Nov. 142Περὶ τῶν εὐνουχιζόντων.
Abrir no leitor do IusCommune →1 · Αὐτοκράτωρ Ἰουστινιανὸς Αὔγουστος Μαρθάνῃ ⟨κόμητι πριβάτων⟩.
praefΑἱ παρὰ τῶν πρὸ ἡμῶν βεβασιλευκότων ὁρισθεῖσαι τιμωρίαι κατὰ τῶν εὐνουχίζειν τολμώντων πᾶσι δῆλαι τυγχάνουσιν. ἐπειδὴ δέ τινες καταφρονοῦντες τῆς ἑαυτῶν σωτηρίας ἐτόλμησαν ὅλως πρὸ φανεροῦ χρόνου τὸ τοιοῦτον ἀσεβὲς ἁμάρτημα διαπράξασθαι, διὰ τοῦτό τινες μὲν ἐξ αὐτῶν ἀξίας δεδώκασι ποινάς, ἕτεροι δὲ μετὰ τὸ τιμωρηθῆναι καὶ ἐν ἐξορίᾳ ἐπέμφθησαν. ἐπειδὴ τοίνυν οὐδὲ οὕτως τῆς ἀνοσίας ἀπέσχοντο πράξεως, ἀλλ’ εἰς πλῆθος ἐξῆλθε τὸ τοιοῦτον μῦσος, ὡς διαφόρως ἀπὸ πολλῶν ὀλίγους περισωθῆναι, καὶ τοσοῦτον ὅτι καί τινες ἐξ αὐτῶν τῶν περισωθέντων ἐπ’ ὄψεσιν ἡμετέραις κατέθεντο, ὅτι ἀπὸ ἐνενήκοντα μόλις τρεῖς περιεσώθησαν, τίς οὕτως περιφρονεῖ τῆς ἰδίας σωτηρίας, ὥςτε παριδεῖν καὶ ἀνεκδίκητα ταῦτα καταλιπεῖν; εἰ γὰρ οἱ ἡμέτεροι νόμοι τοὺς ξίφος κατά τινος σύροντας τιμωρίαις ὑποβάλλουσι, πῶς ἔχωμεν παριδεῖν οὕτως ἀδεῶς γινομένους φόνους, καὶ πρᾶγμα γινόμενον ἐναντίον τε τοῦ θεοῦ καὶ τῶν ἡμετέρων νόμων; ἀναγκαῖον οὖν ἡγησάμεθα τοῖς τὰ τοιαῦτα τολμῶσι διὰ τοῦ παρόντος νόμου ἀκριβέστερον ἐπεξελθεῖν.
1Θεσπίζομεν τοίνυν τοὺς ἐν οἱῳδήποτε τόπῳ τῆς ἡμετέρας πολιτείας εὐνουχίζειν τολμῶντας ἢ τολμήσαντας οἱονδήποτε πρόςωπον, εἰ μὲν ἄνδρες εἶεν οἱ τοῦτο τολμήσαντες ἢ καὶ τολμῶντες, ταὐτὸ τοῦτο παθεῖν ὃ πεποιήκασι, καὶ εἰ περισωθεῖεν, τὰ πράγματα αὐτῶν τῷ δημοσίῳ προςκυροῦσθαι διὰ τοῦ κατὰ καιρὸν τὴν τῆς σῆς ἐνδοξότητος ἀνύοντος ἀρχήν, κἀκείνους ἐν Γύψῳ πέμπεσθαι ὀφείλοντας τὸν ἅπαντα τῆς ζωῆς αὐτῶν χρόνον ἐκεῖ εἶναι. εἰ δὲ γυναῖκες ὦσιν αἱ τοῦτο ποιοῦσαι, καὶ ταύτας τιμωρεῖσθαι, καὶ τὰ πράγματα αὐτῶν διὰ τοῦ κατὰ καιρὸν τὴν αὐτὴν ἀνύοντος ἀρχὴν τῷ δημοσίῳ προςκυροῦσθαι, καὶ εἰς ἐξορίαν πέμπεσθαι· ἵνα ἐξ ἧς ἐνόμισαν ἢ νομίζουσιν ἀσεβείας κέρδος ἑαυτοῖς περιποιεῖν, ἐξ αὐτῆς τιμωρίαν καὶ ἔκπτωσιν τῶν ἰδίων πραγμάτων ὑποστῶσι. τοὺς μέντοι ἐπιτάξαντας καὶ ἐπὶ τούτῳ πρόςωπα παραδεδωκότας, ἢ καὶ οἴκους ἢ τόπον τινὰ ἐπὶ τούτῳ παρασχομένους ἢ καὶ παρέχοντας, εἴτε ἄνδρες εἶεν εἴτε γυναῖκες, τὰς αὐτὰς κελεύομεν ὑποστῆναι τιμωρίας ὡς συνίστορας γενομένους τῆς ἀδίκου ταύτης πράξεως.
2Αὐτοὺς δὲ τοὺς εὐνουχισθέντας ἐχρῆν μὲν ἀπὸ παλαιοτέρων χρόνων, πλὴν κελεύομεν ὥςτε τοὺς ἀπὸ τῆς duodecimae indictionis τοῦ νῦν παρελθόντος κύκλου εὐνουχισθέντας παρ’ οὑτινοςοῦν ἐν τόποις τῆς ἡμετέρας πολιτείας ἐλευθέρους εἶναι, καὶ κατὰ μηδένα τρόπον ἢ οἱονδήποτε εἶδος συναλλάγματος εἰς δουλείαν καθέλκεσθαι, μηδὲ συμβόλαιον ἐπ’ αὐτοῖς ἀγοραῖον ἢ ἰδιόχειρον καθ’ οἱονδήποτε τρόπον ἢ κατὰ περίνοιαν γινόμενον ἢ καὶ γενησόμενον κρατεῖν, ἀλλὰ μηδὲ τὰς λεγομένας ἀνακρίσεις ἐπὶ τοῖς τοιούτοις γίνεσθαι προςώποις ἢ γινομένας κρατεῖν· ἀλλὰ καὶ πάντας τοὺς τοιούτοις συναλλάγμασι τὸ λοιπὸν ὑπουργοῦντας τὰς ἀνωτέρω εἰρημένας κελεύομεν ὑποστῆναι ποινάς. εἰ μέντοι διὰ πάθος συμβῇ δοῦλον εὐνουχισθῆναι, κἀκεῖνον κελεύομεν τῆς ἐλευθερίας τυγχάνειν· οἱ γὰρ ἐξ ἀρχῆς ὄντες ἐλεύθεροι πάθει ὡς εἰκὸς τοιούτῳ περιπίπτοντες ἑαυτῶν ἔχουσιν ἐξουσίαν, ἣν ἂν θέλωσι θεραπείαν ἑαυτοῖς προςάγειν. τοὺς εὐνουχισθέντας τοίνυν ἀπὸ τοῦ μνημονευθέντος χρόνου ἐν τῇ ἡμετέρᾳ πολιτείᾳ παρ’ οἱῳδήποτε προςώπῳ ὄντας κελεύομεν ἀναζητηθῆναι καὶ ἐλευθέρους εἶναι καὶ μηδέποτε εἰς δουλείαν τούτους καθέλκεσθαι. εἰ μέντοι θαρρήσουσί τινες ἐξ αὐτῶν τῶν εὐνουχισθέντων τινὰς μετὰ τὸν παρόντα ἡμῶν ἐπισχεῖν νόμον, δίδομεν ἄδειαν καὶ αὐτοῖς τοῖς εὐνουχισθεῖσιν ὡς ἅπαξ ἐλευθερίας ἐκ τοῦ παρόντος ἡμῶν τυχοῦσι νόμου, ἐνταῦθα μὲν τῇ τε βασιλείᾳ προςιέναι τῷ τε κατὰ καιρὸν ἁγιωτάτῳ πατριάρχῃ καὶ τοῖς ἐνδοξοτάτοις ἡμῶν ἄρχουσι προςαγγέλλειν, ἐν δὲ ταῖς ἐπαρχίαις τοῖς κατὰ τόπον ὁσιωτάτοις ἐπισκόποις καὶ τοῖς τούτων ἄρχουσιν, ἐφ’ ᾧ προνοίᾳ πάντων τῶν ἡμετέρων ἀρχόντων καὶ κινδύνῳ τῶν πειθομένων αὐτοῖς τάξεων εἴτε ἐν Κωνσταντινουπόλει εἴτε ἐν ἑτέρῳ οἱῳδήποτε τόπῳ τῆς ἡμετέρας πολιτείας τούτους ἐκδικεῖσθαι καὶ φυλάττεσθαι τὴν ἐκ τοῦ παρόντος ἡμῶν νόμου διδομένην αὐτοῖς ἐλευθερίαν. παριδεῖν γὰρ φόνους τοσούτους γινομένους κατὰ πρόφασιν τῶν τὰ τοιαῦτα τολμώντων ἐν τῇ ἡμετέρᾳ πολιτείᾳ οὐδαμῶς ἀνεχόμεθα. εἰ γὰρ βάρβαροι ἀκούσαντες τῶν ἡμετέρων περὶ τούτου παραγγελιῶν ταύτας ἐφύλαξαν, πῶς ἂν ἡμεῖς συγχωρήσαιμεν μετὰ τοσαύτας τῶν πρὸ ἡμῶν βεβασιλευκότων νομοθεσίας τοιοῦτόν τι ἁμαρτάνεσθαι ἢ ἀνεκδίκητον ἐν τῇ ἡμετέρᾳ πολιτείᾳ καταλιμπάνεσθαι;
epilΤὰ τοίνυν παραστάντα ἡμῖν καὶ διὰ τοῦδε τοῦ θείου γενικοῦ δηλούμενα νόμου ἡ σὴ ἐνδοξότης ἐνταῦθά τε καὶ κατὰ χώραν πράξει καὶ παραφυλάξει.
Dat. XV k. dec. Septimo ⟨imp.⟩ dn. Iustiniani pp. Aug. anno XXXII post cons. Basilii vc. anno XVII [a.55.]