IusCommune
IusCommune › Textos › Código › Liber 10

C. 10.30DE DISCUSSORIBUS

Abrir no leitor do IusCommune →

Traduções: Otto/Schilling/Sintenis

1 · Imppp. Valentinianus Valens et Gratianus AAA. ad Arthemium uicarium Hispaniarum.

pr.Quotiens in disceptatione constiterit inique discussionem fuisse confectam et fidem facti non poterit approbare discussor, ipse in eodem titulo et in eodem modo ad soluendum protinus urgeatur, in quo alterum perperam fecerit debitorem.

D. prid. id. Mai. Valentiniano np. et. Victore conss.

2 · Impp. Arcadius et Honorius AA. Messalae PP.

pr.Ne casu amissa securitate publica quaedam praeda nascatur collatoribus, decernimus, ut, quando securitates a discussoribus seu apparitoribus expositae ratiociniis publicis continentur, rursus per iniuriam non petantur.

D. V k. Dec. Mediolani Stilichone et Aureliano conss.

3 · Impp. Theodosius et Valentinianus AA. Apollonio PP.

pr.Per singulas prouincias uel ciuitates honoratis usque ad comitiuam consistorianam nec non etiam militantibus et suis obsequiis non adhaerentibus, aduocatis quin etiam fori prouincialis mandari discussionis iugorum sollicitudinem decernimus.

D. V k. Ian. Eudoxio et Dioscoro conss.

4 · Αὐτοκράτωρ Ἰουστινιανὸς Α. Ἰουλιανῷ ἐπάρχῳ πραιτωρίων.

pr.Μηδεὶς γινέσθω λογοθέτης χωρὶς βασιλικῆς κελεύσεως ἰδικῶς μεμνημένης τῆς αὐτοῦ τοῦ λογοθέτου προσηγορίας· μήτε κατὰ κέλευσιν τῶν ἐπάρχων μήτε ἐκ προστάξεως ἄλλου οἱουδήποτε δικαστηρίου γινέσθω τις λογοθέτης ἐν ταῖς ἐπαρχίαις ἢ πολιτικῶν ἔργων ἢ σιτωνικῶν χρημάτων ἢ λιμενητικῶν ἢ τῶν περὶ τοὺς δημοσίους ὁλκοὺς τῶν πόλεων δαπανωμένων ἢ περὶ τειχοποιίαν ἢ περὶ ὁδοστρωσίαν ἢ γεφυρῶν ἢ μώλων κατασκευήν, ἀλλ᾿οὐδὲ τῶν λουτρωνικῶν χρημάτων ἢ ἄλλως ὁπωσοῦν εἰς πολιτικὴν ζήτησιν ἀναφερομένων, χωρὶς βασιλικοῦ τύπου.

1Αὐτὸς γὰρ ὁ βασιλεύς, εἴτε ἐκ δημοσίου χρήματα ἐκπέμψῃ πρὸς τειχοποιίαν ἢ ἑτέρου παντὸς ἔργου κατασκευήν, εἴτε εὕρῃ παρ᾿ ἑτέρου καταλελειμμένα χρήματα πόλεσι πρὸς ἅπαξ ἢ καὶ διηνεκῶς, ὅτε ἂν αὐτῷ παρασταίη, πέμπει τὸν λογοθέτην καὶ τὸ ἔργον ὀφείλοντα μετρῆσαι καὶ ἀκριβεῖς λογισμοὺς ποιήσασθαι καὶ εἰς τὸ θεῖον αὐτοῦ κράτος ἀναγαγεῖν, ἐφ᾿ ᾧ τε γενομένης ὀρθῶς τῆς δαπάνης θείαν γενέσθαι παρ᾿αὐτοῦ τοῖς δεδαπανηκόσιν ἀμεριμνίαν καὶ μηκέτι δευτέραν ζήτησιν αὐτοὺς ὑπομένειν ἢ κληρονόμους αὐτῶν ἢ διαδόχους.

2Εἰ δὲ καὶ ὁ λογοθέτης πεμπόμενος ἐπιτραπείη ποιῆσαι ἀμεριμνίαν τοῖς ὀρθῶς δεδαπανηκόσιν τὰ χρήματα καὶ μετὰ τῆς τῶν λόγων ἐρεύνης ἔκθηται αὐτῶν ἀμεριμνίαν τοῖς ὀρθῶς δεδαπανηκόσιν, ἔστω καὶ αὕτη κυρία, ὡς μήτε θείας ἀμεριμνίας δεῖσθαι τὸ λοιπὸν μήτε ἑτέρας ἀσφαλείας τὸν δαπανήσαντα ἢ τοὺς κληρονόμους αὐτοῦ ἢ διαδόχους, ἀλλ᾿ἀρκεῖσθαι τῂ τοῦ λογοθέτου ἀσφαλείᾳ.

3Ἐπαγγέλλεται δὲ καὶ δαπάνας διδόναι τοῖς λογοθέταις ἡ διάταξις, ἐφ᾿ᾧ τε ἀζημίως αὐτοὺς ποιεῖσθαι τὴν λογοθεσίαν.

4Ὁ δὲ οἴκοθεν δαπανῶν ἢ περὶ ἔργα τῆς πόλεως ἢ περὶ ἄλλην κοινωφελῆ χρείαν μηδενὶ ὑποκείσθω λογοθεσίῳ μήτε αὐτὸς μήτε κληρονόμος μήτε διάδοχος αὐτοῦ, μηδὲ ἐπιζητήσει δημοσίων λογισμῶν, οἷον ἐπὶ κερδῶν ἢ τῶν λεγομένων ἀγωγικῶν ἤτοι παραπομπικῶν ἢ τῶν δαπανωμένων περὶ τοὺς δημοσίους ὄνους ἢ ὀνηλάτας ἢ τῶν διωγμητικῶν καὶ τῶν ἄλλων, ἃ γενικῷ ὀνόματι καλεῖται sollemnia.

5Μηδεὶς δὲ τῶν ἀρχόντων πεμπέτω λογοθέτην, ἀλλὰ ἀναφερέτω πρὸς βασιλέα, ἐφ᾿ ᾧ τε παρ᾿ αὐτοῦ πέμπεσθαι τὸν ἐπὶ τούτοις λογοθέτην, μηδὲ ἄχρις ἑνὸς ὀβολοῦ ὀφείλοντα κερδᾶναι, ἀλλὰ τῷ τε δημοσίῳ λόγῳ καὶ τοῖς ὑποτελέσι φυλάττειν τὸ δίκαιον.

6Ἐὰν οὖν εὑρὼν παρά τισι χρήματα δημόσια ὁ λογοθέτης ἀνύσῃ αὐτὰ καὶ εἰς τὸ θεῖον ornamentum εἰσκομίσῃ, ἔξεστιν αὐτῷ καθ᾿ἑκάστην λίτραν ἓξ νομίσματα ὑπὲρ θεραπείας παρακατασχεῖν.

7Εἰ δὲ παρὰ τῶν ὄντων ἐν ἐπαρχίαις ἢ ἑκόντων ἢ ἀκόντων ἄχρις ἑνὸς ὀβολοῦ λάβῃ, αὐτὸς μὲν τὸ λαμβανόμενον ἀποδιδότω, τετραπλάσιον ὀφείλων εἰσκομισθῆναι τοῖς δημοσίοις, καὶ ποινῆς βασιλικῆς πειράσθω ὡς τὸ δημόσιον προδεδωκὼς ἢ τοὺς συντελεστὰς ἀδικήσας· ὁ δὲ ἀνασχόμενος παρασχεῖν ὡς διὰ τοῦτο καθομολογῶν ὑπεύθυνον αὐτὸν εἶναι τοῖς δημοσίοις ἀπαιτηθήσεται πάλιν τὰ περὶ ὅσων ὑπέμεινε ζήτησιν ὀφείλοντα εἰσκομισθῆναι τῷ δημοσίῳ λόγῳ.

8Καὶ ἐπὶ ταύτῃ τῇ τῶν sollemnium ζητήσει ὁ βασιλεὺς μανθάνων τὸ γενόμενον λογοθέσιον θείαν ἀμεριμνίαν ἐκτίθεται τοῖς λογοθετήσασι, μηκέτι δεύτερον εὐλαβουμένοις λογοθέσιον, αὐτῷ τῷ λογοθετοῦντι ἐπιτρέπων τοῖς λογοθετουμένοις ποιεῖν ἀμεριμνίαν, ἐφ᾿ᾧ τε τοὺς ταύτην λαμβάνοντας μηκέτι δευτέραν μένειν λογοθεσίαν.

9Μήτε δὲ ὑπὲρ τῆς γενομένης ἀμεριμνίας λαμβανέτω τι παντελῶς ὁ λογοθέτης, ἀλλ᾿ ἐὰν ὅλως ἐπιχειρήσῃ τι λαβεῖν, ἄδειαν ἐχέτωσαν οἱ κτήτορες καὶ πολῖται καὶ ἀπωθεῖσθαι τὸν ἐκβιβασμὸν αὐτοῦ καὶ δεήσεις ἐπιδιδόναι τῷ κατὰ καιρὸν βασιλεῖ, ὥστε πεμφθῆναί τινα κατὰ χώραν τὸν ὀφείλοντα ποινὴν εἰσπρᾶξαι τὸν ἐπιχειροῦντά τι ἀπαιτῆσαι.

10Εἰ δὲ καί τις ἄρχων μετὰ τὸν παρόντα νόμον χωρὶς θείας ἐγγράφου κελεύσεως πρὸς αὐτὸν πεμπομένης ἀποστείλῃ λογοθέτην ἐπὶ οἱονδήποτε τῶν εἰρημένων, ἔτι αὐτὸς μὲν ὁ ἄρχων εἴκοσι χρυσίου λίτρας πρόστιμον ὑποστήσεται, ἡ δὲ τάξις αὐτοῦ πέντε καὶ δέκα.

11Μήτε προφάσει ἀνακαθάρσεως ὀχετῶν ἢ τῶν πρὸς τοῖς τείχεσιν οἰκοδομημάτων καὶ τῆς αὐτῶν καταλύσεως, ἢ τῶν ἐν ταῖς δημοσίαις στοαῖς γενομένων τῶν καλουμένων προδουλείων καὶ ἐρειπίων, ἢ τῶν ἐν ταῖς μεσοστύλοις τῆς πόλεως οἰκοδομουμένων, ὡς ὀφειλόντων ἀνατραπῆναι, ἢ περὶ εἰκόνων ἢ τοιουτοτρόπων ὅλως ἐπινοιῶν ἢ πολιτικῶν ζητήσεων ποιείσθω τινὰς προστάξεις.

12Εἰ δὲ καὶ ποιήσει, ἄδειαν ἐχέτωσαν οἱ ἐν ταῖς πόλεσι τὸν ἐντεῦθεν ἐκβιβασμὸν ἀπωθεῖσθαι καὶ μηδεμίαν ἀπόκρισιν ποιεῖν ἐν ταῖς τοιαύταις πράξεσι, μετὰ τοῦ καὶ τοὺς ἄρχοντας τῶν ἐπαρχιῶν, εἰ τοῦτο τὸ γινόμενον σιωπήσοιεν, καὶ πᾶσαν πολιτικὴν καὶ δημοσίαν βοήθειαν τοῖς αὐτοῖς ὑποκεῖσθαι ἐπιτιμίοις, ἐξουσίαν ἐχόντων τῶν βουλομένων δεήσεις ἐπιδιδόναι βασιλεῖ καὶ δι᾿αὐτῶν διδάσκειν τὰ γινόμενα, ὡς ἂν ἐκ βασιλικῆς ἀγανακτήσεως ἐπακολουθήσῃ διόρθωσις· πρὸς τὸ καὶ τοὺς προστάξαντας ἄρχοντας γενέσθαι τι τοιοῦτο εἴκοσι χρυσίου λίτρας προστιμᾶσθαι καὶ μείζονα προσδοκᾶν βασιλικὴν ἀγανάκτησιν, τὰς δὲ πειθομένας αὐτοῖς τάξεις μετὰ τοῦ προστίμου τῶν πέντε καὶ δέκα τοῦ χρυσίου λιτρῶν καὶ τὴν ἐν σώματι τιμωρίαν ὑπομένειν.

13Μόνον γὰρ ἔξεστι τῷ βασιλεῖ καὶ τὴν ἐπὶ τοῖς τοιούτοις ἐποψίαν ἐπιτρέπειν ἀνδρὶ καθαρῷ καὶ σὺν ἀληθείᾳ καὶ πρὸς ὠφέλειαν τῶν πόλεων τὰ τοιαῦτα ζητοῦντι καὶ μηδὲν παντελῶς ὑπὲρ αὐτῶν κομιζομένῳ.

14Προνοείτωσαν δὲ οἱ τῶν πόλεων πατέρες καὶ οἱ τῶν κτητόρων εὐυπόληπτοι, ὥστε μηδένα πολιτικὸν τόπον ἢ δημόσιον ἢ πρὸς τὰ τείχη ἢ ἐν ταῖς δημοσίαις στοαῖς ἢ λατρείαις ἢ ὁπουδήποτε κείμενον ὑπό τινων ἀλόγως κατέχεσθαι, καὶ μὴ ἐκδίδοσθαι τόπον πολιτικὸν χωρὶς θείου τύπου. τὰ γὰρ παρ᾿αὐτῶν μὴ ὀρθῶς ἐκδιδόμενα ἀνατρέπεται καὶ ζημιοῦνται οἱ ἐξειληφότες.

15Προνοείτωσαν δὲ οἱ αὐτοί, ὥστε τοὺς ἐκ τύπου θείου ἔχοντας νομὴν ὕδατος μὴ πλεονεκτεῖν τοὺς ἑτέρους καὶ τὸν μὲν πλέον τὸν δὲ ἔλασσον λαμβάνειν.

16Ἔργον δὲ ἔστω τοῦ μεγαλοπρεπεστάτου κόμητος τῶν θείων ἰδικῶν τοῦ βασιλέως καὶ τῶν ὑπηρετουμένων αὐτῷ παλατινῶν διερευνᾶν ταῦτα καὶ προσαγγέλλειν καὶ τὴν τῶν ἐπικειμένων προστίμων εἴσπραξιν ποιεῖσθαι, ἢ ἐὰν ῥᾳθυμήσειεν, εἴκοσι χρυσίου λίτρας προστιμᾶσθαι, τὴν δὲ τάξιν αὐτοῦ πέντε καὶ δέκα.

D. VIII k. Iul. Chalcedone Lampadio et Oreste uu. cc. conss.