C. 3.2DE SPORTULIS ET SUMPTIBUS IN DIVERSIS IUDICIIS FACIENDIS ET DE EXSECUTORIBUS LITIUM
Abrir no leitor do IusCommune →Traduções: Otto/Schilling/Sintenis
1 · Imppp. Gratianus Valentinianus et Theodosius AAA. ad Potitum uicarium.
pr.Quisquis fuerit exhibitus, usque ad negotii terminum ab eo apparitore, cui primum traditus fuit, obseruari eum decernimus: si qua praesumptione fuerit haec mansuetudinis nostrae posthabita praeceptio, primiscrinio qui iussa temerauerit quinque librarum auri condemnatione multando.
D. VIII k. Nou. Ausonio et Olybrio conss.
2 · Αὐτοκράτωρ Ἰουστινιανὸς Α. ........ δουκὶ Θηβαΐδος.
pr.Οἱ τὰ διατάγματα κομίζοντες τῶν μελλόντων ἄρχειν πολιτικὴν ἢ στρατιωτικὴν ἀρχὴν δεκαπέντε μόνους χρυσοὺς ἐκ τῆς ἐπαρχίας κομιζέσθωσαν· εἰ δὲ πλέον λάβωσι, τὸ τετραπλάσιον διδότωσαν μὴ δυνάμενοι πρὸς ἀπολογίαν προφέρειν, ὡς παρ᾿ ἑκόντων τὸ περιττὸν εἰλήφασιν.
1Ἀλλ᾿ἄχρι μὲν τῶν ἐνταῦθα γενικὴ ἡ διάταξις· λοιπὸν δὲ ἰδικὸν ὁρίζει πρόστιμον κατὰ τοῦ δουκὸς Θηβαΐδος, πρὸς ὃν ἀντεγράφη, καὶ τοὺς μετ᾿ αὐτὸν τὴν αὐτὴν παραληψομένους ἀρχήν, μὴ τοὺς παραβαίνοντας τὴν νομοθεσίαν τὴν ὡρισμένην ἀπαιτοῦσι ποινήν.
3 · Idem A. Iuliano pp.
pr.Omnibus iudicibus licentiam praestamus, siue his, quibus a nostro numine lites mandantur, illustribus uel spectabilibus uel clarissimis uel togatis fori cuiusque praefecturae uel aliis quibusdam, uel his, qui ex nostris iudicibus delegandas lites accipiunt, exsecutores si cessauerint causas eis instructas offerre, et remouere ab exsecutione eos et alios idoneos supponere uel etiam multis adficere, sed si quidem illustres sint iudices, usque ad sex solidorum summam, sin autem alii, usque ad tres tantummodo aureos, et ad iudices quorum interest referre, quatenus militia exuti poenas luant corporales.
1Nostris autem amplissimis iudicibus licentia sit et maiores poenas et corporales maculas exsecutoribus imponere, si male fuerint circa lites uersati, ut sciant non esse causas a se deludendas nec lucri gratia aliquod eis uitium imponendum.
D. V k. April. Lampadio et Oreste conss.
4 · [Ὁ αὐτὸς βασιλεὺς Ἰουλιανῷ ἐπάρχῳ πραιτωρίων.]
pr.Προαγορεύομεν... Ὁ ἐγχειριζόμενος δημοσίας ἢ ἰδιωτικὰς χρείας παρὰ βασιλέως ἢ παρά τινος τῶν ἐνδοξοτάτων ἀρχόντων ὑπομιμνησκέτω μὲν τὸν ἐναγόμενον καὶ πρὶν ἐμφανίσαι αὐτῷ τὰς τοιαύτας κελεύσεις (ἔσθ᾿ὅτε γὰρ χρὴ ἀγνοεῖσθαι αὐτάς),μήτε δὲ συνηθείας λαμβανέτω παρ᾿ αὐτοῦ μήτε ἐκβιβαζέτω αὐτόν, εἰ μὴ τὸ ἶσον τῆς θείας ἢ μεγίστης κελεύσεως ἐκδῷ αὐτῷ, ἐξ ἧς ὑπέμνησεν αὐτόν.
1Εἰ δὲ ἄλλου τινὸς ἄρχοντος δημοσίαν ἢ ἰδιωτικὴν πρόσταξιν ἔχει ἢ τοῦ κατὰ χώραν ἄρχοντος, μὴ ἐκβιβαζέτω τὸν ἐναγόμενον μηδὲ συνηθείας κομιζέσθω, εἰ μὴ ἐμφανίσει πρότερον τῷ ἄρχοντι τῆς ἐπαρχίας, ὥστε δύνασθαι ἐκεῖθεν ἐκλαβεῖν τοὺς αἰτιαθέντας, καὶ βιβλίον αὐτοῖς ἐπιδοθείη ἢ γραφὴ ἐπὶ τῶν ἐγκληματικῶν.
2Εἰ δὲ μὴ γενομένων τούτων ὑπόμνησιν προσφέρει ἢ συνηθείας ἀπαιτεῖ ὁ ἐκβιβαστής, ἐξέστω τῷ ἐναγομένῳ ἀπωθεῖσθαι αὐτόν.
3Ἀλλ᾿ οὐδὲ προφάσει ἐγγυητικῶν ζημίαις τοὺς ἡμετέρους ὑποτελεῖς ὑποβάλλεσθαι συγχωροῦμεν ἢ ὑπὲρ στάσεως ἐντολέως. ἀλλ᾿ εἰ μὲν ἀκίνητον ἔχοιεν οὐσίαν ἀξιόχρεων οἱ ὑπομνησθέντες, ὅρκου γραμματεῖον ἐκτίθεσθαι μόνον· εἰ δὲ οὐκ ἔχοιεν, τηνικαῦτα μὲν ἐγγύην ἄχρι τῆς ἤδη κρατούσης ποσότητος παρέχειν, χωρὶς μέντοι ζημίας ἁπάσης.
4Εἰ δὲ ἀμφισβητοῖεν οἱ πράκτορες περὶ τῆς τῶν ἐγγυητῶν ἀξιοπιστίας ἢ τῆς διωμοσίας, κοινῇ συνιόντα εἰς ταὐτὸ τὸν θεοφιλέστατον ἐπίσκοπον τόν τε πατέρα τόν τε ἔκδικον τῆς πόλεως κρίνειν τὸν ἀξιόπιστον φαινόμενον, ἐγγυητὴν πρὸς τὴν τῆς ἐναγωγῆς ποσότητα, καὶ ἀνάγκην ἔχειν τὸν πράκτορα δέχεσθαι τοῦτον ἐγγυώμενον, μηδὲν κομιζόμενον ὑπὲρ ἐγγυητικοῦ ἢ ἐξωμοσίας.
5Πλὴν εἰ μὴ ἐξ ἰδικῆς ἡμῶν ἤ τινος τῶν μεγίστων ἀρχόντων προστάξεως κελευσθείη τὸ πρόσωπον ἀγαγεῖν, ἐγγυητῇ μὴ καταπιστεύσας· τηνικαῦτα γὰρ ἄδεια ἔσται τῷ πράκτορι ἐγγυητὴν μὴ κομίζεσθαι καὶ τοῦτο μέντοι πράττειν χωρὶς ἁπάσης ζημίας.
6Ὁ δὲ θεοφιλὴς τῶν τόπων ἐπίσκοπος, ἐὰν συγχωρήσῃ παραβαθῆναι τὸν νόμον ἢ μὴ μηνύσῃ κατὰ τοῦ παραβαίνοντος, καὶ τῷ θεῷ προσκρούει καὶ βασιλικῆς πειραθήσεται κινήσεως.
7Ὁμοίως δὲ καὶ ὁ ἄρχων τῆς ἐπαρχίας εἰ ῥᾳθυμήσει τοῦ νόμου, καὶ παύεται τῆς ἀρχῆς καὶ δημευθεὶς διηνεκῶς ἐξορίζεται.
8Μὴ λαμβανέτωσαν δὲ οἱ ἐπιδιδόντες τὰ βιβλία ἢ τὰς γραφὰς πράκτορες καὶ τὰς ἐντυχίας ἢ τὰ συμβόλαια περαιτέρω τῆς διωρισμένης τῇ μετὰ ταῦτα διατάξει παραμυθίας ἢ παραβαίνοντες ὑποκείσθωσαν τοῖς ἐπιτιμίοις αὐτῆς.
D. VIII k. Iul. Chalcedone Lampadio et Oreste conss.
5 · [Ὁ αὐτὸς βασιλεὺς Ἰουλιανῷ ἐπάρχῳ πραιτωρίων.]
pr.Διάταξις ἔστι τοῦ ἡμετέρου βασιλέως, ἥτις τοῖς τῶν ὑποθέσεων ἐκβιβασταῖς λόγῳ σπορτούλων ῥητόν τι δίδοσθαι παρεκελεύσατο πρὸς τὴν ποσότητα τὴν τῷ βιβλίῳ τῆς αἰτιάσεως ἐμφερομένην· οἷον λόγου χάριν μέχρις ἑκατὸν νομισμάτων ὥρισε δίδοσθαι τὸ ἥμισυ τοῦ νομίσματος, εἰ δὲ μείζων εἴη ποσότης, πλείονα εἶναι καὶ τὰ σπόρτουλα.
D. VIII k. Iul. Chalcedone Lampadio et Oreste conss.
6 · [Ὁ αὐτὸς βασιλεύς] . ...
pr.......