IusCommune
IusCommune › Textos › Novelas

Nov. 121Περὶ τοῦ τὰς μερικὰς καταβολὰς τῶν τόκων εἰς τὸ διπλάσιον λογίζεσθαι.

Abrir no leitor do IusCommune →

1 · Αὐτοκράτωρ Ἰουστινιανὸς Αὔγουστος Ἀρσιλίῳ ἄρχοντι Ταρσοῦ.

praefΒουλευτὰς δεομένους ὁρῶντες φειδόμενοί τε αὐτῶν εἰκότως τὰς κατὰ τῶν ἡμετέρων νόμων τέχνας καὶ σεσοφισμένας ὁμολογίας κρατεῖν οὐ συγχωροῦμεν.

1Ἐδίδαξαν γὰρ Εὐσέβιος καὶ Ἀφθόνιος τὸ ἡμέτερον κράτος ἔγγονοι Δημητρίου γενέσθαι τεχθέντες ὑπὸ Παλλαδίου τοῦ Δημητρίου παιδός, ἐποφλῆσαι δὲ Δημήτριον Ἀρτεμιδώρῳ πεντακοσίους χρυσοῦς κατὰ δανείσματος πρόφασιν καὶ ἐπερωτηθῆναι καὶ τόκον, καὶ ἔναγχος θεῖον πορίσασθαι τύπον τὸν βουλόμενον, εἰ διπλάσιον κατεβλήθη τὸ ὄφλημα, μηδεμίαν εἶναι κατ’ αὐτῶν εἴςπραξιν κατὰ τοὺς ἡμετέρους νόμους· τοὺς δὲ Ἀρτεμιδώρου τοῦ δανειστοῦ διαδόχους Ἐπίμαχόν τε καὶ Ἀρτέμωνα φῆσαι ψεύσασθαι αὐτοὺς ἐν τῇ δεήσει καὶ μὴ δεῖν τῆς ἡμετέρας τυχεῖν βοηθείας, οὐδὲ γὰρ πεπληρῶσθαι τὸ ὄφλημα, ἀλλὰ μόνους Ϡμθ’ καταβεβλῆσθαι χρυσοῦς. Παλλάδιον γὰρ οἱ ἱκέται φασὶ τὸν αὐτῶν πατέρα ἅμα Παύλῳ καὶ Δημητρίῳ τῷ αὐτοῦ πατρὶ ωξζ’ καταβαλεῖν χρυσοῦς, Ἀρτέμωνα δὲ καὶ Πρισκιανὴν τοὺς Ἀρτεμιδώρου παῖδας προγόνους τε Ἐπιμάχου καὶ Ἀρτέμωνος φῆσαι τὴν κατὰ μέρος καταβολὴν μὴ προςάψασθαι τοῦ κεφαλαίου, ἀλλὰ πάντα εἰς τόκον λογίζεσθαι βούλεσθαι (ταῦτα δὲ καὶ ψῆφον τοῦ τῆς ἐπαρχίας ἄρχοντος λέγειν), καὶ διὰ τοῦτο ἀπαιτῆσαι Παλλάδιον ἀντὶ τῆς προτέρας τῶν πεντακοσίων νομισμάτων δανειακῆς συγγραφῆς ἑτέραν χρυσῶν ἑξακοσίων· καταβαλεῖν δὲ καὶ αὐτοί φασι διαφόρως Παλλάδιον μὲν οβ’ χρυσοῦς, Εὐσέβιον δὲ καὶ Ἀφθόνιον δέκα, ὡς ἐντεῦθεν συνάγεσθαι τὴν τῶν Ϡμθ’ νομισμάτων ποσότητα· τὸν δὲ τῆς ὑποθέσεως ἀκροασάμενον, οὐκ ἐντεθυμημένον μίαν εἶναι τοῦ παντὸς ἐγκλήματος αἰτίαν, μὴ προσδέξασθαι αὐτούς, ἀλλὰ βουληθῆναι καταδικάσαι αὐτοὺς τοὺς ἑξακοσίους χρυσοῦς τοῦ κεφαλαίου. καὶ ᾔτησαν ταύτης ἐκβληθῆναι τῆς ἀνάγκης, καὶ συλλογιζομένου τοῦ παντὸς ὀφλήματος τῶν πεντακοσίων χρυσῶν, εἰ καταβάλοιεν τοὺς πεντήκοντα καὶ ἕνα τοὺς λειπομένους εἰς τὴν τῶν χιλίων νομισμάτων ποσότητα, τοῦ τε παντὸς ὀφλήματος ἀπηλλάχθαι ἀναλαβεῖν τε τὴν δανειακὴν συγγραφὴν τῶν χ’ χρυσῶν.

2Τῶν τοίνυν ἡμετέρων νόμων μηδὲν ὑπὲρ τὸ διπλάσιον καταβάλλεσθαι βουλομένων καὶ ταύτην ἐχόντων πρὸς τοὺς ἔμπροσθεν διαφοράν, ὅτι οἱ μὲν ἵστων μέχρι τοῦ διπλασίονος τὰ χρέα, εἰ μηδεμία γέγονε καταβολή, ἡμῶν δὲ καὶ τὰς μερικὰς καταβολὰς λύειν τὰ ὀφλήματα δεξαμένων, εἴπερ ἄχρι τοῦ διπλασίονος γένοιντο, θεσπίζομεν κατὰ τοῦτο γίνεσθαι τὸν συλλογισμόν, καὶ ὅσον ἂν εἰς τοὺς χιλίους ἐλλείποι χρυσοῦς, τοῦτο αὐτοὺς καταβάλλοντας ἀναλαβεῖν καὶ τὴν τῶν χ’ νομισμάτων δανειακὴν συγγραφήν, ὥςτε μὴ πολλαπλάσιον ἐκ ταύτης τῆς αἰτίας εὑρεθῆναι τὸ χρέος ἀπαιτούμενον.

epilἩ τοίνυν σὴ μεγαλοπρέπεια τὰ παραστάντα ἡμῖν καὶ διὰ τοῦδε τοῦ θείου πραγματικοῦ δηλούμενα τύπου ἔργῳ καὶ πέρατι παραδοῦναι σπευσάτω, τῆς τε παρὰ ταῦτα γινομένης ἑρμηνείας ἐν ταῖς ψήφοις, ὧν οἱ ἱκέται μέμνηνται, σχολαζούσης, πάντων τε τῶν κατὰ συναρπαγὴν καὶ ἐκ μιᾶς μοίρας παρὰ τὸν νόμον πεπραγμένων ἢ πραχθησομένων ἀργούντων. Divinitas te servet per multos annos, frater iucundissime.

Dat. XVII K. Mai. CP. Belisario vc. cons.