Nov. 139Συγχώρησις ποινῆς περὶ τῶν ἀθεμίτων γάμων.
Abrir no leitor do IusCommune →1 · Ἐν ὀνόματι τοῦ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ ἡμῶν Αὐτοκράτωρ Καῖσαρ Φλάβιος Ἰουστινιανὸς Φλώρῳ ⟨κόμητι τῶν θείων πριβάτων⟩.
praefἈνήγαγεν ἡμῖν ἡ σὴ ἐνδοξότης τοὺς ἀπὸ Σινδύος τῆς κώμης καὶ τοὺς Ἑβραίους τῆς ⟨τῶν⟩ Τυρίων γάμους ἀθεμίτους συμβάλλοντας ὑπὸ τὴν θείαν ἡμῶν γενέσθαι διάταξιν, καὶ οὐδὲ τὴν τετάρτην μοῖραν τῆς αὐτῶν διδόναι περιουσίας κατὰ τὰ περὶ τούτου προςτεταγμένα, ἤδη δὲ καί τινας ἐξ αὐτῶν τρίτης ἡλικίας καθεστάναι καὶ παίδων εἶναι πατέρας, καὶ διὰ τοῦτο μετὰ δακρύων ἱκετεῦσαι μὴ ἂν ἀναγκασθῆναι νῦν ἀποπέμψαι τὰς γαμετάς, ἀλλὰ καὶ ἔχειν αὐτὰς καὶ τοὺς ἐξ αὐτῶν γενομένους ἢ γενησομένους παῖδας διαδόχους αὐτῶν καθεστάναι, καὶ μηδεμίαν αὐτοὺς ἐντεῦθεν εὐλαβεῖσθαι ποινήν.
1Θεσπίζομεν τοίνυν ὑπὲρ τῆς τοιαύτης συγχωρήσεως αὐτοὺς δοῦναι ἀνὰ δέκα λίτρας χρυσίου διὰ τὰς ἔμπροσθεν εἰρημένας αἰτίας, αὐτοῖς δὲ καὶ μόνον συγχωρηθῆναι καὶ τὴν μείζονα ποινήν, καὶ ἔχειν αὐτοὺς καὶ τὰς συνοικούσας καὶ τοὺς ἐκεῖθεν τεχθέντας τε καὶ τεχθησομένους ὡς εἰκὸς αὐτοῖς suους καὶ διαδόχους· οὐκ εἰς παράδειγμα ἑτέρων τοῦτο παρ’ ἡμῶν θεσπισθέν, ἀλλ’ εἰδότος ἑτέρου παντός, ὡς εἴ τι τοιοῦτον αἰτήσειε, πρὸς τῷ μηδενὸς τυγχάνειν τῶν αἰτουμένων τήν τε οὐσίαν ἀποβαλεῖ καὶ πρός γε τὰς εἰς τὸ σῶμα ποινὰς ὑποστὰς ἐξορίαν οἰκήσει διηνεκῆ. οὐδεὶς δὲ παρενοχλήσει τοὺς παρ’ ἡμῶν ἀξιωθέντας ἰδικῆς φιλοτιμίας οὐδὲ γυναῖκας αὐτῶν ἢ παῖδας ὄντας ἢ ἐσομένους ἢ περιουσίας, οὔτε ἐκ ψήφου τοῦ σοῦ δικαστηρίου οὔτε καθ’ ἕτερον οἱονδήποτε τρόπον.
epilἩ τοίνυν σὴ ἐνδοξότης τὰ παραστάντα ἡμῖν καὶ διὰ τοῦδε τοῦ θείου δηλούμενα πραγματικοῦ τύπου δύναμιν ἔχοντος καὶ ἰδικῆς ἡμῶν φιλοτιμίας ἔργῳ καὶ πέρατι παραδοῦναι σπευσάτω.