitas perniciem eius rerum adferret.

1Νῦν χρὴ λέγειν πότε ὁ μὴ ὢν δεσπότης δύναται ἐκποιεῖν. τοῦτο δὲ προβαίνει, ὡς ἐπὶ τούτου τοῦ θέματος. ἐδανεισάμην παρά σου ἕκατον νομίσματα· ἐνεχύρασά σοι τὸν ἐμὸν ἀγρὸν συμφωνήσας, ὥςτε ἐξεῖναι ἐνιαυτοῦ παραδραμόντος κἀμοῦ μὴ καταβαλόντος τὸ χρέος διαπιπράσκειν τὸ ἐνέχυρον. ἰδοὺ ἐνταῦθα ὁ credítωr μὴ ὢν δεσπότης καλῶς ἐκποιεῖ. ἀλλ᾽ ἐάν τις ἐξετάσῃ τὸ ἀκριβὲς, οὐ γίνεταί τι παράδοξον. δοκεῖ γὰρ ὁ debitur πιπράσκειν ὁ καὶ δεσπότης ὢν αὐτῷ τούτῳ ᾧ διὰ συμφώνου συγχωρεῖ τῷ creditori τὸ πιπράσκειν ἀγνωμοσύνης γινομένης περὶ τὴν τοῦ χρέους ἀπόδοσιν. ἀλλὰ πάλαι μὲν οἱ creditores εἶχον τύπον τινὰ καθ᾽ ὃν ἐπετέτραπτο αὐτοῖς πιπράσκειν τὰς ὑποθήκας ἤτοι τὰ ἐνέχυρα. διάταξις δὲ γέγονε τοῦ ἡμετέρου βασιλέως, ἥτις οὐδὲ τοὺς δανειστὰς ἐμποδίζεσθαι βούλεται περὶ τὴν τῶν ἐπωφειλομένων ἀπαίτησιν οὐδὲ τοὺς χρεώστας προπετῶς καὶ ἀνεξετάστως τῶν οἰκείων ἐκπίπτειν πραγμάτων. ῥητὸν οὖν ἐπενόησε τῶν ἐκποιήσεων τρόπον δι᾽ οὗ τρόπου ἡ τῶν ἐνεχύρων δύναται προϊέναι πρᾶσις. ἥτις διάταξις ἑκάτερον εὐεργέτησε τόν τε χρεώστην καὶ τὸν δανειστήν. τοὺς δὲ τρόπους καθ᾽ οὓς ταῦτα γίνεσθαι δυνατὸν ἔξεστι λαβεῖν αὐτὴν ἀναγνόντα τὴν θείαν νομοθεσίαν.

Nunc est dicendum quando qui non sit dominus alienare possit. id procedit ueluti in eiusmodi exemplo, mutuos a te accepi aureos C; obligaui tibi fundum meum eo pacto ut tibi liceret, si intra annum non soluerem, pignus uendere. hoc enim casu creditor, licet dominus non sit, recte alienat. set si quis suptilius inquirat, non est id mirandum: uidetur enim debitor ipse, qui dominus est, uendere, eo quod per pactum creditori id uendere concesserit, si neglegens foret circa debiti solutionem. set olim creditores formam quandam habebant, per quam licebat eis res pignere hypothecaue obligatas uendere. Constitutio autem lata est principis nostri quae neque creditores in iure suo persequendo impediri uult, neque debitores temere et inopinate res suas amittere. ideoque certum constituit modum uenditionis, per quem pignerum distractio procedere debeat. quae constitutio utrique profuit, debitori nempe et creditori. modos autem per quos id fieri potest licet ei nosse, qui eam sacratissimam legat constitutionem.

2Ἔστιν εὑρεῖν καὶ ἄλλον δεσπότην οὐ δυνάμενον ἐκποιεῖν τὰς πράγματα, οἷον ὁ púpillos ἡ pupilla οὐ δύνανται ἐκποιεῖν τὰ ἑαυτῶν πράγματα sine tutoris auctoritate, δι᾽ ὃ οὐδὲ δανείζουσιν. τί δὲ τοῦτό ἐστιν ἀναγκαῖον εἰπεῖν. ἔχε ταῦτα ὡς ἐν προθεωρίᾳ. ὅρος δανείου ἐστι τὸν λαβόντα γίνεσθαι δεσπότην, εἶναι δὲ ἡμῖν ἔνοχον οὐκ εἰς αὐτὰ ταῦτα, ἀλλ᾽ εἰς ἕτερα τῆς αὐτῆς ὑποστάσεως καὶ ποσότητος. διὰ τοῦτο εἶπον τὸ λαβόντα γίνεσθαι δεσπότην, ἵνα φύγω χρῆσιν καὶ παρακαταθήκην· ἐπὶ τούτων γὰρ οὐ γίνεται δεσπότης ὁ λαμβάνων. διὰ τοῦτο εἶπον γίνεσθαι ἡμῖν ἔνοχον, ἵνα φύγω δωρεὰν· ἐπὶ γὰρ ταύτης οὐκ ἔστιν ἔνοχος ὁ λαμβάνων. διὰ τοῦτο δὲ εἶπον οὐκ εἰς αὐτὰ ταῦτα, ἀλλ᾽ εἰς ἕτερα τῆς αὐτῆς ὑποστάσεως καὶ ποσότητος, ἵνα μὴ τὴν χρείαν ἀνέλω τοῦ δανείου. εἰ γὰρ ἠναγκάζετο ὁ δανεισάμενος αὐτὰ διδόναι, ἅπερ ἔλαβε, περιττὸν ἦν τὸ δανείζεσθαι δανείζεται δὲ οὐ πάντα τὰ πράγματα ἀλλὰ τὰ pondere numero mensura. καὶ pondere μέν ἐστιν οἷον χρυσὸς ἄργυρος μόλυβδος κασσιτερὸς κηρὸς χαλκὸς πίσσα καὶ ὅσα τοιαῦτα· numero δὲ ὅσα ἐν ἀριθμῷ ἐστιν, οἷον οἱ λεπτοὶ νοῦμμοι. mensura οἷον σῖτος κριθὴ καὶ τὰ τοιαῦτα. ἐπειδή σοι ταῦτα προτεθεώρηται δρα λοιπὸν τὸ προκείμενον. εἰρήκαμεν τὸν púpillon μὴ δύνασθαι sine tutoris auctoritate ἐκποιεῖν τὰ οἰκεῖα πράγματα. τί οὖν, ὅτι ἐδάνεισε παρὰ γνώμην τοῦ ἐπιτρόπου, ἆρα ἔρρωται τὸ δάνεισμα; καὶ λέγομεν ὅτι οὐδαμῶς· εἰ γὰρ ἐπὶ τοῦ δανείου ὁ λαβὼν γίνεται δεσπότης, οὐ γίνεται δὲ ἐνταῦθα, ἐπειδὴ ὁ púpillos ἐκποιεῖν οὐ δύναται δίχα τοῦ ἐπιτρόπου. οὐκοῦν οὐδὲ συνέστη τὸ δάνεισμα, οὐδὲ ἔνοχος ἐγένετο ὁ λαβών. τί οὖν; ἔξει ὁ púpillos τὴν in rem ἐπὶ ἐκδικήσει τῶν νούμμων τῶν ὑπ᾽ αὐτοῦ δανεισθέντων. ταῦτα μὲν, ἐν ᾧ φαίνονται οἱ νοῦμμοι· εἰ δὲ ὁ λαβὼν mala fide ἐδαπάνησεν αὐτοὺς, τουτέστιν εἰδὼς ὅτι púpillós ἐστιν ὁ δανείσας, κατασχεθήσεται τῇ ad exhibendum. ἐφ᾽ ὧν γὰρ φαινομένων κινεῖται ἡ in rem, ἐπὶ τούτων κρυπτομένων ἢ mala fide δαπανηθέντων χώρα τῇ ad exhibendum. εἰ δε ἀναλώθησαν bona fide, τουτέστι τοῦ δανεισαμένου νομίσαντος ἔφηβον εἶναι τὸν δανείσαντα, τότε ἡ in rem κινεῖσθαι οὐ δύναται, οὐδὲ γὰρ φαίνονται οἱ νοῦμμοι, οὔτε μὴν ad exhibendum, ἐπειδὴ οὐδὲ κρύπτονται οἱ νοῦμμοι, οὐδὲ μὴν mala fide δεδαπάνηνται. τί οὖν γενήσεται, ἵνα μὴ τὸ ὑπερ τοῦ pupillu εἰσενεχθὲν νόμιμον εὑρεθῇ τρεπόμενον εἰς βλάβην αὐτοῦ καθὸ οὐδεμία αὐτῷ παρέχηται ἀγωγὴ ἐκ τῶν νομικῶν κανόνων; λοιπὸν δοθήσεται αὐτῷ ὁ condictícios καὶ ὅπερ οὐκ ἐποίησε ἡ τῶν χρημάτων ἀπαρίθμησις, τουτέστι τὸ συστῆναι δάνεισμα καὶ γενέσθαι τὸν δανεισάμενον ὑπεύθυνον τῷ condicticíῳ, τοῦτο ποιεῖ ἡ bonae fidei δαπάνη. τίκτεται γὰρ κἀνταῦθα ὁ condictícios. τί δὲ ὅτι ἐκ τοῦ ἐναντίου δέδωκέ τις πρᾶγμα ἀνήβῳ sine tutoris auctoritate; δεσπότης γίνεται ὁ púpillos· οὐδὲ γὰρ ὁ νόμος φθονεῖ αὐτῷ αὔξοντι τὴν οἰκείαν περιουσίαν καὶ sine tutoris auctoritate. τί οὖν ὅτι ὁ χρεώστης τοῦ pupillu κατέβαλεν αὐτῷ τῷ pupillῳ τὸ χρέος; ὅτι μὲν δεσπότης ἐστὶν ὁ ἄνηβος τῶν καταβληθέντων συνωμολόγηται, ἆρα δὲ ὁ debítar ἠλευθέρωται τῆσ ἐνοχῆς; καὶ λέγομεν ὅτι οὐδαμῶς. εἰ γὰρ εἴπωμεν ἐλευθεροῦσθαι τὸν χρεώστην, εὑρίσκεται ἐκποιῶν τὴν ἐνοχὴν ὁ púpillos, ἐξ ὧν λαμβάνει τὸ χρέος sine tutoris auctoritate, ὅπερ κεκώλυται. ὥςτε οὖν ἐπὶ τῇ καταβολῇ τοῦ χρέους ἡ τοῦ ἐπιτρόπου συναίνεσις ἀναγκαία· ἐὰν γὰρ παρὰ γνώμην αὐτοῦ καταβληθῇ, ὁ χρεώστης οὐκ ἐλευθεροῦται. καὶ τοῦτο σαφεστάτη διατάξει ὁ εὐσεβέστατος ἡμῶν διετύπωσε βασιλεὺς ἀντιγραφείσῃ πρὸς τοὺς Καισαρείας δικολόγους ἀπὸ suggestionos Tribunianû τοῦ ὑπερφυεστάτου κοιαίστορος, ἐν ᾗ παρεκελεύσατο τὸν debítora τοῦ ἀνήβου ἐπὶ τὸν ἐπίτροπον ἢ τὸν curátora αὐτοῦ (οἶδας γὰρ ὅτι καὶ ἄνηβος curatoreúetai) οὕτω καταβαλεῖν ὀφείλειν, ὥςτε πρότερον ἀπόφασιν γενέσθαι δικαστοῦ δίχα πάσης δαπάνης ἐπιτρέπουσαν γίνεσθαι τὴν καταβολήν. τούτου δὲ παρακολουθήσαντος καὶ ἀποφηναμένου τοῦ δικαστοῦ καὶ τοῦ debitoros καταβαλόντος, τὸ ἀμέριμνον ὁ καταβαλὼν ἔχει, οἷα τοῦ χρέους ἀπαλλαγείς. εἰ δὲ παρὰ τὴν εἰρημένην διατύπωσιν ἡ τοῦ χρέους γένηται καταβολὴ, τὰ δὲ καταβληθέντα χρήματα σώζεται παρὰ τῷ pupillῳ ἢ λαβὼν ταῦτα ἐδαπάνησε καὶ ἐντεῦθεν ὠφελήθη αὐτὸς ἤγουν ἡ αὐτοῦ περιουσία (τυχὸν γὰρ οἰκίαν ἀνώρθωσεν ἢ ἰδίους ἄγρους ἐφιλοκάλησεν ἢ διδασκάλοις παρέσχε μισθοὺς ἢ creditorsin κατέ βαλεν) οὐδὲν μὲν ἧττον καὶ οὕτως ἔχει ὁ ἄνηβος ἐρρωμένην κατὰ τοῦ debítoros τὴν ἀγωγήν, πειρώμενος δὲ ταύτην κινεῖν καὶ τὸ χρέος ἀπαιτεῖν ἐκβληθήσεται διὰ τῆς τοῦ δόλου παραγραφῆς. εἰ δὲ λαβὼν ταῦτα ἀσώτως ἐδαπάνησε καὶ οὐκ ἐπωφελῶς, ἢ κλοπὴν ἐπ᾽ αὐτοῖς ὑπέστη, ἀπαιτήσει τὸ χρέος τὸν χρεώστην ἐξ ἀρχῆς, οὐδεμίας ἀντικειμένης παραγραφῆς. καταδικάζεται γὰρ ἀμάχως ὁ debítωr, ἐπειδὴ προπετῶς sine tutoris auctoritate καὶ οὐ κατὰ τὰ εἰρημένα τῇ διατάξει τοῦ ἡμετέρου βασιλέως ἐποιήσατο τὴν καταβολήν. οἱ ἄνηβοι sine tutoris auctoritate καταβάλλειν οὐ δύνανται· οὐ γὰρ μετατιθέασιν ἐπὶ τὸν λαμβάνοντα τὴν δεσποτείαν διὰ τὸ μηδεμίαν ἔχειν αὐτοὺς ἄδειαν τοῦ ἐκποιεῖν sine tutoris auctoritate τὰ οἰκεῖα πράγματα. τί οὖν γενήσεται ὁπότε κατέβαλον καὶ οὐκ ἠλευθερώθησαν τοῦ χρέους, οἷα μὴ ποιήσαντες δεσπότην τῶν νούμμων τὸν λαβόντα; καί φαμεν ὅτι, φαινομένων μὲν αὐτῶν, ἕξουσι τὴν in rem, κρυπτομένων δὲ ἢ mala fide δαπανηθέντων, τὴν ad exhibendum. εἰ δὲ bona fide ἐδαπανήθη (ὁ γὰρ credítωr νομίσας αὐτοὺς ἐφήβους εἶναι ταῦτα ἐδαπάνησεν), ἐπειδὴ οὐκ ἔστιν in rem μὴ φαινομένων αὐτῶν, ἀργεὶ καὶ ἡ ad exhibendum, μήτε γενομένου κακίστου δαπανήματος μήτε μὴν κρυπτομένων τῶν νούμμων, τότε ἐξ ἀποτελέσματος ἐλευθερωθήσεται τοῦ χρέους ὁ púpillos καὶ ὅπερ οὐκ ἐποίησε sine tutoris auctoritate ἡ γενομένη ἀπαρίθμησις, τοῦτο ἀποτελεῖ ἡ bona fide δαπάνη.

Alius quoque deprehendi potest qui, cum dominus sit, nequeat res alienare: ut ecce pupillus pupillaue sine tutoris auctoritate res suas alienare non possunt, quare neque mutuum dant. quid autem hoc sibi uelit dicere oportet. haec in primis perspecta habeas. mutui definitio est accipientem dominum fieri, teneri autem nobis non in idem, set in tantundem eiusdem generis. ideo dixi accipientem dominum fieri « ut usumfructum ac depositum excluderem; in hisce enim dominus non fit qui accipit. ideo rursus dixi: ut nobis obligetur, nempe ut excluderem donationem, in qua qui eam accipit non tenetur. ideo denique dixi » non in idem set in tantundem eiusdem generis, ne utilitatem mutui tollere uidear; si enim cogeretur creditor eadem restituere quae accepisset, superuacuum foret pecuniam mutuari. uerum enimuero non omnes res mutuo dantur, set quae pondere numero mensuraue consistunt. pondere quidem, ueluti aurum argentum plumbum stamnum cera aes pix et cetera id genus: numero, quotquot numerari solent, ut ecce parui nummi: mensura autem ueluti frumentum hordeum et cetera eiusmodi. cum haec tibi perspecta habeas, uide quae inde sequantur. diximus pupillum absque tutoris auctoritate suas res alienare non posse. quid ergo si contra uoluntatem tutoris mutuum dedit, num ratum habebitur? nequaquam sane. si enim, qui rem mutuo accipit, eius dominus fieri solet, hoc in casu non fit, cum pupillus absque tutore alienare non possit. igitur neque constitit mutuum, neque tenetur qui accepit. quid ergo est? pupillus actionem in rem ad nummos uindicandos habebit quos credidit, sicubi extent; sin autem qui eos accepit mala fide consumpsit, idest probe sciens pupillum esse qui credidisset, actione ad exhibendum tenebitur. quibus enim extantibus, in rem intendi solet, iisdem latentibus seu mala fide consumptis, ad exhibendum actioni locus fit. sin autem bona fide sunt consumpti, scilicet, cum is cui mutuum datum est putaret puberem esse qui crederet, tunc in rem intendi non potest, neque enim nummi extant, neque ad exhibendum, namque nec conditi sunt nummi neque mala fide consumpti. quid ergo fiet ne ius quod fauore pupilli est introductum in ipsius uertatur perniciem, si nulla ei competat ex prudentium regulis actio? reliquum est ut ei condictio detur et quod pecuniae numeratione non est effectum, scilicet ut mutuum constitueretur et accipiens teneretur condictione, id bonae fidei consumptio faciet. oritur enim et inde condictio. quid autem iuris est si ex contrario dedit quis rem pupillo sine tutoris auctoritate? dominus fit pupillus; neque enim obstat ei ius quo minus patrimonium suum augeat, quamuis sine tutores auctoritate. quid igitur si debitor pupilli eidem pupillo debitum soluat? dominum pupillum pecuniae solutae fieri constat; an et debitor obligatione liberabitur? et magis est ut negemus. si enim diceremus debitorem liberari, pupillus obligationem alienare uideretur, eo quod debitum sine tutoris auctoritate recipere, idque uetitum est. itaque in debiti solutione tutoris consensus adhibendus est; si enim contra eius uoluntatem soluatur, non liberatur debitor. idque euidentissima constitutione piissimus princeps noster sanxit, quam ad Caesareenses aduocatos ex suggestione Tribuniani uiri eminentissimi quaestoris rescripsit, qua disposuit debitorem pupilli tutori uel curatori eius (scis enim etiam pupillum interdum in cura esse) ita soluere debere, ut prius sententia iudicialis sine ulla impensa celebrata permittat solutionem fieri. quo subsecuto, si et iudex pronuntiauerit et debitor soluerit, securus debitor erit utpote debito liberatus. sin autem contra praefatam constitutionem debiti solutio fiat, resue solutae apud pupillum saluae manserint, uel haec accipiens consumpserit, et inde sibi ipse uel patrimonio suo commodum quaesierit, (forte enim aedes restaurauit, uel fundos suos commodius excoluit, uel magistris mercedem impendit, uel creditoribus suis soluit) nihilominus ualidam habebit pupillus contra debitorem actionem: si uero ea experiatur et debitum petat, exceptione doli mali repelletur. si uero ea accipiens libidinosius consumpserit uel certe inutiliter uel furto amiserit, debitum rursus a debitore petiet, nulla summouendus exceptione: condemnabitur enim omnimodo debitor cum temere sine tutoris auctoritate nec secundum constitutionis principis nostri tenorem solutionem fecerit. pupilli sine tutoris auctoritate soluere nequeunt, non enim transferunt in accipientem proprietatem, cum ipsi nullam habeant facultatem res suas sine tutoris auctoritate alienandi. quid ergo fiet, si modo soluerint neque liberati fuerint, quippe qui accipientem nummorum dominum facere non potuerint? et dicimus, extantibus quidem nummis, actionem in rem habere, latentibus autem seu bona fide consumptis, actione ad exhibendum experiri posse. sin autem bona fide sunt consumpti, creditor enim putans eos puberes esse eosdem consumpsit, uindicari non possunt, cum non extent, et actio quoque ad exhibendum cessat, cum nec male consumpti sint neque lateant nummi; tunc ex euentu debito liberabitur pupillus et quod non effecerit sine tutoris auctoritate facta solutio, id bona fide consumptio adimplebit.