IusCommune
IusCommune › Textos › Novelas

Nov. 122Ἰδίκτον περὶ διατυπώσεως τεχνιτῶν.

Abrir no leitor do IusCommune →

1

praefἜγνωμεν ὡς μετὰ τὴν παίδευσιν τὴν κατὰ φιλανθρωπίαν τοῦ δεσπότου θεοῦ γενομένην οἱ τὰς πραγματείας καὶ τὰς μεθοδείας μετερχόμενοι καὶ οἱ διαφόρων τεχνῶν καὶ οἱ περὶ τὴν γῆν ἐργάται, ἔτι γε μὴν καὶ οἱ ναῦται, ὀφείλοντες μᾶλλον καλλίονες γενέσθαι, εἰς πλεονεξίαν δεδώκασι, καὶ διπλασίονας καὶ τριπλασίονας τιμάς τε καὶ μισθοὺς παρὰ τὴν ἀρχαίαν συνήθειαν ἐπιζητοῦσι.

1Συνείδομεν τοίνυν διὰ θείου ἰδίκτου πᾶσιν ἀπαγορεῦσαι τὴν τοιαύτην πλεονεξίαν, καὶ μηδένα τοῦ λοιποῦ τολμᾶν πραγματευτὴν ἢ ἐργάτην ἢ τεχνίτην ἐξ οἱαςδήποτε μεθόδου ἢ ἐμπορίας ἢ γεηπονίας πλείονα τῆς παλαιᾶς συνηθείας ἐπιζητεῖν τιμήματα ἢ μισθούς. κελεύομεν ⟨δὲ⟩ καὶ τοὺς τὰς μετρήσεις τῶν οἰκοδομικῶν καὶ γεηπονικῶν καὶ τῶν ἄλλων ἔργων ποιοῦντας μηδὲν πλέον λογίζεσθαι τοῖς ἐργαζομένοις, ἀλλὰ καὶ αὐτοῖς τὴν ἀρχαίαν συνήθειαν φυλάττειν. ταῦτα δὲ παραφυλάττειν κελεύομεν καὶ τοὺς ἐπιτάττοντας οἱαδήποτε ἔργα ἢ καί τινα εἴδη ὠνουμένους· οὐδὲ γὰρ αὐτοῖς ἐξεῖναι πλέον τοῦ ἔθους τοῦ διατεταγμένου παρέχειν συγχωροῦμεν. γινωσκόντων τῶν πλέον τι τῆς παλαιᾶς συνηθείας ἐπιζητούντων, ὡς τριπλασίονα ποσότητα εἰςκομίσαι τῷ δημοσίῳ ἀναγκασθήσονται, εἰ παρὰ τὸ ἐξ ἀρχῆς διατεταγμένον λαβόντες ἢ δεδωκότες φανείησαν.

epilΤαῦτα δὲ ζητεῖσθαι καὶ ἐκδικεῖσθαι κελεύομεν παρά τε τῆς σῆς ὑπεροχῆς καὶ τοῦ ἐνδοξοτάτου ἐπάρχου ταύτης τῆς εὐδαίμονος πόλεως. βουλόμεθα γὰρ δι’ ὑμῶν τοὺς παραβαίνοντας ταύτην ἡμῶν τὴν διατύπωσιν ἀπαιτεῖσθαι τὴν ὁρισθεῖσαν ποινὴν καὶ τιμωρίαις ὑποβάλλεσθαι· ποινῆς ἐπικειμένης πέντε χρυσίου λιτρῶν ταῖς πειθομέναις ὑμῖν τάξεσιν, εἴ τι τῶν παρ’ ἡμῶν διατεταγμένων ἀμεληθείη.

Dat. X K. Apr. CP. ⟨imp. ⟩ dn. Iustiniani pp. Aug. anno XVII post cons. Basilii vc. anno III