Nov. 141Ἴδικτον Κωνσταντινουπολίταις Ἰουστινιανοῦ περὶ ἀσελγαινόντων.
Abrir no leitor do IusCommune →1
praefΤῆς τοῦ θεοῦ φιλανθρωπίας καὶ ἀγαθότητος ἀεὶ μὲν πάντες δεόμεθα, μάλιστα δὲ νῦν, ὅτε διὰ τὸ πλῆθος τῶν ἡμαρτημένων ἡμῖν πολυτρόπως αὐτὸν παρωργίσαμεν. καὶ ἠπείλησε μὲν καὶ ἔδειξεν ὧν ἄξιοι κατὰ τὰς ἡμετέρας ἁμαρτίας ἐσμέν, ἐφιλανθρωπεύσατο δὲ καὶ ἀνεβάλετο τὴν ὀργὴν ἀναμένων τὴν ἡμετέραν μετάνοιαν, ὡς μὴ βουλόμενος τὸν θάνατον ἡμῶν τῶν ἁμαρτωλῶν, ἀλλὰ τὴν ἐπιστροφὴν καὶ τὴν ζωήν. οὐ δίκαιον οὖν πάντως ἡμᾶς καταφρονῆσαι τοῦ πλούτου τῆς χρηστότητος καὶ τῆς ἀνακωχῆς καὶ τῆς μακροθυμίας τοῦ φιλανθρώπου θεοῦ, ἵνα μὴ κατὰ τὴν σκληρὰν καὶ ἀμετανόητον ἡμῶν καρδίαν θησαυρίσωμεν ἑαυτοῖς ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς, ἀλλὰ πάντας μὲν τῶν πονηρῶν ἐπιτηδευμάτων καὶ πράξεων ἀποσχέσθαι, μάλιστα δὲ τοὺς τῇ μυσαρᾷ καὶ θεῷ μεμισημένῃ δικαίως ἀνοσίᾳ πράξει συνσαπέντας λέγομεν δὴ τὴν τῶν ἀρρένων φθοράν, ἣν ἀθέως τολμῶσί τινες ἄρρενες ἐν ἄρρεσι τὴν ἀσχημοσύνην κατεργαζόμενοι.
1Ἴσμεν γὰρ ἐκ τῶν θείων γραφῶν διδασκόμενοι, ποίαν ὁ θεὸς κόλασιν δικαίαν ἐπήγαγε τοῖς ἐν Σοδόμοις πρώην οἰκήσασι διὰ τὴν περὶ τὴν μῖξιν ταύτην μανίαν, ὥςτε μέχρι τοῦ νῦν ἐκείνην τὴν γῆν ἀσβέστῳ πυρὶ κατακαίεσθαι, τοῦ θεοῦ διὰ τούτου παιδαγωγοῦντος ἡμᾶς ὥςτε τὴν ἀνοσίαν ταύτην ἀποστρέφεσθαι πρᾶξιν. ἴσμεν δὲ πάλιν, οἷα περὶ τῶν τοιούτων ὁ θεῖος ἀπόστολος λέγει, οἷά τε οἱ τῆς πολιτείας διαγορεύουσι νόμοι. ὥςτε πάντας ὀφείλειν τῷ τοῦ θεοῦ προςέχοντας φόβῳ ἀποσχέσθαι τῆς τοιαύτης ἀσεβοῦς καὶ ἀνοσίας πράξεως, ἣν οὐδὲ ἐν ἀλόγοις ἁμαρτανομένην ἐστὶν εὑρεῖν· καὶ τοὺς μὲν μηδὲν ἑαυτοῖς συνειδότας τοιοῦτον φυλάττειν ἑαυτοὺς καὶ πρὸς τὸν ἔπειτα χρόνον, τοὺς δὲ ἤδη συνσαπέντας τούτῳ τῷ πάθει μὴ μόνον παύσασθαι τοῦ λοιποῦ, ἀλλὰ καὶ μετανοῆσαι δικαίως καὶ τῷ θεῷ προςπεσεῖν, καὶ προςαγγεῖλαι τῷ μακαριωτάτῳ πατριάρχῃ τὴν νόσον καὶ τρόπον θεραπείας λαβεῖν, καὶ κατὰ τὸ γεγραμμένον καρπὸν ἐνεγκεῖν μετανοίας, ἵνα ὁ φιλάνθρωπος θεὸς κατὰ τὸν πλοῦτον τῶν ἰδίων οἰκτιρμῶν ἀξιώσῃ φιλανθρωπίας καὶ ἡμᾶς, καὶ πάντες εὐχαριστήσωμεν ἐπὶ τῇ τῶν μετανοούντων σωτηρίᾳ· οἷς καὶ νῦν τοὺς ἄρχοντας ἐπεξελθεῖν ἐκελεύσαμεν τὸν θεὸν θεραπεύοντες τὸν δικαίως ἡμῖν ὀργιζόμενον. καὶ νῦν μὲν πρὸς τὸ τῶν ἁγίων ἡμερῶν σέβας ἰδόντες παρακαλοῦμεν τὸν φιλάνθρωπον θεὸν οὕτω μετανοῆσαι τοὺς τῷ τοιούτῳ τῆς ἀσεβοῦς ταύτης πράξεως ἐγκυλισθέντας βορβόρῳ, ὡς μηδὲ ἕτερον ἡμῖν ἐπεξελεύσεως δοθῆναι καιρόν. προαγορεύομεν δὲ πᾶσιν ἐφεξῆς τοῖς τοιοῦτό τι συνειδόσιν ἑαυτοῖς ἡμαρτῆσθαι, ὡς εἰ μὴ καὶ παύσονται καὶ προςαγγείλαντες ἑαυτοὺς τῷ μακαριωτάτῳ πατριάρχῃ τῆς οἰκείας ἐπιμελήσονται σωτηρίας ὑπὲρ τῶν τοιούτων ἀσεβῶν πράξεων τὸν θεὸν ἐξιλεούμενοι εἴσω τῆς ἁγίας ἑορτῆς, πικροτέρας ἑαυτοῖς ἐπάξουσι τιμωρίας ὡς οὐδεμιᾶς τοῦ λοιποῦ συγγνώμης ἄξιοι. οὐδὲ γὰρ ἐνδοθήσεται οὐδὲ ἀμεληθήσεται ἡ τοῦ πράγματος ζήτησις καὶ διόρθωσις εἰς τοὺς μὴ προςαγγέλλοντας ἑαυτοὺς εἴσω τῆς ἁγίας ἑορτῆς, ἢ καὶ ἐμμένοντας τῇ αὐτῇ ἀσεβεῖ πράξει, ἵνα μὴ διὰ τῆς περὶ τοῦτο ῥᾳθυμίας καθ’ ἡμῶν τὸν θεὸν παροργίσωμεν, πρᾶξιν παρορῶντες οὕτως ἀσεβῆ καὶ ἀπηγορευμένην καὶ ἱκανὴν οὖσαν τὸν ἀγαθὸν παροργίσαι θεὸν εἰς τὴν ἁπάντων ἀπώλειαν.
Proponatur Constantinopolitanis civibus nostris. Dat. id. Mart. CP. ⟨imp.⟩ dn. Iustiniani pp. Aug. anno XXXII post cons. Basilii vc. anno XVIII