Nov. 148Περὶ συγχωρήσεως λοιπάδων δημοσίων.
Abrir no leitor do IusCommune →1 · ⟨Ἰουστῖνος Αὔγουστος ἔδικτον.⟩
praefὍσην περὶ τὰ κοινὰ τῶν πραγμάτων εὐθὺς ἐκ προοιμίων τῆς ἡμετέρας βασιλείας ἐποιησάμεθα πρόνοιάν τε καὶ σπουδὴν τῆς παραδοθείσης ἡμῖν ἐκ θεοῦ πολιτείας κηδόμενοι, ἐξ ὧν ἤδη πεπράχαμεν φανερὸν κατεστήσαμεν ἅπασι. τὸ γὰρ δημόσιον χρέεσι πολλοῖς καταπεφορτισμένον εὑρόντες καὶ πρὸς τὴν ἐσχάτην ἀπορίαν ἐλάσαν εἰς ἑαυτοὺς ἡμεῖς ἀνεδεξάμεθα τὸ ὄφλημα, βάρους τε καὶ δυςχερείας πολλῆς ἀπαλλάξαντες τοῦτο. καὶ τὸ στρατιωτικὸν δὲ παραρρυὲν ἤδη τῇ τῶν ἀναγκαίων ἀπορίᾳ, ὡς τὸ πολίτευμα ταῖς τῶν βαρβάρων ἐφόδοις τε καὶ ἐπιδρομαῖς ἀμέτροις καταβλάπτεσθαι, καθ’ ὅσον γέγονεν ἡμῖν δυνατὸν τῆς δεούσης ἐπανορθώσεως ἀξιοῦμεν. πλὴν ἀλλ’ οὐκ ἄχρι τούτων καὶ μόνων δεῖν ᾠήθημεν τὴν περὶ τοὺς ὑπηκόους στῆναι βοήθειαν, ἀλλὰ καί τινος ἄλλης μεταδοῦναι φιλανθρώπου γνώμης τοῖς ὑποτελέσι νενομίκαμεν χρῆναι ἐλευθεροῦντες αὐτοὺς τῶν παρ’ αὐτῶν ἐλλειμμάτων ὀφειλομένων τῷ δημοσίῳ.
1Κοινὴν τοίνυν καὶ ταύτην ἡμῶν τὴν εὐεργεσίαν εἰς ἅπαντας ἐπεκτείνοντες συγχωροῦμεν τοῦ προλαβόντος χρόνου μέχρι τῆς octavας ἐπινεμήσεως καὶ αὐτῆς τοῦ ἐνεστῶτος κύκλου τὰ ὀφειλόμενα παρὰ τῶν ὑποτελῶν ἐλλείμματα τῷ δημοσίῳ, καὶ θεσπίζομεν μηδεμίαν εἴςπραξιν γενέσθαι τῶν ἐν λοιπάσιν ὀφειλομένων ἄχρι τῆς εἰρημένης ἐπινεμήσεως, εἴτε τὴν γενικὴν εἴτε τὴν ἰδικὴν τράπεζαν τῆς σῆς ἐνδοξότητος ταῦτα ὁρᾷ ἢ τὴν ἀρχὴν τῶν παρὰ Ἰλλυριοῖς ἱερῶν πραιτωρίων ἢ τοῦ ἐνδοξοτάτου Ἰουστινιανοῦ ἐπάρχου τῶν ἐπὶ Μυσίας καὶ Σκυθίας στρατιωτικῶν καταλόγων ἢ καὶ τῶν θείων ἡμῶν θησαυρῶν ἢ τοῦ ἱερωτάτου ἡμῶν ταμιείου ἢ τοῦ θείου πατριμονίου ἢ τοῦ μεγαλοπρεπεστάτου κουράτωρος τῶν οἰκιῶν· ἀλλὰ πᾶν ὅσον ἔν τε χρυσίῳ καὶ ἀργύρῳ καὶ ἑτέροις εἴδεσι κεχρεωστημένον εἴη, τοῦτο πᾶσι τοῖς ὀφείλουσι συγχωρείσθω, ὥστε οὔτε γεωργοὶ οὔτε μισθωταὶ οὔτε ἐμφυτευταὶ οὔτε μὴν οἱ κεκτημένοι εἰςπραχθήσονται τὰ ὀφειλόμενα τῷ δημοσίῳ ἐλλείμματα τῶν ἄχρι τῆς εἰρημένης ἐπινεμήσεως καὶ αὐτῆς χρόνων.
2Ἐξαιροῦμεν δὲ ταύτης ἡμῶν τῆς φιλοτιμίας τάς τε στρατιωτικὰς καὶ φοιδερατικὰς discussionας. ταύτας γὰρ τῶν ὑποτελῶν οὐδὲ ὅλως καθάπτεσθαι συμβαίνει, ἀλλ’ ἐκείνων καὶ μόνων τῶν ἐκ τοῦ δημοσίου χρήματα χορηγηθέντων, εἰς κέρδος τε οἰκεῖον ἀπενεγκαμένων τὰ τοῖς στρατιωτικοῖς τάγμασιν ἢ φοιδερατικοῖς ἐπιδοθέντα παρὰ τοῦ δημοσίου. εἰ δὲ καί τινα παρὰ τοῖς λεγομένοις ὑποδέκταις ἢ ἀπαιτηταῖς ἢ ἐκλήπτορσιν ἢ ἐν χρυσίῳ ἢ ἐν ἀργύρῳ ἢ τῶν ἄλλων τῶν ἐν εἴδει τελουμένων εὑρεθεῖεν παρὰ τῶν ὑποτελῶν καταβληθέντα, εἰςπραχθήσονται καὶ αὐτὰ καὶ καταβληθήσονται οἷς προςήκει τῶν εἰρημένων ἡμῖν ἀρχόντων. τὸν ὅμοιόν τε τρόπον καὶ τοὺς ἄλλους ἅπαντας τοὺς λαβόντας τῶν ἡμετέρων συντελῶν χρυσίον ἢ ἕτερόν τι ἐκ τῶν εἰρημένων ἡμῖν ἐπινεμήσεων καὶ τοῦτο μὴ καταθέντας εἰς τὸ δημόσιον ᾗ καταθεῖναι προςῆκον ἦν, ἐξαιροῦμεν τῆς παρούσης ἡμῶν δωρεᾶς, ὥςτε τοῦτο ἐπὶ τὸ δημόσιον ἢ καὶ οἷς ἂν ἁρμόζῃ τὰ τοιαῦτα καταβαλεῖν. τοὺς γὰρ ὑποτελεῖς ἐλεοῦντες τῆς παρούσης ἠξιώσαμεν φιλανθρωπίας, οὐ μὴν τοὺς παρ’ αὐτῶν τὰ δημόσια προλαβόντας χρήματα ἀποστερεῖν τε τὸ δημόσιον βουλομένους ἤγουν ἐκείνους, ὅπου ἂν ἐκτεταγμένοι τύχοιεν ὄντες. πρόδηλον δέ, ὡς εἴ τινες ταύτης ἡμῶν προαισθόμενοι τῆς φιλοτιμίας ὑπὲρ τῶν συγχωρουμένων ἐλλειμμάτων κατά τινα περίνοιαν ἐκ τῶν ὑποτελῶν ὁμολογίας ἢ ἀντιφωνήσεις εἰλήφασιν, ἢ καὶ εἰς ἰδιωτικὰ μετατεθείκασι χρέα, ἢ ἄλλο τι πρὸς περιγραφὴν τοιοῦτό τι μελετήσαντες ἢ πράξαντες φανεῖεν, οὐδὲν ἐξ αὐτῶν ὄφελος ἕξουσιν, ἀναδώσουσι δὲ τὰς ὁμολογίας παρ’ ὧν ἐκομίσαντο ταύτας. Ἅπαντες δὲ χάριτας θεῷ τε καὶ ἡμῖν ὁμολογήσουσιν, οἱ μὲν ὀφείλοντες τὰ ἐλλείμματα τῆς τούτων συγχωρήσεώς τε καὶ φιλανθρωπίας ἀξιωθέντες, οἱ δὲ οὐδὲν ὑπὲρ ἐλλειμμάτων ὀφείλοντες ἀπηλλαγμένοι φροντίδος τῆς τῶν ἀποδείξεων ἕνεκα παραφυλακῆς, ὡς μὴ τούτοις παρεμπίπτειν ⟨τὸ⟩ πολλάκις ὑπὲρ τῶν αὐτῶν ἐνοχλεῖσθαι χρόνων, πάλιν δὲ ζυγοκλεπτήσαντες παρίτωσαν, ἄχρι τῆς ὀγδόης ἐπινεμήσεως ἔχοντες τὸ ἀμέριμνον· ὡς εἰς πάντας εἰκότως τὴν παροῦσαν ἡμῶν διανέμειν δωρεάν.
epilΤὰ τοίνυν παραστάντα ἡμῖν καὶ διὰ τοῦδε τοῦ θείου ἡμῶν πραγματικοῦ νόμου δηλούμενα ἡ σὴ ἐνδοξότης προγράμμασι χρωμένη κατὰ τήνδε τὴν βασιλίδα πόλιν ἅπασι φανερὰ καταστήσει.
D. anno I ⟨Iustinou⟩ pp. Aug.