JGR VI 2.19
Περὶ ἐνοίκων.
Abrir no leitor do IusCommune →1
pr.Τῶν ἐνοίκων ἐπὶ πολὺν χρόνον τουτέστιν ἐπὶ διετίαν μὴ φαινομένων μήτε τὸ στεγονόμον κατατιθέντων, ἔξεστιν οἷς διαφέρει ἀνοίγειν καὶ παρόντων δημοσίων προσώπων ἀπογράφεσθαι τὰ ἐκεῖ ὄντα.
2
pr.Ὅτι ὁ ἔνοικος ἐφόσον δίδωσι τὸ μίσθωμα οὐκ ἐκβάλλεται παρὰ τοῦ δεσπότου, εἰ μὴ ἄρα ἢ εἰς ἰδίαν χρείαν ἀναγκαίαν δέεται τοῦ οἴκου, ἢ ἐπισκευάσαι βούλεται, ἢ ὁ ἔνοικος κακῶς αὐτῷ κέχρηται.