IusCommune
IusCommune › Textos › Código › Liber 11

C. 11.1DE TOLLENDA LUSTRALIS AURI COLLATIONE

Abrir no leitor do IusCommune →

1 · [Αὐτοκράτωρ Ἀναστάσιος Α.]

pr.Συγχωρεῖ πᾶσιν εἰς τέλειον τὴν συντέλειαν τὴν τοῦ χρυσαργύρου, ἐξῃρημένων τῶν πόλεων ἢ κωμῶν τῶν λαβουσῶν τι κατὰ τελευταίαν βούλησιν ὑπὲρ τοῦ συντελεῖν τοῦτο, ἤγουν ἐὰν ἀπὸ τοῦ δημοσίου δίδοταί τι ὑπὲρ τοῦ συντελεῖν τοῦτο.

1Οἱ δὲ τὸ τέλος τοῦτο παρέχοντες ἄδειαν ἐχέτωσαν εἴτε ἐν Κωνσταντινουπόλει εἴτε ἐν τῇ ἐπαρχίᾳ καταβαλεῖν αὐτὸ εἴτε τὸν τέταρτον κατ᾿ ἐνιαυτὸν εἴτε ὑπὲρ τετραετίαν, δίχα μέντοι ζημίας καὶ διαστροφῆς.

2Εἰ δέ τι ἐκ περιττοῦ ᾖ μετὰ τὸ τοιοῦτο τέλος, ἀναλισκέσθω εἰς ἀναγκαίας χρείας τῆς πόλεως, οἷον ἔργα ἢ σιτωνείαν ἢ φῶτα ἢ τὰ ὅμοια.

3Ἑκατὸν δὲ λίτρας ὁρίζει πρόστιμον τῇ σχολῇ τῶν παλατινῶν καὶ τοῖς ἄρχουσι καὶ τῇ τάξει καὶ τοῖς πολίταις, εἰ ταῦτα παραβαθεῖέν ποτε.

2

pr.Μηδεὶς διαγραφέσθω εἰς θεωρητικὰ ἢ ἄλλα τινὰ προφάσει τοῦ κουφισθῆναι τὴν συντέλειαν τοῦ χρυσαργύρου, ἐπεὶ ἡ προειρημένη ποινὴ ἐπικείσεται.