IusCommune
IusCommune › Textos › Novelas

Nov. 149Περὶ τοῦ προῖκα τοὺς τῶν ἐπαρχιῶν ἄρχοντας γίνεσθαι ἐκ δεήσεως τῶν τε θεοφιλεστάτων ἐπισκόπων καὶ κτητόρων καὶ οἰκητόρων τῶν ἐπαρχιῶν πρὸς τὸν εὐσεβέστατον βασιλέα, ἐφ’ ᾧ τὸν ὀνομαζόμενον τὸ δημόσιον ἀσφαλίζεσθαι. Εἰ δὲ ὑπερθῶνται τοῦτο πρᾶξαι, μηδένα προςιέναι κατὰ τοῦ ἄρχοντος ὁτιοῦν πράττοντος προφάσει τῶν δημοσίων.

Abrir no leitor do IusCommune →

1

praefΤῆς παρὰ τοῦ θεοῦ δεδομένης ἡμῖν πολιτείας κηδόμενοι καὶ ἐν πάσῃ δικαιοσύνῃ ζῆν τοὺς ἡμετέρους σπουδάζοντες ὑπηκόους ἕνα σκοπὸν ἐξ ἀρχῆς τοῦτον ἐθέμεθα, ἅπαν εἴ τι πρώην ἀτελὲς ἦν καὶ συγκεχυμένον ὑπῆρχε, τοῦτο καὶ ἐπανορθῶσαι καὶ τέλειον ἀποφῆναι. μεριμνήσαντες τοίνυν ὅπως τό τε δημόσιον τό τε ὑπήκοον ἀβλαβές τε καὶ ἀζήμιον διατελοίη, διενοήθημεν ὅτι δὴ τοῦτο ῥᾳδίως ἕξομεν, εἰ τοὺς ἡγουμένους τῶν ἐπαρχιῶν προῖκα τὰς ἀρχὰς παραλαμβάνοντας καὶ τὸ δημόσιον ἀσφαλιζομένους ὀρθῶς τε καὶ νομίμως ἅπασι χρῆσθαι παρασκευάσαιμεν, παντὸς ἀπεχομένους τοῦτο μὲν ἀδικήματος τοῦτο δὲ καὶ λήμματος αἰσχροῦ τε καὶ ἄλλως ἀπηγορευμένου.

1Ἵνα τοίνυν μὴ ξένοι τινὲς ἐπειςπηδῶντες ταῖς ἐπαρχίαις ἀδικοῖεν αὐτὰς ἡμεῖς τε συχναῖς ταῖς κατ’ αὐτῶν ἐνοχλοίμεθα προςελεύσεσι, προτρέπομεν τοὺς ἑκάστης ἐπαρχίας ὁσιωτάτους ἐπισκόπους κτητόρων τε καὶ οἰκητόρων τοὺς ἄγοντας τὰ πρωτεῖα, διὰ κοινῆς δεήσεως ἀναφέρειν ἐπὶ τὸ ἡμέτερον κράτος τοὺς αὐτοῖς ἐπιτηδείως ἔχειν πρὸς τὴν ἀρχὴν τῆς αὐτῶν ἐπαρχίας νομιζομένους. τούτοις γὰρ τὰ σύμβολα τῆς ἀρχῆς δόσεως χωρὶς παρέξομεν ἀσφαλιζομένοις τὸν δημόσιον εἰςάγειν κανόνα, παρεγγυῶντες αὐτοῖς τῶν νόμων ἐναντίον μηδὲν διαπράττεσθαι [ἢ] μηδέ τινα βιάζεσθαι παρὰ τῶν ὑποτελῶν ⟨πόρον, ἀλλὰ ταῖς οἰκείαις⟩ ἀρκουμένοις σιτήσεσιν ἐπαγρυπνεῖν τῇ τῶν δημοσίων φόρων εἰςπράξει, καὶ τοῖς μὲν περὶ τὰς εὐσεβεῖς εἰςφορὰς εὐγνωμονοῦσι πρᾴως τε ἅμα καὶ πατρικῶς προςφέρεσθαι, τοὺς δὲ ἀγνωμονοῦντας εἰςπράττειν σφοδρότερον, μηδὲν ὑπὲρ τούτου κέρδος οἰκεῖον παντάπασιν ἀποφερομένους. δεήσει δὲ αὐτοὺς οὐδὲν ἧττον καὶ τοῖς δικαζομένοις ἅπασι τὸ ἴσον τε καὶ δίκαιον νέμειν σὺν τάχει τε τούτους ἀπαλλάττειν βλέποντας πρὸς τοὺς νόμους, ὡς μὴ καὶ δαπάναις καὶ χρόνοις μακροῖς αὐτοὺς ἐπιτρίβεσθαι· ἐπεξιέναι δὲ καὶ τοῖς ἁμαρτάνουσι, καὶ πρὸς τὸν νόμον ἐπάγειν τὰς τιμωρίας αὐτοῖς, καὶ πᾶσαν ἐπιδείκνυσθαι δικαιοσύνην.

2Οὐ μόνον δὲ αὐτοῖς ταῦτα προαγορεύομεν, ἀλλὰ καὶ τοῖς ἀρχῆς ἑκάστης παρέδροις καὶ τοῖς ἄλλως ὑπηρετουμένοις αὐταῖς. εἰ γάρ τις αὐτῶν ἢ περὶ τὴν τῶν δημοσίων εἴςπραξιν ῥᾳθυμίᾳ χρήσηται, ἢ ζημίαις ἢ ἐπηρείαις περιβάλοι τοὺς ἡμετέρους ὑποτελεῖς, τῆς τε οὐσίας ἐκπεσεῖται καὶ μεγίσταις ὑπαχθήσεται τιμωρίαις. ἡμῖν γὰρ ἡγουμένου θεοῦ μία τίς ἐστιν αὕτη σπουδὴ τὰς ἐπαρχίας εὐνομεῖσθαί τε καὶ ἀσφαλῶς οἰκεῖσθαι καὶ τῆς τῶν ἀρχόντων ἀπολαύειν δικαιοσύνης, τούς τε δημοσίους ἀμέμπτως εἰςάγεσθαι φόρους. οὐ γὰρ ἄλλως ἔνεστι τὸ πολίτευμα διασώζεσθαι μὴ τῶν εὐσεβῶν εἰςαγομένων τελεσμάτων, ἐξ ὧν τὸ μὲν στρατιωτικὸν τὰ τεταγμένα τούτῳ κομιζόμενον τοῖς πολεμίοις ἀντικαθίσταται καὶ ἐκ τῆς τῶν βαρβάρων ἐπιδρομῆς τε καὶ κακίας ἐξαιρεῖται τοὺς ὑποτελεῖς, φρουρεῖ δὲ καὶ τοὺς ἀγροὺς καὶ τὰς πόλεις ἐκ τῆς τῶν λῃστῶν καὶ τῶν ἄλλως ἄτακτον βίον ἐπανῃρημένων ἐπηρείας τε καὶ ἐφόδου, ἀπολαύει δὲ καὶ τὰ λοιπὰ τῶν ταγμάτων τῶν αὐτοῖς ἀπονεμηθέντων, τείχη τε καὶ πόλεις ἐπανορθοῦνται, δημοσίων τε βαλανείων ἐκπυρώσεις προΐασι θεάτρων τε ἐπιμέλεια καὶ τῶν ἄλλων, ὁπόσα πρὸς θεραπείαν τῶν ὑπηκόων ἐξεύρηται· ὥςτε τὰ παρ’ αὐτῶν συντελούμενα τὰ μὲν εἰς αὐτοὺς τὰ δὲ καὶ δι’ αὐτοὺς δαπανᾶσθαί τε καὶ ἐπιδίδοσθαι, ἡμῖν δὲ καθάπαξ οὐδὲν ἐντεῦθεν ἢ τὰς ὑπὲρ τούτων ἔχειν συμβαίνει φροντίδας, πλὴν ἀλλ’ οὐδὲ ταύτας ἀμίσθους, τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ μεγέθει τῆς αὐτοῦ φιλανθρωπίας πολλοῖς ἡμᾶς καὶ διὰ τοῦτο τοῖς ἀγαθοῖς ἀμειβομένου.

3Ταῦτα μὲν οὖν ἡμεῖς τοῖς ἐν ταῖς ἐπαρχίαις ἅπαντα προκηρύττοντες, καὶ ταύτῃ δεικνύντες ὅση τις ἡμῖν ἐστι περὶ τοὺς ὑπηκόους φιλανθρωπία, ἵλεώ τε καὶ εὐμενῆ τὸν θεὸν μᾶλλον ἕξομεν, τῆς τῶν ὑποτελῶν ἀβλαβείας τοσαύτην τιθέμενοι πρόνοιαν. οἱ δὲ ταύτης ἡμῶν τῆς καλοκαγαθίας ἐπιτυχόντες εἰ περὶ τὴν τῶν ἀρχόντων αἵρεσιν διαμάρτοιεν, οὐδένα παντελῶς ἢ σφᾶς αὐτοὺς αἰτιάσονται. εἰ δὲ καὶ ἀναβάλοιντο τούτους ἐπιλέγεσθαι καὶ εἰς ἡμᾶς ἀναφέρειν, οὐκέτ’ ⟨ἂν⟩ δικαίως τοὺς ἐντεῦθεν ἐκπεμπομένους ἐν ταῖς ἐπαρχίαις διὰ τὴν τῶν δημοσίων συλλογὴν ἅπαντα πράττειν προαιρουμένους ἐπιμέμψαιντο, ⟨οὐδ’ ἡμεῖς⟩ τοῦ λοιποῦ ἀνεξόμεθα προςιόντων αὐτῶν καὶ τούτους αἰτιωμένων. οἱ γὰρ τὴν ἐξουσίαν παρ’ ἡμῶν λαβόντες τῆς τῶν ἀρχόντων ἐπιλογῆς, ἵνα τὰς ἀρχὰς προῖκα λαμβάνοντες τοὺς δημοσίους εἰςάγοιεν φόρους αὐτοί τε παρ’ αὐτῶν μηδαμῶς ἀδικοῖντο, ῥᾳθυμοῦντες οὗτοι περὶ τὴν τούτων ἐπιλογὴν ἀνεκτοὶ καθάπαξ οὐκ ἔσονται μεμφόμενοι τούτοις καὶ ταῖς κατ’ αὐτῶν προςελεύσεσιν ἡμῖν ἐνοχλοῦντες. ἀναβολῇ δὲ χρήσεται καθάπαξ οὐδεὶς πρὸς τὴν τῶν ἐπικειμένων αὐτῷ δημοσίων φόρων καταβολήν, οὐ θεῖος οἶκος, οὐχὶ ἁγιωτάτη ἐκκλησία, οὐκ εὐαγὲς πτωχεῖον ἢ μοναστήριον, ἀλλ’ οὐδὲ μεῖζον ἢ ἔλαττον πρόςωπον. οὔτε δὲ πολιτευομένους οὔτε τοὺς λεγομένους ἐκλήπτορας οὔτε μὴν τοὺς ἄλλους, οἷς ἐπίκειται ἡ τῶν δημοσίων φόρων φροντίς, ἐξαιροῦμεν τοῦ ἐντεῦθεν κινδύνου. τὰ γὰρ κοινῇ πᾶσι λυσιτελοῦντα προκρίνομεν τῆς ἀδίκου προαιρέσεως τῶν εἰς τὸ δημόσιον ἀγνωμονεῖν ἐθελόντων.

epilὭςτε δὲ τὰ καλῶς ἡμῖν παραστάντα φανερὰ πᾶσι γενέσθαι, κελεύομεν τὴν σὴν ὑπεροχὴν κατά τε τὴν εὐδαίμονα ταύτην πόλιν καὶ μὴν καὶ ἐν ταῖς ἐπαρχίαις τὸ παρὸν θεῖον ἴδικτον προθεῖναι εἰς τοὺς περιφανεῖς ἑκάστης πόλεως τόπους, ὥςτε μηδένα διαλαθεῖν τὴν ἐξηυρημένην πρόνοιαν τῆς γαληνότητος ἡμῶν ὑπέρ τε τοῦ δημοσίου καὶ τῆς τῶν ὑποτελῶν ἀβλαβείας.

Dat. XV k. Febr. CP. ⟨imp.⟩ dn. Iustini pp. Aug. ⟨anno IV⟩ post cons. eiusdem ⟨anno III⟩.