IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio V

JGR III 5.60Imp. Constantini Palaeologi aurea bulla pro Ragusanis. (Α. 1451.)

Abrir no leitor do IusCommune →

0

pr.Ἐπεὶ τὸ εὐγενὲς καὶ περιφανὲς κομούνιον τοῦ ῥαγουσίου ἐπεδείξατο εὔνοιαν καὶ φιλίαν εἰς τοὺς ἡμετέρους ἄρχοντας καὶ ἀνθρώπους κατὰ τοὺς παρελθόντας καιροὺς, τοὺς ἀπὸ τῶν μερῶν αὐτοῦ διερχομένους, δεχόμενον αὐτοὺς μετὰ ἀγάπης καὶ τιμῆς καὶ διαθέσεως καλῆς, καὶ διὰ ταῦτα κινηθεῖσα καὶ ἡ βασιλεία μου ὥρισεν, ἵνα ἐὰν ἔλθωσι καὶ ἐνταῦθα εἰς τὴν ἡμετέραν πόλιν ἐπὶ τῷ χρῆσθαι τὰς πραγματείας αὐτῶν, εὐεργετήσωμέν τινα εὐεργεσίαν εἰς τὰ κομμέρκια αὐτῶν, καὶ τοῦτο ἀκουσθὲν εἰς αὐτὸ ἀπέστειλεν ἀποκρισιάριον τὸν εὐγενῆ ἄνδρα, κῦρ βόλτζιον ντε μπαλπάλιω, καὶ ἐλθὼν ἐζήτησεν, ἵνα δώσωμεν αὐτῷ τόπον ἐπὶ τῷ ἀνοικοδομῆσαι λόντζαν, καὶ ἔχωσι καὶ κόνσουλον ἐν αὐτῇ, ἔτι δὲ καὶ ἐκκλησίαν ἐὰν θέλωσι, καὶ ἐμμένωσι καὶ ἐξ αὐτῶν ἐνταῦθα ὅσοι βούλονται, καὶ ἔχωσιν ἀφ᾽ ἡμῶν περίθαλψιν καὶ θεραπείαν καὶ συγκατάβασιν εἰς τὰ κομμέρκια αὐτῶν· ἡ βασιλεία μου, καὶ δ᾽ ἣν πρότερον εἶχεν ἀγάπην εἰς τὸ εὐγενὲς καὶ περιφανὲς κομούνιον, καὶ διὰ τὴν ζήτησιν καὶ ἀξίωσιν τὴν μετὰ τοῦ ἀποκρισιαρίου αὐτοῦ, τὸν παρόντα χρυσόβουλλον λόγον ἐπιχορηγεῖ καὶ ἐπιβραβεύει αὐτῷ·

1

pr.Δἰ οὗ εὐδοκεῖ, προστάσσει, θεσπίζει καὶ διορίζεται, ὅτι εἰς τὸν τόπον, ὅντινα μέλλομεν δοῦναι αὐτῷ, ἀνοικοδομήσῃ λόντζαν, ἐν ᾗ κόνσουλον ἴδιον ἕξει ἐν αὐτῇ, ὃν ἂν ἐκλέγηται, ὥστε κρίνειν τοὺς ἑαυτοῦ πάντας πρὸς ἀλλήλους. καὶ ἐὰν ἐγκλητεύσῃ ῥωμαῖος ῥαγουζαίῳ χρεωστοῦντι, ὀφείλει ἀπέρχεσθαι εἰς τὸν φόρον τοῦ ἐγκλητευομένου ῥαγουζαίου, δηλονότι εἰς τὸν κόνσουλον αὐτοῦ· ὁμοίως καὶ τὸ ἀνάπαλιν ὁ ῥαγουζαῖος ὀφείλει ἐνάγων τῷ χρεωστοῦντι ῥωμαίῳ ἀπιέναι εἰς τὸν φόρον αὐτοῦ τοῦ ῥωμαίου.

2

pr.Ἔτι δὲ ἀνοικοδομήσῃ καὶ ἐκκλησίαν, ἐὰν θέλῃ. καὶ διδῶσι καὶ πάντες οἱ πραγματευταὶ αὐτοῦ ὑπὲρ τῶν ἰδίων κομμερκίων δύο εἰς τὰ ἑκατόν· ἐμβάλλοντες καὶ ἐκβάλλοντες πάντες οἱ ῥαγουζαῖοι πάντα τὰ ἑαυτῶν ἐλευθέρως, ἄνευ τινὸς ἐμποδισμοῦ, καταβάλλοντες μόνον περὶ τῶν εἰσερχομένων αὐτῶν πραγματειῶν, ὅταν ἔρχωνται, δύο εἰς τὰ ἑκατόν· καὶ ταῦτα ἐννοῶνται εἰς ἐμβολὴν καὶ ἐκβολὴν, καὶ πλέον μὴ ἀπαιτεῖσθαι περὶ ὧν καταβέβληται οὕτω ὡς ἔφημεν. ὀφείλοντες καὶ οἱ κατὰ καιροὺς ἡμέτεροι κομμερκιάριοι λαμβάνειν τὰ δύο εἰς τὰ ἑκατὸν, εἴτε ἐπ᾿ ἀγορᾶ ἔχωσι τὴν τοιαύτην δουλείαν τοῦ κομμερκίου, εἴτε ἐπὶ τῷ πιστῷ, ὁπόταν ἔρχονται μετὰ τῶν ἰδίων πραγματειῶν.

3

pr.Καὶ κατοικοῦσι καὶ ἐνταῦθα, ὅσοι ἐξ αὐτῶν βούλονται. ἂν δέ γε συμβῇ ῥαγουζαϊόν τινα χρεωστήσαντα τοῖς ῥωμαίοις τῆς πόλεως ἐξιέναι μήπω τὰ κεχρεωστημένα καταβαλόντα, ἄλλος δὴ διὰ τοῦτο ῥαγουζαῖος ἀντ᾿ αὐτοῦ μὴ ἐνεχέσθω μήτ᾽ ἐνοχλείσθω, σωζομένου δηλαδὴ τούτου, ὡς ἐὰν ἀπέλθῃ ὁ χρεωστήσας εἰς τὸ ῥαγούζιον ἢ εἰς τοὺς τόπους αὐτοῦ, ἵνα ἐκεῖσε ἀναγκάζηται ὑπὸ τῆς αὐθεντίας αὐτοῦ ἱκανῶσαι τῷ χρεωστουμένῳ ῥωμαίῳ, ἡνίκα μηνυθῇ τὸ περὶ τούτου πρὸς αὐτὸ διὰ γραφῆς τῶν ἡμετέρων ἀρχόντων, πρὸς οὓς ἂν τὰ τοιαῦτα συμβαῖεν ἀνήκειν· ἢ μὴ ἱκανῶσαι᾿ ἐμβάλληται εἰς φυλακὴν, ἕως οὗ ἀποτίσῃ τὸ οἰκεῖον χρέος· καὶ τοῦτο ἐνέχηται τὸ κομούνιον ποιεῖν, φανερούσης τῆς τοιαύτης γραφῆς τῶν ἡμετέρων ἀρχόντων καὶ καθαιρούσης τὸ χρέος ἀληθῶς, ἢ καὶ διὰ προσώπου ἐνάγοντος περὶ τούτου εἰς τὸ δικαστήριον αὐτῶν τῶν ῥαγου - ζαίων. Τῇ ἰσχύϊ γοῦν καὶ δυνάμει τοῦ παρόντος χρυσοβούλλου λόγου τῆς βασιλείας μου νεμηθήσεται τὸ εἰρημένον εὐγενὲς καὶ περιφανὲς κομούνιον τοῦ ῥαγουζίου τοῦ ἀνοικοδομῆσαι λόντζαν, εἰς ἥντινα ἴδιον κόνσουλον ἕξει, ὃν ἂν ἐκλέγηται, ὥστε κρίνειν τοὺς ἑαυτοῦ πάντας πρὸς ἀλλήλους. ἔτι δὲ ἀνοικοδομήσῃ καὶ ἐκκλησίαν, ἐὰν θέλῃ. καὶ διδῶσι καὶ πάντες οἱ πραγματευταὶ αὐτοῦ ὑπὲρ τῶν ἰδίων κομμερκίων δύο εἰς τὰ ἑκατόν· ἐμβάλλοντες καὶ ἐκβάλλοντες πάντες οἱ ῥαγουζαῖοι πάντα τὰ ἑαυτῶν ἐλευθέρως, ἄνευ τινὸς ἐμποδισμοῦ· καταβάλλοντες μόνον περὶ τῶν εἰσερχομένων αὐτῶν πραγματειῶν, ὅταν ἔρχωνται, δύο εἰς τὰ ἑκατόν. καὶ ταῦτα ἐννοῶνται εἰς ἐμβολὴν καὶ ἐκβολὴν, καὶ πλέον μὴ ἀπαιτεῖσθαι περὶ ὧν καταβέβληται οὕτω ὡς ἔφημεν. ὀφείλοντες καὶ οἱ κατὰ καιροὺς ἡμέτεροι κομμερκιάριοι λαμβάνειν τὰ δύο εἰς τὰ ἑκατὸν, εἴτε ἐπ᾿ ἀγορᾶ ἔχωσι τὴν τοιαύτην δουλείαν τοῦ κομμερκίου εἴτε ἐπὶ τῷ πιστῷ, ὁπόταν ἔρχονται μετὰ τῶν ἰδίων πραγματειῶν. καὶ κατοικοῦσι καὶ ἐνταῦθα ὅσοι ἐξ αὐτῶν βούλονται· ὁμοίως τε ἕξει καὶ τὰ λοιπὰ, ὡς ἀνωτέρω πλατύτερον διαλαμβάνεται. καὶ εἰς τὴν περὶ τούτου δήλωσιν καὶ ἀσφάλειαν ἐγένετο πρὸς αὐτὸ καὶ ὁ παρὼν χρυσόβουλλος λόγος τῆς βασιλείας μου, ἀπολυθεὶς κατὰ μῆνα ἰούνιον τῆς νῦν τρεχούσης ἰνδικτιῶνος τεσσαρεσκαιδεκάτης τοῦ ἑξακισχιλιοστοῦ ἐννακοσιοστοῦ πεντηκοστοῦ ἐννάτου ἔτους, ἐν ᾧ καὶ τὸ ἡμέτερον εὐσεβὲς καὶ θεοπρόβλητον ὑπεσημήνατο κράτος. Κωνσταντῖνος ἐν χριστῷ τῷ θεῷ πιστὸς βασιλεὺς καὶ αὐτοκράτωρ ῥωμαίων ὁ παλαιολόγος.