IusCommune
IusCommune › Textos › Prochiron auctum › Paratitla

JGR VI 2.15

Περὶ ἀποκαταστάσεως.

Abrir no leitor do IusCommune →

1

pr.Ἐάν τις κατὰ βίαν ἢ κατὰ φόβον θανάτου ἢ τοὺς κατὰ τοῦ σώματος βασάνους εἰλαβηθεὶς πωλήσῃ πράγματα, καὶ μηδὲ μετὰ ταῦτα τῇ συναινέσει βεβαιώσῃ τὴν πρᾶσιν, κατὰ τὴν δύναμιν τοῦ διηνεκοῦς διατάγματος ἐντὸς μὲν ἐνιαυτοῦ κινῶν, καὶ ἐὰν μὴ ἀποδοθῇ αὐτῷ τὸ πρᾶγμα, τετραπλάσιον ἀπολήψεται, ἀναδιδοὺς δηλονότι τὸ τίμημα ὅπερ ἔλαβε· μετὰ δὲ τὸν ἐνιαυτὸν εἰς τὸ ἁπλοῦν δοθήσεται αὐτῷ.