C. 10.56QUIBUS MUNERIBUS EXCUSANTUR II, QUI POST IMPLETAM MILITIAM VEL ADVOCATIONEM PER PROVINCIAS SUIS COMMODIS VACANTES COMMORANTUR ET DE PRIVILEGIIS EORUM
Abrir no leitor do IusCommune →Traduções: Otto/Schilling/Sintenis
1
pr.Οἱ πληρώσαντες στρατείαν ἢ συνηγορίαν πρὸς τοῖς ὑπάρχουσιν αὐτοῖς προνομίοις μήτε σιτωνίαν ἢ ἐλαιωνίαν ἢ ἐποψίαν ἔργων ἢ λογοθέσιον ἢ ἐκδικίαν ἢ πατερίαν ἢ λογιστίαν ἢ ἀγορανομίαν ποιείτωσαν.
1Ἀλλ᾿ ἔνθα ἂν οἰκῆσαι βουληθῶσι, μήτε ὑπαντᾶν ἀναγκαζέσθωσαν τοῖς ἄρχουσι περαιτέρω πυλῶν μήτε εἰς συλλόγους ἄκοντες καλείσθωσαν μήτε ὀνομαζέσθωσαν ἢ ὀνομαζέτωσαν μήτε διαγραφὰς παρεχέτωσαν προφάσει συνηθειῶν ἢ θεωρητικῶν.
2Ἐχέτωσαν δὲ καὶ μίαν οἰκίαν ἐλευθέραν μητάτων τῶν ἐπιδημούντων στρατιωτῶν καὶ τῶν ἐν τοῖς τόποις διατριβόντων, δηλονότι τῶν ἐχόντων ἀξίας τινὰς τὴν ἰδίαν ἀτέλειαν κεκτημένων· ἡ γὰρ διάταξις αὕτη προστίθησι ταῖς προτέραις εὐεργεσίαις καὶ οὐκ ἀφαιρεῖται ἐξ αὐτῶν.
3Παρεχέτωσαν δὲ τὰ δημόσια καὶ τιμάτωσαν τοὺς ἄρχοντας καὶ τιμάσθωσαν παρ᾿ αὐτῶν.
4Ὁ δέ τι τῶν ἐν τῇ διατάξει παραβαίνων ἢ παραβαθῆναι συγχωρῶν πεντήκοντα λίτρας χρυσοῦ προστιμηθήσεται.