IusCommune
IusCommune › Textos › Prochiron auctum › Paratitla

JGR VI 2.18

Περὶ ἀλληλεγγύων.

Abrir no leitor do IusCommune →

1

pr.Εἴ τις ἀλληλεγγύους ὑπευθύνους λάβοι τινὰς, εἰ μὲν μὴ προσθείη τὸ δεῖν καὶ ἕνα τούτων εἰς ὁλόκληρον ἐνέχεσθαι, πάντας ἐξ ἴσου τὴν ἀγωγὴν ὑφίστασθαι. εἰ δὲ καί τι τοιοῦτο προστεθείη, φυλάττεσθαι μὲν τὰ σύμφωνα, οὐκ εὐθὺς μέντοι τὴν ἀρχὴν εἰς ὁλόκληρον ἀπαιτεῖσθαι, ἀλλὰ τέως μὲν κατὰ τὴν μοῖραν, καθ᾽ ἣν ἕκαστος ἐνέχεται. χωρεῖν δὲ αὐτὸν καὶ κατὰ τῶν λοιπῶν, εἴ γε καὶ εὔποροι καθεστᾶσιν καὶ ἐνδημοῦσι. καὶ εἰ τοῦτο οὕτως ἔχον φανείη, εἰ μὲν εἰπόρως ἔχουσι καὶ παρόντες τύχοιεν, ἐκείνους κινδυνεύειν ἐκπληρῶσαι ἕκαστον εἰς τὸ οἰκεῖον μέρος τὸ ἀλληλεγγύως δανεισθὲν, ἐξ οὗπερ ὅλως ἔνοχοι γεγόνασι, καὶ μὴ τὸ κοινὸν χρέος ἴδιόν τινος γίνεσθαι βάρος. εἰ δὲ ἀπόρως ἔχοντες οἱ λοιποὶ φανεῖεν, εἴτε πάντες εἴτε τινὲς, εἴτε εἰς μέρος εἴτε εἰς ὁλόκληρον, ἢ καὶ ἀπόντες τύχοιεν, εἰς ἐκεῖνο ἐνέχεσθαι, ὅπερ λαβεῖν παρὰ τῶν ἄλλων οὐκ ἐδυνήθης.

2

pr.Ὁ εἰς ὁλόκληρον ἐγγυησάμενος τὸν μισθωσάμενον πολιτικὰ τέλη καὶ εἰς τόκους ἐνέχεται, εἰ μή τι ῥητῶς ἕτερον συνεφωνήθη. εἰ δὲ καὶ περὶ τῆς ἀπορίας τὶ συνεφωνήθη, ἀκολουθοῦμεν τῇ ἀγαθῇ πίστει.