IusCommune
IusCommune › Textos › Novelas

Nov. 126Ἴσον θείου νόμου περὶ ἐκκλήτων.

Abrir no leitor do IusCommune →

1 · ⟨Ὁ αὐτὸς βασιλεὺς Θεοδότῳ ἐπάρχῳ πραιτωρίων.⟩

praefΘεοδόσιος καὶ Οὐαλεντινιανὸς οἱ τῆς θείας λήξεως νόμῳ διετύπωσαν, φανερὰς ἐκκλήτων ὑποθέσεις τὸν κοιαίστωρα τοῦ θείου παλατίου ἅμα τῷ ἐπάρχῳ τῶν ἀνατολικῶν ἱερῶν πραιτωρίων τῷ κατὰ καιρὸν τὸν θρόνον τῆς σῆς ὑπεροχῆς διέποντι κατὰ τὸ σχῆμα τῶν σάκρων ἐξετάζειν. εὕρομεν δὲ ἐν ταῖς τοιαύταις ἐξετάσεσι πρᾶγμα γίνεσθαι καὶ τῆς πολιτείας καὶ αὐτῆς τῆς βασιλείας ἀνάξιον. οἱ γὰρ δικαζόμενοι καὶ οἱ ἐντολεῖς καὶ οἱ τούτων συνήγοροι καὶ πάντες οἱ ἐν ταῖς τοιαύταις ὑποθέσεσιν ὑπηρετοῦντες ὡς ἡμῶν αὐτῶν καθημένων καὶ ἀκροωμένων τοῦτο μὲν ἐσθῆτι τοῦτο δὲ ὑποδήμασι καὶ ῥήμασι παρὰ τοῖς ἡμετέροις ἄρχουσιν ἐκέχρηντο, οἷς μόνους κεχρῆσθαι προςήκει τοὺς πρὸς τὴν βασιλείαν εἰςιόντας· ἀλλὰ καὶ αὐτοὶ οἱ δικασταὶ οὐκ ἐξ ἰδίου προςώπου, ἀλλ’ ὡς ἡμῶν αὐτῶν παρόντων καὶ διαλαλούντων τὰς οἰκείας προέφερον ψήφους.

1Ὅπερ τοῦ λοιποῦ ἐν οἱῳδήποτε δικαστηρίῳ γίνεσθαι κωλύομεν, θεσπίζοντες τὸν μὲν κατὰ καιρὸν κοιαίστωρα τοῦ θείου ἡμῶν παλατίου ἅμα τῇ σαυτοῦ ὑπεροχῇ ἤτοι τῷ κατὰ καιρὸν ἐπάρχῳ τῶν ἱερῶν πραιτωρίων τὰς τοιαύτας ὑποθέσεις ἐξετάζειν, μὴ ἐξ ἡμετέρου δὲ ἀλλ’ ἐξ ἰδίων προςώπων τὰς διαλαλιὰς προφέρειν καὶ νόμοις ἐγνωσμένην διδόναι ψῆφον· τῶν εἰωθότων δηλαδὴ σκρινίων ἐν ταῖς τοιαύταις διαίταις τὴν ἰδίαν παρεχόντων ὑπηρεσίαν, καὶ εἰδότων τῶν ἀρχόντων τῶν τὰς τοιαύτας δίκας κρινόντων, ὡς εἴ τι παρὰ ταῦτα τοῦ λοιποῦ καθ’ οἱονδήποτε τρόπον πλημμεληθείη, τῷ τῆς καθοσιώσεως ἐγκλήματι ὑποκείσονται.

2Ἐν πάσαις δὲ ταῖς ἐκκλήτοις τοῦτο κρατεῖν κελεύομεν, ἵνα ὁσάκις ἐκκλήτου γινομένης ἐντὸς τοῦ ὡρισμένου χρόνου ἑκάτερον μέρος τὴν κυρίαν ἡμέραν παραφυλάττει, ἀνυπερθέτως οἱ δικασταὶ τοῦτο μὲν τὰ πεπραγμένα τοῦτο δὲ τὰ κεκριμένα ἐξετάζειν σπουδάσωσι καὶ μετὰ τοῦ νόμου καὶ τοῦ δικαίου ψῆφον διδόναι. εἰ δὲ μόνος ὁ ἐκκαλεσάμενος εἰςέλθοι, κελεύομεν τοὺς δικαστὰς ἀναμένειν μέχρι τῆς τελευταίας κυρίας, καὶ εἰ ἀναζητηθεὶς ὁ νικήσας μὴ εὑρεθείη, ἐξεταζομένων τῶν πεπραγμένων νόμιμον δοῦναι πέρας. εἰ δὲ μόνος ὁ τὴν νικητικὴν ψῆφον λαβὼν εἰςέλθοι, καὶ ἐπιζητηθεὶς ὁ ἐκκαλούμενος μὴ εὑρεθείη, ἀναμένειν τοὺς δικαστὰς μὴ μόνον τὴν τελευταίαν κυρίαν, ἀλλὰ καὶ τὸν τῆς reparationος χρόνον, τουτέστι τοὺς τρεῖς μῆνας. καὶ εἰ μηδὲ τηνικαῦτα ὁ ἐκκαλούμενος εὑρεθείη, μηκέτι τῇ τοῦ χρόνου παραδρομῇ κυροῦσθαι τὴν ψῆφον, ἀλλὰ καὶ ἐκ μιᾶς μοίρας τοὺς δικαστὰς ἐξετάζειν τοῦτο μὲν τὰ πεπραγμένα τοῦτο δὲ τὰ κεκριμένα· καὶ εἰ μὲν ὀρθῶς τὴν ψῆφον δεδομένην εὕροιεν, ταύτην βεβαιοῦν, εἰ δέ τι παρῶπται, τοῦτο διορθοῦσθαι, καὶ νόμιμον διδόναι ψῆφον. ἅπαξ δὲ τῆς ἐφεσίμου δίκης ἐν ταῖς ἐμπροθέσμοις ἡμέραις εἴτε παρ’ ἑκατέρου μέρους εἴτε παρὰ τοῦ ἑνὸς εἰςαχθείσης μηκέτι τῇ τοῦ διετοῦς χρόνου παραδρομῇ τοῦ λοιποῦ βεβαιοῦσθαι τὴν ψῆφον, ἀλλὰ τῆς ἀληθείας καὶ τοῦ δικαίου σκοπουμένου πέρας ταῖς τοιαύταις ὑποθέσεσι δίδοσθαι νόμιμον, εἴτε τοῦ ἑνὸς εἴτε ἑκατέρου μέρους παρόντος. καὶ διὰ τοῦτο κελεύομεν ἐν ταῖς τοιαύταις ὑποθέσεσιν μηκέτι (καθὰ μέχρι τοῦ παρόντος ἐκράτει) εἰς τὴν πρώτην ἔκκλητον πάσας τὰς διαγνώσεις ἀναφέρεσθαι, ἀλλὰ μίαν ἑκάστην τὴν ἰδίαν ἡμέραν ἔχειν προγεγραμμένην.

3Πρὸς τούτοις θεσπίζομεν, ὥςτε πάντας τοὺς δικαστὰς τὴν μὲν ἔκκλητον ταῖς διωρισμέναις ἡμέραις προςαγομένην καὶ τοῖς νόμοις οὐκ ἀπηγορευμένην παντὶ τρόπῳ δέχεσθαι, ἐντὸς δὲ λ’ ἡμερῶν μετὰ τὸ ἐπιδοθῆναι τὴν ἔκκλητον τὰ πεπραγμένα μετὰ τῆς ἰδίας ὑπογραφῆς παρέχειν τοῖς δικαζομένοις, ἵνα ἐκεῖνοι ὑπὲρ τῆς ἰδίας βοηθείας τῷ ἁρμοδίῳ ἄρχοντι ταῦτα δυνήσονται ἐμφανίζειν. εἰ δέ τις τῶν δικαστῶν τοῦτο ποιῆσαι ὑπέρθοιτο, ἡ μὲν ψῆφος τῇ τοῦ χρόνου παραδρομῇ βεβαιωθήσεται, αὐτὸς δὲ ὁ δικαστὴς ὁ ταῦτα μὴ παραφυλάξας καὶ οἱ τούτῳ ὑπηρετοῦντες πᾶσαν ζημίαν, ἣν ⟨ἂν⟩ ὑπομείνῃ ὁ δικαζόμενος διὰ τὸ μὴ δοθῆναι αὐτῷ τὰ πεπραγμένα, ἐκ τῶν ἰδίων οὐσιῶν ἀποδοῦναι αὐτῷ ἀναγκασθήσονται, καὶ ἀνὰ δέκα χρυσίου λιτρῶν ποινὴν καταβαλοῦσι τοῖς ἡμετέροις εἰςκομισθησομένην πριβάτοις.

epilἩ ἔνδοξος τοίνυν καὶ μεγαλοφυὴς αὐθεντία σου τὸν παρόντα νόμον καὶ ἐν ταύτῃ τῇ βασιλίδι πόλει προθεῖναι σπευσάτω, ἵνα πάντες γινώσκωσι, τί ὀφείλουσι παραφυλάττειν.

Dat. ⟨ ... imp. dn. Iustiniani pp. Aug. anno XX pc. Basilii vc. anno V ⟩