IusCommune
IusCommune › Textos › Paráfrase de Teófilo › Liber 2

Theoph. 2.7De donationibus.

Abrir no leitor do IusCommune →

7

pr.Ἔστι καὶ ἕτερος τρόπος κτήσεως ὁ τῆς δωρεᾶς. καὶ ἀναγκαῖον περὶ αὐτῆς διαλαβεῖν. ἐμνήσθημεν δὲ ταύτης ὡς ἐν παρεκβάσει καὶ ἐν τοῖς προλαβοῦσιν, ἀλλὰ νῦν τελείαν περὶ αὐτῆς ποιώμεθα διδασκαλίαν. τῶν δὲ δωρεῶν δύο ἐστι γένη καὶ ἡ μὲν λέγεται mortis causa ἡ δὲ inter uiuos.

Est et aliud genus adquisitionis donatio: de qua nunc dispiciendum est. eius mentionem fecimus ueluti obiter in superioribus, nunc autem pleniorem de ea doctrinam trademus. donationum duo genera sunt et altera mortis causa, altera inter uiuos dicitur.

14 Mortis causa ἐστὶ δωρεὰ ἡ διὰ ὑπόνοιαν γινομένη θανάτου. οἷον ἐάν τις δωρήσηταί τινι μέλλων πλεῖν ἐπικίνδυνον πλοῦν ἢ ὁδεύειν ὁδὸν ἐνοχλουμένην ὑπὸ θηρίων ἢ λῃστῶν ἢ πολεμίων· ἵνα, εἴ τι ἀνθρώπινον τῷ δωρησαμένῳ συμβῇ, ἀναφαίρετον ἔχῃ τὴν δωρεὰν ὁ ταύτην δεξάμενος· εἰ δὲ τοῦ δωρησαμένῳ προτελευτήσῃ ὁ ταύτην δεξάμενος, ἐξεῖναι τῷ δωρησαμένῳ repetiteúein τὸ δωρηθέν. εἰ δὲ μεταγνῶ ὁ δωρησάμενος, ἀναλήψεται τὴν δωρεὰν, ὥςπερ εἰ καὶ προετελεύτησεν ὁ τὴν δωρεὰν δεξάμενος. αὗται δὲ αἱ mortis causa δωρεαὶ ἐοίκασι ληγάτῳ διὰ πάντων. πάλαι γὰρ μεταξὺ τῶν νομικῶν ἀμφιβολία τις ἦν πότερον δωρεᾶς ἢ ληγάτου μίμησιν ἔχει. καὶ ἐπειδὴ ἑκατέρων εἶχε γνωρίσματα, δωρεᾶς φημὶ καὶ ληγάτου, οἱ μὲν ἐοικέναι τῇ δωρεᾷ, οἱ δὲ παραπλησίαν εἶναι ληγάτῳ ταύτην ἔφασκον· ταύτην δὲ τέμνουσα τὴν φιλονεικίαν προῆλθε διάταξις τοῦ ἡμετέρου βασιλέως θεσπίζουσα κατὰ πάντα σχεδὸν ἐξισοῦσθαι αὐτὴν τοῖς ληγάτοις. τὸ δὲ σχεδὸν εἶπον, ἐπειδὴ ἀπὸ ζῶντος εἰς ζῶντα γίνεται. συνιστάσθω τοίνυν κατὰ τὰ εἰρημένα τῇ θείᾳ διατάξει. ὡς ἐν κεφαλαίῳ δὲ mortis causa δωρεά ἐστιν, ὁπότε ἑαυτόν τις βούλεται ἔχειν, ἤπερ ἐκεῖνον, ᾧ ἐδωρήσατο, καὶ μᾶλλον τὸ πρᾶγμα κερδαίνεσθαι βούλεται ὑπὸ τοῦ τὴν δωρεὰν δεξαμένου ἤπερ ὑπὸ τοῦ οἰκείου κληρονόμου. τοιαύτην ποιοῦντα δωρεὰν Ὁμηρος ὁ θεσπέσιος ἐν τῇ ᾿Οδυσσείᾳ τὸν Τηλέμαχον εἰσάγει Πειραίῳ [διὰ τούτων τῶν ἐπῶν·Πείραι᾽ οὐ γάρ τ᾽ ἴδμεν ὅπως ἔσται τάδε ἔργα εἴ κεν ἐμὲ μνηστῆρες ἀγήνορες ἐν μεγάροισι λάθρη κτείναντες πατρώϊα πάντα δάσωνται, αὐτὸν ἔχοντά σε βούλομ᾽ ἐπαυρέμεν ἤ τινα τῶνδε· εἰ δέ κ᾽ ἐγὼ τούτοισι φόνον καὶ κῆρα φυτεύσω δὴ τότε μοι χαίροντι φέρειν πρὸς δώματα χαίρων.]

Mortis causa donatio est, quae propter mortis suspicionem fit, ueluti cum quis donat alicui nauigationem periculosam aggressurus uel iter per uiam facturus belluis seu latronibus seu hostibus infestam, ut si quid humanitus donatori contigerit, firmam habeat donationem qui acceperit: sin autem qui acceperit ante donatorem moriatur, liceat donatori datum repetere. si donatorem eius poeniteat, donationem recipiet, perinde ac si prior decesserit qui donationem accepit. hae mortis causae donationes ad exemplum legatorum per omnia redactae sunt. olim enim erat prudentibus ambiguum utrum donationis an legati instar eam optinere oporteret. et cum utriusque quaedam haberet insignia, donationis nempe et legati, alii quidem donationi, alii uero legato similem eam dicebant. hanc controuersiam dirimens prodiit constitutio principis nostri, quae sanxit per omnia eam fere legatis connumerari. uoculam fere ideo addidimus, quia a uiuente in uinentem fit. procedat igitur iuxta quae praefata diua constitutione continentur. et in summa mortis causa donatio est cum magis se quis uelit habere, quam eum cui donauerit, magisque rem eum consequi uelit, cui donauerit, quam heredem suum. eiusmodi donationem facientem diuinus Homerus in Odyssea Telemachum inducit [hisce uersibus: Πείραι᾽ οὐ γάρ τ᾽ ἴδμεν ὅπως ἔσται τάδε ἔργα·εἴ κεν ἐμὲ μνηστῆρες ἀγήνορες ἐν μεγάροισι λάθρη κτείναντες πατρώϊα πάντα δάσωνται, αὐτὸν ἔχοντά σε βούλομ᾽ ἐπαυρέμεν ἤ τινα τῶνδε·εἰ δέ κ᾽ ἐγὼ τούτοισι φόνον καὶ κῆρα φυτεύσω, δὴ τότε μοι χαίροντι φέρειν πρὸς δώματα χαίρων.]

2Μαθόντες περὶ τῆς mortis causa δωρεᾶς εἴπωμεν περὶ τῶν λοιπῶν δωρεῶν, αἵτινές εἰσιν inter uiuos. γίνονται δὲ αὗται, μηδεμίας ἐννοίας ὑποκειμένης θανάτου, αἵτινες ἀπεοίκασι τοῖς ληγάτοις. ταύτας δὲ τὸ πέρας ἐσχηκυίας ὡς ἔτυχεν οὐ δυνατὸν ἀνακαλεῖσθαι. περαιοῦνται δὲ ἡνίκα ὁ δωρούμενος τὴν οἰκείαν δηλώσῃ γνώμην ἐν γράμμασιν ἢ καὶ ἀγράφως, καὶ ὥςπερ ὁ πωλήσας τὸ πραθὲν ἀναγκάζεται traditeúein, οὕτως διάταξις τοῦ ἡμετέρου. βασιλέως τὸν δωρήσασθαι βουληθέντα ἀναγκάζει πάντως παραδοῦναι τὸ δωρηθὲν τὸ τέλειον παρέχουσα τῇ δωρεᾷ, εἰ καὶ μὴ παρηκολούθησεν ἡ tradition. οὐ μόνον δὲ τοῦτο ὑπὲρ τῶν δεχομένων τὰς δωρεὰς ὁ εὐσεβέστατος ἡμῶν βασιλεὺς ἐνομοθέτησεν, ἀλλὰ καὶ ἕτερόν τι προσεπενόησεν. οἱ μὲν γὰρ πάλαι βεβασιλευκότες τὰς δωρεὰς ἐμφανεῖς ἐπὶ πράξεως ὑπομνημάτων γίνεσθαι παρεκελεύσαντο, εἴγε ἡ δωρεὰ μείζων εἴη τῶν σ ννο. αὐτὸς δὲ ἐθέσπισε μέχρι φ νν ° καὶ ἀνεμφάνιστον οὖσαν ἐρρῶσθαι τὴν δωρεάν. ἐξηῦρε δέ τινας δωρεὰς ἃς μηδὲ δεῖσθαι πράξεως εἶπεν ὑπομνημάτων, εἰ καὶ τῶν φ ννὸ ὑπερβαίνοιεν τὴν ποσότητα, ἀλλ᾽ ἔχειν αὐτὰς τὸ ἰσχυρὸν ἐκέλευσεν. πολλὰ καὶ ἕτερα πρὸς πλατυτέραν ἔξοδόν τε καὶ ἰσχὺν ἐξηῦρε τῶν δωρεῶν. ταῦτα δὲ πάντα ἔστιν εὑρεῖν τὸν ταῖς θείαις αὐτοῦ διατάξεσιν ἐντυχόντα. ἐκεῖνο δὲ εἰδέναι χρὴ ὅτι εἰ καὶ τὸ τέλειον ἔχοιεν αἱ δωρεαὶ κατὰ τὸν εἰρημένον τρόπον γενόμεναι, ἀχάριστος δὲ περὶ τὸν εὐεργετήσαντα ὁ τὴν δωρεὰν δεξάμενος ἀποδειχθῇ, διάταξις τοῦ ἡμετέρου βασιλέως δέδωκε παρρησίαν ἐκ φανερῶν αἰτιῶν εἰς ἀχαριστίαν ἀναφερομένων ταύτας ἀνατρέπειν· ὥςτε μήτινα τὰ οἰκεῖα πράγματα φιλοτιμίας χάριν εἰς ἕτερον μεταθέντα ὕβριν ἢ ζημίαν τινὰ ὑφίστασθαι παρ᾽ ἐκείνων οἰς ἐδωρήσατο. τοὺς δὲ τρόπους τῶν ἀχαριστιῶν καὶ τὰς ἀγωγὰς, δι᾽ ὧν ἀνατρέπονται αἱ δωρεαὶ, μαθεῖν ἔνεστι τὸν τὴν εἰρημένην διάταξιν ἀναγνόντα.

Postquam de mortis causa donatione dixerimus, dispiciamus de ceteris donationibus, quae sunt inter uiuos. fiunt hae sine ulla mortis cogitatione, neque legatis comparantur. perficiuntur autem cum donator suam uoluntatem scriptis aut sine scriptis manifestauerit. set et ad exemplum uenditoris qui rem tradere cogitur, principis nostri constitutio donatorem omnino tradere iubet robur donationi praestans, licet traditio non sit secuta. nec tantum id de his in quos conferuntur donationes piissimus princeps noster constituit, sed etiam quid aliud adiecit. qui enim retro regnauerunt principes donationes actis interuenientibus insinuari uolebant, si modo donatio maior CC fuisset solidorum. ipse autem iussit usque ad D solidos et sine insinuatione corroborari donationem. inuenit autem quasdam donationes, quas neque instrumentorum confectione indigere statuit, licet D aureorum quantitatem superauerint, set firmitatem habere decreuit. alia insuper multa ad uberiorem exitum et uim donationum inuenit. haec autem omnia colligere licet ei qui eius sacratissimas constitutiones perspiciat. illud autem sciendum est, etsi plenissimae sint donationes, quae iuxta praedictum modum fiant, ingratus autem erga benefactorem suum is in quem donatio conlata sit probetur, constitutionem principis nostri permisisse certis ex causis, quae ingratitudinem praeseferant, eas reuocare ita, ut nemo qui beneficii causa res suas in alium contulerit, iniuriam eti acturam ab his patiatur, quibus donauerit. modos autem ingratitudinis et actiones, per quas donationes rescindantur, nosse licet ei qui constitutionem praedictam legat.

3Ἐστι καὶ ἕτερον εἶδος τῆς inter uiuos δωρεᾶς, ὁ τοῖς μὲν νομικοῖς ἄγνωστον ἦν, διατάξεις δὲ βασιλικαὶ τῶν νομικῶν νεώτεραι ταύτην ἐκαινοτόμησαν. λέγεται δὲ αὕτη πρὸ γάμου δωρεά. ποιεῖται δὲ ταύτην ὁ μνηστὴρ εἰς τὴν μνηστὴν σιωπηρὰν ἔχουσαν αἵρεσιν ἐν ἑαυτῇ ὥςτε τότε τὸ κῦρος ἔχειν αὐτὴν, ἡνίκα παρακολουθήσωσιν οἱ γάμοι. ὠνόμασται δὲ πρὸ γάμου δωρεὰς διὰ τὸ πρὸ τῆς συστάσεως τοῦ συνοικεσίου γίνεσθαι αὐτὴν, οὐδέποτε δὲ μετὰ τὸν γάμον. καθόλου γὰρ πᾶσα δωρεὰ ἐν συνεστῶτι τῷ γάμῳ γινομένη μεταξὺ ἀνδρὸς καὶ γυναικὸς ἀπηγόρευται. ἀλλὰ γέγονε διάταξις τοῦ τῆς θείας λήξεως Ἰουστίνου ἐπιτρέπουσα, ὥςπερ ἐκ τῶν παλαιῶν νομικῶν ἔξεστιν ἐν συνεστῶτι τῷ γάμῳ αὔξειν τὴν προῖκα, καὶ εἰ συμβῇ νομισμάτων ἐπιδοθῆναι προῖκα ἑκατὸν, ἠδύνατο καὶ μετὰ χρόνον τῆς συστάσεως ἡ γυνὴ ἐπιδοῦναι ἄλλ᾽ ὅσα ἠβούλετο χρή· ματα καὶ πλείονα ποιῆσαι τὴν προῖκα καὶ δωρεὰν οὐδεὶς ἐκάλει τὸ τοιοῦτον, ὡσαύτως καὶ τὴν πρὸ γάμου δωρεάν δύνασθαι: τὸν ἄνδρα μείζονα ποιεῖν καὶ τοῦ ἑνὸς αὔξοντος μέρους, ἐπέτρεψεν ἐξεῖναι καὶ τῷ ἑτέρῳ τὰ αὐτὰ πράττειν. ἀλλ᾽ ἐπειδὴ ταῦτα μὲν ἠβούλετο ἡ διάταξις τὸ δὲ τῆς πρὸ γάμου δωρεᾶς ὄνομα ἦν τοῖς γινομένοις ἀσύμφωνον, ἐλέγετο γὰρ πρὸ γάμου ἡ μετὰ γάμον γινομένη, ὁ εὐσεβέστατος ἡμῶν βασιλεὺς ἀνελλιπεῖς τὰς νομοθεσίας εἶναι βουλόμενος καὶ πρόσφορα τὰ ὀνόματα τοῖς πράγμασι σπουδάζων εἶναι διετύπωσε τὰς τοιαύτας δωρεὰς μὴ μόνον αὔξεσθαι συνεστῶτος τοῦ γάμου, ἀλλὰ καὶ λαμβάνειν ἀρχήν. εἰ γὰρ συνήφθην ἐγὼ γυναικὶ πρὸς γάμον οὐ ποιησάμενος εἰς αὐτὴν πρὸ γάμου δωρεάν ἢ διὰ πενίαν τυχὸν ἢ καὶ ἑτέραν αἰτίαν, νῦν δὲ συστήσασθαι βούλομαι, ἀκώλυτόν εἶναί μοι τὸ πρᾶγμα, οὐκέτι πρὸ γάμου δωρεὰν ἀλλὰ διὰ γάμον δωρεάν ταύτην καλεῖσθαι θεσπίσας. ἐξισούσθω τοίνυν ἡ πρὸ γάμου δωρεὰ τῇ προικὶ διὰ τούτων καὶ ὥςπερ οὐ μόνον αὔξειν, ἀλλὰ καὶ ἐπιδιδόναι προῖκα μετὰ σύστασιν γάμου δυνατὸν, οὕτω καὶ αἱ διὰ γάμους γινόμεναι δωρεαὶ μὴ μόνον προηγείσθωσαν τῶν γάμων ἀλλὰ καὶ μετὰ σύστασιν αὐτῶν καὶ ἐκ μέρους γινέσθωσαν καὶ ἀρχὴν δεχέσθωσαν.

Est et aliud genus inter uiuos donationis, quod prudentibus quidem ignotum erat, constitutiones autem principum prudentibus recentiores introduxerunt. dicitur autem ante nuptias donatio. eam sponsus in sponsam confert, tacitam in se condicionem habentem, ut tum rata sit cum matrimonium sequatur. ideoque appellata est donatio ante nuptias, quia ante matrimonium celebratum fieret, nunquam uero post nuptias. penitus enim omnis donatio constante matrimonio inter uirum et uxorem uetita est. set lata est constitutio diuae memoriae Iustini, qua permittitur, (sicuti a ueteribus prudentibus concessum erat constante matrimonio dotem augere, ueluti si dos data fuerit aureorum centum, poterat et post celebratas nuptias uxor adicere quantam uoluisset pecuniam et dotem augere, et nemo id donationem uocabat), ita et ante nuptias donationem uiro augere, cumque una pars augere posset, et alteri id faciendi tribuit potestatem. set cum haec constitutio disposuisset, inconueniens remanebat nomen donatio ante nuptias «. dicebatur enim ante nuptias et quae post nuptias fieret; et ideo piissimus princeps noster leges plenissimo fini tradere cupiens nominaque rebus consequentia esse studens, sanxit eiusmodi donationes non modo augeri, constante matrimonio, set etiam initium accipere. si enim mulieri in matrimonio sim coniunctus, nulla ante nuptias donatione in eam conlata per inopiam forte aut ex alia causa, nunc autem eam constituere uelim, procul impedimento id fieri iussit, nec amplius » ante nuptias donationem set propter nuptias « eandem uocari. in his ergo sit donatio ante nuptias doti similis et quomodo non tantum augere et etiam constituere dotem post nuptias celebratas licet, ita et donationes propter nuptias non tantum nuptiis antecedant set etiam post earum celebrationem et ex parte fiant et initium sumant.

4Εἰρήκαμεν ἐννόμους κτήσεις τὴν διὰ usucapionos καὶ τὴν διὰ μακροῦ χρόνου νομῆς. ζητῶν δέ τις παλαιότερον καὶ ἄλλον εὑρήσει τρόπον ἐννόμου κτήσεως· οὗτος δέ ἐστιν ὁ τῆς προσαυξήσεως. ἐγίνετο δὲ τοῦτον τὸν τρόπον. Primos καὶ Títios εἶχον ἐπίκοινον οἰκέτην. ὁ Primos παρὰ γνώμην τοῦ Titíu τὸν κοινὸν ἠλευθέρωσεν οἰκέτην uindicta ἤγουν ἐν διαθήκη. ἐκέλευσεν ἡ πολιτικὴ νομοθεσία ἐπὶ τούτου τοῦ θέματος μὴ μόνον τὸν Prîmon μηδέν ποιεῖν μηδὲ τὸν οἰκέτην ἀπαλλάττειν τῆς δουλείας, ἀλλὰ καὶ ἀπολλύειν ὅπερ ἐπ᾽ αὐτῷ μέρος εἶχε δεσποτείας, ἀπολλύμενον δὲ τοῦτο ἐπὶ τὸν Títion ἔρχεσθαι δικαίῳ προσαυξήσεως καὶ ἐξ ἀποτελέσματος μόνον τὸν Títion γίνεσθαι αὐτοῦ δεσπότην. ἀλλ᾽ ἐπειδὴ κάκιστον ἦν τοῦτο παράδειγμα τὸ καὶ τὸν οἰκέτην στερεῖσθαι τῆς ἐλευθερίας καὶ τοὺς μὲν φιλάνθρωπόν τι βουλευσαμένους ἐπὶ τῷ οἰκέτῃ δεσπότας ζημιοῦσθαι, τοὺς δὲ μὴ βουληθέντας τοῦτον ἐλεῆσαι καὶ δουλείας ἀπαλλάξαι κερδαίνειν, τοῦ μέρους αὐτοῖς προσαυξανομένου τοῦ οἰκέτου, βασκανίας ἀνάμεστον τὸ τοιοῦτον κρίνας ὁ εὐσεβέστατος ἡμῶν βασιλεὺς θείαν ἐξηῦρεν αὐτῷ θεραπείας ὁδὸν ἐπινοήσας, δι᾽ ἧς καὶ Primos ὁ ἐλευθερώσας καὶ Títios ὁ μὴ συναινέσας καὶ ὁ τὴν ἐλευθερίαν δε. ξάμενος οἰκέτην τῇ αὐτοῦ χάριτας ὁμολογήσουσι διατάξει. ἐκέλευσε γὰρ τὸν μὲν οἰκέτην πάντως ἐλεύθερον εἶναι, ἐπειδὴ καὶ οἱ πάλαι νομοθέται πολλὰ καὶ παρὰ τοὺς κοινοὺς κανόνας εἰς σπουδὴν τῆς ἐλευθερίας ἐπενόησαν καὶ τὸν μὲν Prîmon χαίρειν, ἐφ᾽ ᾧ ἡ παρ᾽ αὐτοῦ δοθεῖσα ἐλευθερία τὸ βέβαιον ἔχει, τῷ δὲ κοινωνῷ φυλάττεσθαι τὸ ἀζήμιον τοῦ τιμήματος ἀποκαθισταμένου αὐτῷ παρὰ τοῦ ἀπελευθερώσαντος καθόπερ ἐπ᾽ αὐτῷ δεσποτείας ἔχει μέρος, καθὰ τῇ αὐτῇ περιέχεται νομοθεσία.

Diximus legitimos adquisitionis modos usucapionem et longi temporis possessionem esse. Si quis tamen quaerat, antiquiorem quoque modum adquisitionis inueniet: idest ius adcrescendi. quod tale erat. Primus et Titius communem seruum habebant. Primus contra Titii uoluntatem communem manumiserat seruum uindicta siue testamento. iure autem ciuili eo casu non tantum inritum erat quod Primus fecerat, set etiam amittebatis partem quam habuerat dominii; amissa autem pars Titio iure adcrescendi quaerebatur, ita ut deinceps Titius solus dominus fieret. set cum pessimo fuerat exemplo et libertate seruum defraudari et humanioribus erga seruum dominis damnum inferri, eos autem qui neque eius misereri neque eum uellent manumittere, lucrari, cum eis portio serui adcresceret, inuidiae plenum eiusmodi ius esse existimans piissimus princeps noster diuinam quandam uiam remedii inuenit, per quam et Primus manumissor, et Titius qui non consenserit, et. seruus, qui libertatem acceperit, eius constitutione gratias agere possint. constituit enim seruum omnino esse liberum, cum et ueteres legum latores multa et contra communes regulas fauore libertatis introduxerint, et Primum gaudere, cum libertas ab eo imposita rata habeatur, et socium indemnem conseruari, pretio serui ei a manumissore restituto secundum partem dominii, sicut ipsa constitutione continetur.