C. 6.48DE INCERTIS PERSONIS
Abrir no leitor do IusCommune →Traduções: Otto/Schilling/Sintenis
1 · [Αὐτοκράτωρ Ἰουστινιανὸς Α.] ... Incertus
1Καὶ ὅτι καλῶς γράφει ὁ θέλων οἱονδήποτε πόστουμον κληρονόμον· οὐ μὴν ἀλλὰ καὶ ληγάτον καὶ φιδικόμμισσον αὐτῶ καταλιμπάνει, ἐὰν δηλονότι οὐκ ἐκωλύετο αὐτοῦ κληρονομεῖν ἢ εἰ ἦν ἐν φύσει.
2Καὶ ὅτι οὐ συγχωρεῖ κληρονόμους γράφεσθαι ἀφανεῖς, εἰ μὴ ἄρα κυοφορούμενος εἴη·ἐπὶ γὰρ τούτου τὴν τοῦ ὀνόματος αὐτοῦ χρείαν ἀναπληροῖ ἡ γαστὴρ ἡ τοῦτον φέρουσα καὶ ὁ πατήρ.
3Καὶ περὶ τῶν πρὸς ἅπαξ τοῖς συγγενέσι καταλιμπανομένων καθ᾿ ὁμάδα φιδικομμίσσων ἢ ληγάτων, εἰ μὴ ἐν ἑκατέρῳ καιρῷ (τυχὸν τῆς τελευτῆς) εὑρεθείη τις συγγενής, ἀλλὰ ἐν μόνῳ τῷ καιρῷ τῆς τελευτῆς ἐπιτεχθῇ ἢ ἐγκυμονῆται.
4Ἢ ἐὰν τοῖς ἐν καιρῷ διαθήκης συγγενέσι καταλείψῃ, ἐπιτεχθῶσι δὲ ἕτεροι, περὶ ὧν ἐν τῷ διατίθεσθαι οὐκ ἐνεθυμήθη.
5Καὶ εἰ ὁ διαθέμενος πᾶσι τοῖς συγγενέσιν αὐτοῦ καταλείψει, πῶς οὐ κατὰ βαθμὸν οὐδὲ κατὰ τάξιν δεῖ καλεῖσθαι τοὺς συγγενεῖς, ἀλλὰ πάντας.
6Καὶ εἰ εἴποι τοῖς ἐξ ἀδιαθέτου καλουμένοις συγγενέσι δοθῆναι, τίνες καλοῦνται.
7Καὶ περὶ τοῦ, ἐάν τις τοῖς ἰδίοις ἀπελευθέροις ληγατεύσῃ, τίνες τὰ ληγάτα λαμβάνουσι.
8Καὶ εἰ γενικῶς ληγατεύσας πᾶσι τοῖς ἀπελευθέροις ἐν τῇ διαθήκῃ ἰδικὸν ἕτερόν τι καταλείψῃ πρεσβεῖον τοῖς ἐν τῇ διαθήκῃ αὐτοῦ ἐλευθερωθεῖσιν ἢ ἐν κωδικέλλοις ἢ καὶ ἀγράφως, τι γίνεται.
9Καὶ περὶ τοῦ, εἰ τῇ φαμιλίᾳ καταλειφθῇ πρεσβεῖον, μὴ ὑπόντων συγγενῶν ἢ γαμβροῦ ἢ νύμφης, πῶς καλοῦνται οἱ ἀπελεύθεροι.
10Ἐάν τις ἢ τῇ ἱερᾷ συγκλήτῳ ἢ βουλευτηρίῳ πόλεως ἢ τάξει ὑπηρετουμένῃ ταῖς μεγάλαις ἀρχαῖς ἢ ταῖς ἐν ἐπαρχίαις ἢ τῷ τῶν ἰατρῶν ἢ διδασκάλων ἢ συνηγόρων σωματείῳ ἢ τοῖς στρατιώταις ἢ ὀμοτέχνοις ἢ τοῖς κληρικοῖς ἢ ἁπλῶς οἱῳδήποτε μὴ ἀπηγορευμένῳ σωματείῳ καταλείψῃ τι, ἔρρωται τὸ καταλειφθέν· καὶ εἰ μὲν ἁπλῶς τοῦ συστήματος ἢ τάγματος μνημονεύσει, πάντες ἀπαιτοῦσιν οἱ ἐν τῷ καιρῷ τῆς τελευτῆς αὐτοῦ εὑρισκόμενοι ἐν τῷ συλλόγῳ καὶ πρὸς τὸν ἀριθμὸν τῶν προσώπων αὐτὸ διαιροῦνται, εἰ μὴ ἄρα ὁ διαθέμενος ἕκαστον αὐτῶν ῥητόν τι λαβεῖν διετάξατο. μηδενὸς περιεργαζομένου κατὰ τὴν παλαιὰν διάταξιν, εἰ ἀπὸ κέρτας ἀδμινιστρατίονος ἦν τὸ πρόσωπον ἢ μή.
11Καὶ περὶ διαθεμένου κελεύσαντος ἐκ προτελευτῆς τοῦ τιμηθέντος τοῖς παισὶν αὐτοῦ ἢ ἐγγόνοις ἢ προεγγόνοις ἢ καὶ συγγενέσι δοθῆναι τὸ καταλειφθέν.
12Καὶ εἰ μόνων υἱῶν μνημονεύσειε, πῶς αἱ θυγατέρες οὐδὲν ὠφελοῦνται. καὶ περὶ τοῦ, εἰ γενικῶς ὁ διατιθέμενος εἴποι προτελευτῶντος αὐτοῦ τοὺς ἐξ αὐτοῦ λαμβάνειν τὸ καταλειφθέν, πῶς τότε καὶ υἱοὺς καὶ θυγατέρας καὶ ἐγγόνους, καὶ ἐγγόνας καὶ προεγγόνους καὶ προεγγόνας καλεῖσθαι.
13Καὶ εἰ ῥητῶς ἐπαγάγῃ τοὺς ἐξ αὐτοῦ προελθόντας καὶ τοὺς ἐφεξῆς λαμβάνειν, τίνες ἀπαιτεῖν δύνανται τὸ καταλειφθέν.
14Τὸ αὐτὸ καὶ περὶ συγγενῶν. καὶ ταῦτα μὲν περὶ τῶν πρὸς ἅπαξ καταλιμπανομένων.
15Ἐὰν δὲ ἐνιαυσιαῖα ἢ κατὰ μῆνα ἢ καθ᾿ἡμέραν καταλείψῃ τοῖς ἰδίοις συγγενέσιν ὁ διαθέμενος, εἰ μὲν μηδὲν πλέον εἴπῃ, μόνοις τοῖς ἐν τῷ καιρῷ τῆς τελευτῆς αὐτοῦ συγγενέσιν ἕως ὅτε περίεισι δίδοσθαι τὸ καταλελειμμένον, ὥσπερ εἰ καὶ μὴ συγγενέσιν, ἀλλὰ τοῖς ἔκ τινος συστήματος ἢ τάγματος ἢ σωματείου κατέλειψε ταῦτα τὰ ἐνιαυσιαῖα ἢ μηνιαῖα ἢ ἡμερήσια ληγάτα· καὶ τότε γὰρ οἱ περιόντες μόνοι κατὰ τὸν καιρὸν τῆς τελευτῆς αὐτοῦ καλοῦνται καὶ ἐξ ἰσότητος διαιροῦνται τὸ καταλελειμμένον.
16Εἰ δὲ συγγενέσι τις καταλιμπάνων ἐνιαυσιαῖα ἢ μηνιαῖα ἢ ἡμερήσια ληγάτα ἐπάγει καὶ τοῖς ἐξ αὐτῶν ταῦτα δίδοσθαι, εἰ προσθείη εἰς τὸ διηνεκές, διηνεκῆ τὴν δόσιν εἶναι καὶ μηδέποτε παύεσθαι.
17Τὸ αὐτὸ καὶ ἐπὶ συνηγόροις κρατεῖ καὶ διδασκάλοις καὶ στρατιώταις.
18Καὶ εἰ μηδαμοῦ τὸ διηνεκῶς εἴπῃ, ἀλλὰ τοῖς ἐξ αὐτῶν βουληθείη δίδοσθαι.
19Καὶ πότε μέχρι τρίτης διαδοχῆς τὸ γένος ἢ τάγμα καλεῖται πρὸς τὴν τοῦ καταλειφθέντος ἀπαίτησιν.
20Καὶ εἰ ἀπελευθέροις ληγατεύσει, μὴ προσθήσει δὲ καὶ τοῖς ἐξ αὐτῶν ἢ προσθήσει.
21Καὶ περὶ τοῦ, εἰ τελευτήσει ἐπὶ πάντων τῶν θεμάτων εἷς ἐξ αὐτῶν, τί γίνεται.
22Κἂν διορίσηται, τί χρὴ λαμβάνειν ἕκαστον, ἢ μή, ἀλλὰ πᾶσιν ἅμα μίαν ποσότητα καταλείψῃ κελεύσας διηνεκῶς δίδοσθαι τὸ καταλειφθέν.
23Καὶ εἰ μὴ προσθήσει τὸ διηνεκῶς δίδοσθαι.
24Καὶ ὅτι ἀπελεύθερος ἀπελευθέρου οὐδέποτε πρὸς τὸ τοιοῦτον καλεῖται ληγάτον, εἰ μὴ ῥητῶς ὁ διαθέμενος τοῦτο παρεκελεύσατο.
25Καὶ εἰ ἑκάστῳ τῶν πολιτῶν ῥητὴν ποσότητα κελεύσει διανέμεσθαι, τί γίνεται καὶ πῶς ῥυθμίζεται.
26Καὶ περὶ τῶν διηνεκῶς ἀπαιτουμένων, καταλιμπανομένων δὲ ἐκκλησίαις, ξενῶσι ἢ πτωχείοις ἢ εὐαγέσιν οἴκοις ἢ τῷ κοινῷ τοῦ κλήρου παντὸς ἢ εἰς αἰχμαλώτων λύσιν ἢ αὐτοῖς τοῖς πτωχοῖς ἢ αἰχμαλώτοις.
27Καὶ περὶ τοῦ, ἐάν τις εἴπῃ κληρονόμον αὐτοῦ γενέσθαι τὸν πρῶτον γινόμενον ὕπατον μετὰ τελευτὴν αὐτοῦ ἢ τὸν ἐρχόμενον εἰς τὸν τάφον αὐτοῦ ἢ τὸν ἐκδιδόντα τὴν θυγατέρα αὐτοῦ τῷ ἰδίῳ υἱῷ ἢ τὸν ἐπιγαμβρεύοντα αὐτῷ ἢ ἕτερόν τι τούτοις παραπλήσιον, πῶς ἀνυπόστατός ἐστι πανταχόθεν ἡ τοιαύτη ἔνστασις διὰ τὸ μὴ φέρεσθαι κύριον ὄνομα τοῦ κληρονόμου· ἀλλ᾿οὐδὲ ληγάτον τοιούτοις προσώποις καταλιμπανόμενον ἰσχύει.
28Καὶ ὅτι ἐπίτροπος ἀφανέσιν οὐ δύναται δοθῆναι.
29Καὶ ὅτι τὸ τοῖς πτωχοῖς καταλιμπανόμενον μὴ νομιζέσθω ἄδηλον.