JGR VI 2.16
Περὶ ἀπόντων καὶ ἀναζητουμένων καὶ ὡς ἐπὶ ἐγκλήματι κατηγορουμένων.
Abrir no leitor do IusCommune →1
pr.Ὁ ἐπὶ βαρυτάτοις ἐγκλήμασιν ἐνεχόμενος καὶ ἀπολιμπανόμενος οὐ καταδικάζεται ἀπὼν, ἀλλὰ γίνεται ἀναζητούμενος. καὶ ἐὰν ἐντὸς ἐνιαυτοῦ παραγένηται καὶ ἀποδείξῃ ἑαυτὸν ἀνεύθυνον, παραλαμβάνει τὰ ἴδια πράγματα κρίσει τοῦ δικαστοῦ σφραγισθέντα. ὅθεν καὶ μετὰ ταῦτα, εἰ καὶ μηδέποτε ἐκάθηρεν ἑαυτὸν τοῦ ἐπιφερομένου ἐγκλήματος, ὅμως ἐὰν τελευτήσῃ, εἰς τοὺς κληρονόμους τοὺς ἰδίους παραπέμπει τὴν ἰδίαν οὐσίαν. εἴ τις δέ ποτε ἐξ ἐκείνης τῆς ἡμέρας, ἐξ ἧς ὑπεύθυνος γέγονεν, ἐν δικαστηρίῳ αἰτιαθεὶς εἴσω ἐνιαυτοῦ διαστήματος μὴ βουληθῇ παραγενέσθαι ἐν τῷ δικαστηρίῳ, καὶ τὰ πράγματα τῷ δημοσίῳ διεκδικηθῶσι, καὶ [εἰ] μετὰ ταῦτα εὑρεθεὶς ὑπεύθυνος εἴη καταληφθεὶς, αὐστηροτέρᾳ ὑποβαλλέσθω ἀποφάσει. εἰ δὲ καὶ ἐλέγχοις φανεροῖς καὶ ἀποδείξει διανγεῖ τὴν ἀθωότητα τὴν ἰδίαν καθᾶραι σπουδάσει, μηδὲν ἦττον αἱ ὑποστάσεις αὐτοῦ παρὰ τῷ δημοσίῳ μενέτωσαν.